← 辛普里丘

亚里士多德《范畴篇》注释

§51.28-53.9

本质述说的传递性与疑难解答

针对1b10“当一物依另一物而被述说”,辛普里丘阐明“依底层主体而被述说”是指本质的、同名的述说,通过第一格三段论解释述说的传递性与向范畴的归约,并回应了关于“属”与“定义”的疑难及波菲利等人的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#1

" Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ἕως τοῦ ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστιν καὶ ζῷον." Εἰπὼν τί οὐκ ἔστιν καθ’ ὑποκειμένου, νῦν τί ἐστιν λέγει, ὅτι τὸ συνωνύμως καὶ ἐν τῷ τί ἐστιν κατηγορεῖσθαι, τοῦτό ἐστιν τὸ καθ’ ὑποκειμένου λέγεσθαι· τοῦτο δέ ἐστιν ὅταν τὸν λόγον τὸν ὁριστικὸν ἀποδιδόντες τοῦ ὑποκειμένου διὰ τοῦ κατηγορουμένου ἀποδιδῶμεν. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἄνθρωπος, ζῷον ἐρεῖ. ὅταν οὖν ὡς καθ’ ὑποκειμένου κατηγορῆται, οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους, καὶ τοῦ κατηγορουμένου ἄλλο τι κατηγορῆται καὶ αὐτὸ μὴ ὡς ἔτυχεν, ἀλλ’ ὡς καθ’ ὑποκειμένου καὶ συνωνύμως, οἷον τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ τοῦ Σωκράτους τὸ ζῷον κατηγορηθήσεται· ἔσται γὰρ ὁ πρῶτος τρόπος οὕτως τοῦ πρώτου σχήματος, τοῦ μέσου ἐν ὅλῳ μὲν ὄντος τῷ μείζονι ἄκρῳ, κατὰ παντὸς δὲ τοῦ ἐλάττονος λεγομένου. τινὲς δὲ ἀποροῦσι, πῶς τοῦ ζῴου καθ’ ὑποκειμένου τοῦ ἀνθρώπου λεγομένου, τοῦ δὲ γένους κατὰ τοῦ ζῴου, οὐκέτι τὸ γένος κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται. ἀλλὰ πρόχειρος ἡ λύσις, ὅτι τὸ γένος, κἂν κατηγορῆται τοῦ ζῴου, ἀλλ’ οὐχ ὡς καθ’ ὑποκειμένου. ἦ γὰρ ἂν κατὰ παντὸς ζῴου κατηγορεῖτο·1 νῦν δὲ ζῷον μέν ἐστιν καὶ ὁ Σωκράτης, οὐ μέντοι γένος. οὐ γὰρ ἐν τῷ τί ἐστιν κατηγορεῖται τοῦ ζῴου τὸ γένος· ἐρωτηθέντες γοῦν τί ἐστιν ζῷον, οὐχὶ γένος, ἀλλ’ οὐσίαν ἔμψυχον λέγομεν τὸ ζῷον εἶναι. οὐ γὰρ τὸ ὁπωσδήποτε κατηγορούμενον ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐν γοῦν τῷ ‘Σωκράτης περιπατεῖ’ κατηγορεῖται μὲν τὸ περιπατεῖν, οὐ καθ’ ὑποκειμένου δέ. δείκνυσιν μὲν οὖν, ὅπερ εἶπον, διὰ τοῦ νῦν ῥηθέντος καὶ τί ἐστιν τὸ καθ’ ὑποκειμένου λέγεσθαι, ὅτι τὸ συνωνύμως κατηγορεῖσθαι· καὶ ἐκεῖνο δὲ μάλιστα διδάσκει, ὅτι οὗτινος ἂν καθ’ ὑποκειμένου λέγηταί τι, καὶ ἡ κατηγορία, εἰς ἣν ἀνάγεται τὸ κατηγορούμενον, λέγεται κατ’ αὐτοῦ.2 εἰ γὰρ τὸ ζῷον καθ’ ὑποκειμένου λέγεται τοῦ ἀνθρώπου, ἀνάγεται δὲ τὸ ζῷον εἰς τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος εἰς τὴν οὐσίαν ἀναχθήσεται. καὶ διὰ τούτου τοῦ θεωρήματος τὰ καθ’ ἕκαστα καὶ ἀπερίληπτα τῷ λογισμῷ διὰ τῶν οἰκείων ἐπαναβιβασμῶν εἰς τὰς δέκα κατηγορίας συναιρεῖται. ὅτι γὰρ οὐσία ἐστὶν ὁ Σωκράτης, οὐκ ἔστιν γνῶναι σαφῶς μὴ διὰ πολλῶν τῶν συνωνύμως ἀεὶ τῶν ὑφ’ ἑαυτὰ κατηγορουμένων ὁδεύσαντα,3 τουτέστιν τῶν καθ’ ὑποκειμένου λεγομένων· εἰ γὰρ ἄνθρωπος ὁ Σωκράτης, καὶ τὸ τοῦ ἀνθρώπου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ζῷον, καὶ τὸ τοῦ ζῴου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ἔμψυχον καὶ οὐσία. ἀλλ’ εἰ τὸ καθ’ ὑποκειμένου λέγεσθαι ταὐτόν ἐστι τῷ συνωνύμως κατηγορεῖσθαι, ἐπειδὴ καὶ ὁ ὁρισμὸς συνωνύμως κατηγορεῖται τοῦ κεφαλαιώδους (ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν), εἴη ἂν καὶ ὁ ὁρισμὸς τοῦ ἀνθρώπου καθ’ ὑποκειμένου τοῦ ἀνθρώπου λεγόμενος· εἰ δὲ τοῦτο, οὐκέτι τὸ καθόλου σημαίνεται ὑπὸ τοῦ καθ’ ὑποκειμένου. ἢ διὰ τοῦτο Ἀριστοτέλης οὐχ ἁπλῶς εἶπεν ‘ὅταν κατηγορῆταί τι ὡς καθ’ ὑποκειμένου’, ἀλλ’ ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου· τὰ δὲ ὑπὸ τοῦ ὁριστικοῦ λόγου σημαινόμενα, οὐκ ἔστιν ἕτερα τοῦ ὁριστοῦ. τινὲς δὲ αὐτὸ τοῦτο αἰτιῶνται τὸ ἕτερον εἰρῆσθαι τὸ καθ’ ὑποκειμένου κατηγορούμενον τοῦ οὗ κατηγορεῖται· κατὰ γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον ὡς ζῴου καὶ τὸ χρῶμα τοῦ λευκοῦ ὡς χρώματος. καί φησιν ὁ Πορφύριος, ὅτι διττὴ ἡ ἐπίνοια τοῦ ζῴου, ἡ μὲν τοῦ κατατεταγμένου, ἡ δὲ τοῦ ἀκατατάκτου· κατηγορεῖται οὖν τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου, καὶ ταύτῃ ἕτερόν ἐστιν.

