← 辛普里丘

亚里士多德《范畴篇》注释

§51.5-51.27

不可分的个别物与依底层主体的述说

辛普里丘注解了《范畴篇》1b6中亚里士多德论述不可分的个别事物不依底层主体而被述说的文句,解释了个别物的定义、“依底层主体而被述说”的含义,以及个别事物如何既可是实体也可是偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

" Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ ἕως τοῦ οὐδὲν κωλύεται εἶναι." Καὶ τὸ ἐν ὑποκειμένῳ καὶ τὸ καθ’ ὑποκειμένου αὐτὸς ὀνομάσας πρῶτος ἐδεῖτο σαφηνίσαι, τί ποτε βούλεται αὐτῷ τὰ ὀνόματα. πρότερον οὖν τὸ ἐν ὑποκειμένῳ ἐξηγησάμενος νῦν τί δηλοῖ τὸ καθ’ ὑποκειμένου παρίστησιν, μᾶλλον δὲ πρότερον τί οὐ σημαίνει παραδίδωσιν, ἔπειτα οὕτως τίνα ἔχει δύναμιν. λέγει οὖν ὅτι τὰ ἄτομα· ταῦτα δέ ἐστιν τὰ μὴ τεμνόμενα διαφοραῖς καὶ διὰ τοῦτο οὔτε γένει ἢ εἴδει ἓν ὄντα, ἀλλὰ ἀριθμῷ μόνον, ὡς ἐν τῷ ἀριθμεῖσθαι τὸ ἓν ἔχοντα. ταῦτα οὖν κατ’ οὐδενὸς ὑποκειμένου λέγεται·1 οὐ γὰρ ἔχει τι μερικώτερον ἑαυτῶν, οὗ κατηγορηθήσεται ὡς καθ’ ὑποκειμένου. εἰ δὲ τὸ ὄνομα τοῦ Σωκράτους αὐτοῦ τοῦ Σωκράτους κατηγορεῖται ὡς ὑποκειμένου αὐτῷ, οὐ περὶ τῆς τοιαύτης κατηγορίας ὁ λόγος ἐστίν, ἀλλὰ τῆς ἄλλου κατ’ ἄλλου συνωνύμως γινομένης, ὅπερ τοῖς ἀτόμοις οὐχ ὑπάρχει. εἰπὼν δὲ τὸ κοινὸν παντὸς ἀτόμου, ὅτι οὐκ ἔστιν καθ’ ὑποκειμένου, καὶ τὴν διαφορὰν προστίθησιν· δυνατὸν γὰρ τὸ μέν τι ἐν ὑποκειμένῳ εἶναι, τουτέστιν συμβεβηκὸς εἶναι, τὸ δὲ δῆλον ὅτι οὐκ ἐν ὑποκειμένῳ, ὅπερ ἐστὶν οὐσία. μήποτε δέ, ἐπειδὴ αὐτὸς πρῶτος ταῦτα τέθεικεν τὰ ὀνόματα, ἵνα μή τις ἀκούσας τὸ μὴ καθ’ ὑποκειμένου εὐθὺς αὐτὸ καὶ μὴ ἐν ὑποκειμένῳ ὑπολάβῃ ταὐτὸν ἐν ἑκατέρῳ τὸ ὑποκείμενον ἡγούμενος, διὰ τοῦτο τὸ μὲν μὴ καθ’ ὑποκειμένου οὐδέν φησι κωλύει ἐν ὑποκειμένῳ εἶναι,2 ἄλλο γὰρ καὶ ἄλλο τὸ ὑποκείμενον· εἰ δὲ μηδὲν κωλύει ἐν ὑποκειμένῳ εἶναι, δῆλον ὅτι οὐδὲν κωλύει καὶ μὴ εἶναι ἐν ὑποκειμένῳ· τὸ γὰρ μερικὸν οὐδὲν κωλύει καὶ συμβεβηκὸς εἶναι καὶ οὐσίαν εἶναι.

“简言之,不可分的事物以及在数目上为一的事物”至“完全不妨碍其存在”。 他自己首先创制了“在底层主体之中”和“依底层主体而被述说”这两个术语,因而需要阐明这些名称对他而言究竟意味着什么。于是,在先前解释了“在底层主体之中”后,他现在阐明“依底层主体而被述说”表示什么,或者更确切地说,他首先阐述它不表示什么,然后才阐述它具有怎样的含义。因此他说,不可分的事物——这些事物是不被种差所划分的,因此不是在属或种上为一,而只是在数目上为一,在被计数中具有单一性。因此,这些事物不依任何底层主体而被述说;因为它们没有任何比自身更为个别的事物可以作为底层主体而被述说于其上。如果苏格拉底的名字被述说于作为其底层主体的苏格拉底自身,我们的讨论也不是关于此类述说的,而是关于异者同名地述说于异者之上的述说,而这并不属于不可分的事物。在说明了一切不可分事物的共同点即“不依底层主体而被述说”之后,他又补充了其差异;因为可能某物是在底层主体之中,也就是偶性,而另一物显然不在底层主体之中,也就是实体。抑或,既然是他自己首先确立了这些名称,为了避免有人听到“不依底层主体而被述说”,便以为两处的“底层主体”是相同的,从而立刻认为它也“不在底层主体之中”,是否正因如此,他才说不依底层主体而被述说的事物绝不妨碍其在底层主体之中,因为此处的“底层主体”与彼处的并不相同?如果绝不妨碍其在底层主体之中,显而易见也绝不妨碍其不在底层主体之中;因为个别事物成为偶性与成为实体都完全不妨碍。

语法注2 条
  1. 1.8λέγει οὖν ὅτι τὰ ἄτομα· ταῦτα δέ ἐστιν τὰ μὴ τεμνόμενα διαφοραῖς ... ταῦτα οὖν κατ’ οὐδενὸς ὑποκειμένου λέγεται·

    由 λέγει οὖν ὅτι τὰ ἄτομα 引出的从句因随后插入的关于不可分事物的定义(ταῦτα δέ ἐστιν...)而中断,形成了破格构文(anacoluthon),随后通过 ταῦτα οὖν κατ’ οὐδενὸς ὑποκειμένου λέγεται 复指性地恢复了谓述内容。翻译时须体现这一承接并复指的逻辑。

  2. 1.8μήποτε δέ, ἐπειδὴ αὐτὸς πρῶτος ταῦτα τέθεικεν τὰ ὀνόματα, ἵνα μή τις ἀκούσας τὸ μὴ καθ’ ὑποκειμένου εὐθὺς αὐτὸ καὶ μὴ ἐν ὑποκειμένῳ ὑπολάβῃ ταὐτὸν ἐν ἑκατέρῳ τὸ ὑποκείμενον ἡγούμενος, διὰ τοῦτο τὸ μὲν μὴ καθ’ ὑποκειμένου οὐδέν φησι κωλύει ἐν ὑποκειμένῳ εἶναι

    整个长句由 μήποτε(“抑或是否……”)统领,在 ἐπειδή(“既然……”)和 ἵνα μή(“为了避免……”)构成的双重从属分句之后,落入主句 διὰ τοῦτο ... φησι(“正因如此他说……”)。主句动词 φησί 所引出的内容为 τὸ μὲν μὴ καθ’ ὑποκειμένου οὐδὲν κωλύει ἐν ὑποκειμένῳ εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:51.5-51.27