“当一物依另一物而被述说”至“因为个别的人既是人又是动物”。 在说明了何者不是“依底层主体”之后,他现在说明它是什么,即同名地且在“是什么”中被述说,这就是“依底层主体而被述说”;而这是指当我们给出底层主体的定义性说明时,通过被述说之物来给出它。因为如果有人要给出人是什么,他会说是“动物”。因此,当某物作为依底层主体而被述说时,例如人述说于苏格拉底,而关于被述说之物又有另一物被述说,且这物本身也不是偶然的,而是作为依底层主体且同名地被述说,例如动物述说于人,那么动物也将述说于苏格拉底;因为这样就会构成第一格的第一式,中项完全包含在大端项之中,并且述说于小端项的全部。 但有些人提出疑难:既然动物依人这一底层主体而被述说,而属依动物而被述说,为何属不再述说于人?但解答是显而易见的:属即使被述说于动物,却不是作为依底层主体而被述说的。否则,它就会述说于每一种动物了;但事实上,苏格拉底虽然也是动物,却绝不是属。因为属并不是在“是什么”中述说于动物的;无论如何,当我们被问及动物是什么时,我们不会说它是“属”,而是说动物是“有灵魂的实体”。因为绝不是以任何方式被述说的事物都是作为依底层主体而被述说的;无论如何,在“苏格拉底行走”中,行走固然被述说,但不是依底层主体而被述说的。 因此,正如我所说的,他通过方才所说的内容指明了“依底层主体而被述说”究竟是什么,即同名地被述说;而且他尤其还教导了这一点:凡是某物依其作为底层主体而被述说的对象,被述说之物所归属的范畴也述说于该对象。因为如果动物依人这一底层主体而被述说,而动物归属于实体,那么人也将归属于实体。通过这一公理,那些个别的、不可被理性计算所完全把握的事物,便通过其固有的提升而被统合进十个范畴之中。因为苏格拉底是实体这一事实,若不经由遍历诸多始终同名地述说于其下辖之物的事物(也就是依底层主体而被述说的事物),是不可能被清晰认识的。因为如果苏格拉底是人,他也就是同名地述说于人之物,从而也是动物;并且他也是同名地述说于动物之物,从而也是有灵魂者与实体。 但是,如果“依底层主体而被述说”与“同名地被述说”是同一回事,既然定义也同名地述说于纲目名称(因为人是有理性的会死的动物),那么人的定义也就成为依人这一底层主体而述说的了;若果真如此,普遍者便不再由“依底层主体”所表示了。抑或,亚里士多德正因如此才没有单单说“当某物作为依底层主体而被述说时”,而是说“当一物依另一物作为依底层主体而被述说时”?因为由定义性说明所表示的事物,并非不同于被定义者。然而,有些人恰恰归咎于这一点,即依底层主体而被述说之物被说成是不同于其所被述说于的对象;因为动物述说于作为动物的人,颜色述说于作为颜色的白。波菲利则说,关于动物的概念是双重的,一种是已编排者的概念,另一种是未编排者的概念;因此,未编排者述说于已编排者,并在此意义上是不同的。

语法注3 条
  1. 1.9ἦ γὰρ ἂν κατὰ παντὸς ζῴου κατηγορεῖτο

    带有 ἦ γὰρ ἄν 和未完成过去时直陈式(κατηγορεῖτο)的非现实条件句归结分句,省略了前提分句,表示与事实相反的推论(“否则它就会述说于每一种动物了”)。小词 ἦ 与 γάρ 结合,引出反驳对方立场的荒谬后果。

  2. 1.9καὶ ἐκεῖνο δὲ μάλιστα διδάσκει, ὅτι οὗτινος ἂν καθ’ ὑποκειμένου λέγηταί τι, καὶ ἡ κατηγορία, εἰς ἣν ἀνάγεται τὸ κατηγορούμενον, λέγεται κατ’ αὐτοῦ

    在 ὅτι 引导的宾语从句内部,带 ἄν 的关系从句(οὗτινος ἂν ... λέγηταί τι)充当条件从句,归结主句以添加性的 καί 开头(καὶ ἡ κατηγορία),起到强调前后承接与对应的作用(“凡是……,则其归属的范畴也……”)。

  3. 1.9οὐκ ἔστιν γνῶναι σαφῶς μὴ διὰ πολλῶν τῶν συνωνύμως ἀεὶ τῶν ὑφ’ ἑαυτὰ κατηγορουμένων ὁδεύσαντα

    在非人称结构 οὐκ ἔστιν(“不可能……”)中,不定式 γνῶναι 的逻辑主语通过随附的宾格分词 ὁδεύσαντα(“遍历者 / 若不遍历”)来表达。否定词 μή 表明该分词带有条件意味(“若未遍历……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:51.28-53.9