- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:49.14-51.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过实体的微粒散逸以及“内在于”的含义,化解了香气的转移和个别实体处于位置与时间中是否构成偶性的难题,并阐明了四分法依矛盾对立按对角线关系排列的逻辑。
ἀλλ’ ἐπιστῆσαι χρή, ὅτι οὐκ εἶπεν Ἀριστοτέλης ἀδύνατον αὐτὸ χωρισθῆναι τοῦ ἐν ᾧ ἦν, ἀλλὰ τοῦ ἐν ᾧ ἔστιν.1 κἂν γὰρ τὸ πρότερον ὑποκείμενον ἀπολείπῃ, συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν δύναται ἐφ’ ἑτέροις μεταβαίνειν, μὴ ὄντος μεταξὺ κενοῦ. καὶ πῶς ποιότης ἐκτὸς οὐσίας μεταβήσεται; ἔσται γὰρ οὕτως χωριστὴ τὴν φύσιν, κἂν ἐν ἄλλῃ γίνεται μεταβαίνουσα. μήποτε οὖν ἄμεινον λέγειν ὅτι πᾶσα μὲν εὐωδία καὶ πᾶν τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστὶν καὶ οὐδέποτε ταύτης ἀποσπᾶται, ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται μανουμένη καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ἐναργῶς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθὴρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ’ ὀλίγον πολλαπλασιασθὲν πῦρ. μήποτε δὲ ἐκ τῶν προειρημένων δῆλον ὅτι ἡ εὐωδία τοῦ μήλου καὶ τῶν θυμιαμάτων συμπληρωτικαὶ τοῦ εἴδους οὖσαι οὐδὲ ἐν ὑποκειμένῳ ἂν λέγοιντο τῷ συμπληρουμένῳ. ὅτι δὲ καὶ οὐσία τις συνδιαφορεῖται ταῖς τοιαύταις εὐωδίαις, δηλοῖ ῥυτιδούμενον τὸ μῆλον καὶ δαπανώμενα τὰ θυμιάματα. Ἀλλὰ πῶς, φασίν, οὐχὶ καὶ αἱ ἄτομοι οὐσίαι, οἷον Σωκράτης καὶ Πλάτων, τῷ λόγῳ τῶν ἐν ὑποκειμένῳ ὑπαχθήσονται καὶ ἔσονται συμβεβηκότα, εἴπερ καὶ ἔν τινί ἐστιν ὁ Σωκράτης (ἐν τόπῳ γὰρ καὶ χρόνῳ) καὶ οὐχ ὡς μέρος καὶ ἀδύνατον χωρὶς εἶναι τόπου καὶ χρόνου; κἂν γὰρ τοῦδε μεταστῇ τοῦ τόπου, πάντως ἐν ἄλλῳ ἔσται, ὡς ἐπὶ τῆς εὐωδίας ἐλέγετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ τόπου λύειν ὁ Βόηθος ἔδοξεν εἰπὼν τὰ κινούμενα μὴ εἶναι ὅλως ἐν ᾧ ἦν τόπῳ· τοῦτο γὰρ ἐν τοῖς περὶ κινήσεως δεδεῖχθαι. τῷ δὲ αὐτῷ λόγῳ οὐδὲ ἐν χρόνῳ εἴη ἂν μερικῷ· ῥέοντος γὰρ συνεχῶς τοῦ χρόνου, ἄλλος ἀεὶ καὶ ἄλλος ἐστίν, ὥστε, εἴπερ ἄρα, ἐν τῷ καθόλου χρόνῳ ἐστίν. ἀλλὰ καὶ τοῦτο λύων ὁ Βόηθος πρῶτον μὲν οὐδὲ εἶναι τὸ καθόλου ἐν ὑποστάσει κατὰ τὸν Ἀριστοτέλη φησίν, εἰ δὲ καὶ εἴη, οὐ τὶ εἶναι· ὁ δὲ Ἀριστοτέλης ἔν τινι εἶπεν· ὥστε οὐ δύναται τὸ ἐν τινὶ ὂν ἐν τῷ καθόλου εἶναι. ῥᾳδίως δὲ ἂν αἱ τοιαῦται ἀπορίαι διαλύοιντο, εἰ τὸ ἐν τῷ ὑπάρχον συντάξομεν·2 τὸ γὰρ συμβεβηκὸς ἐνυπάρχει τῷ ὑποκειμένῳ, οὔτε δὲ τὰ ἐν τόπῳ οὔτε τὰ ἐν χρόνῳ ἐνυπάρχειν λέγοιτο. εἰ δέ τις τὸ ἐν τῇ ὕλῃ εἶδος περιλαμβάνεσθαι νομίζοι τῷ λόγῳ, διότι καὶ τοῦτο ἐν τῇ ὕλῃ ἐστὶν οὐχ ὡς μέρος αὐτῆς καὶ ἀχώριστόν ἐστιν ἀπ’ αὐτῆς, εἴρηται πρότερον, ὅτι τὸ ἔν τινι νῦν ὡς ἐν συνθέτῳ οὐσίᾳ φησίν, ἐφ’ ἧς καὶ ἡ οὐσία καὶ τὸ τὶ ἐπαληθεύειν δύναται. Ζητεῖν δὲ ἄξιον, διὰ τί μετὰ τὴν καθόλου οὐσίαν τὸ μερικὸν συμβεβηκὸς ἔταξεν καὶ οὔτε καθόλου τι οὔτε οὐσίαν. κἂν γὰρ τετραγωνικῶς αὐτὰ καταγράψῃς ἄνω μὲν τὰ καθόλου τάξας, κάτω δὲ τὰ μερικά, οὔτε τὰ κατὰ μῆκος οὔτε τὰ κατὰ πλάτος εὑρήσεις συντεταγμένα, ἀλλὰ τὰ διαγώνια. τούτου δὲ αἴτιον τὸ καὶ πᾶσαν μὲν διαίρεσιν, εἰ μέλλοι τὸ ἀπαράλειπτον ἔχειν, κατὰ ἀντίφασιν ὀφείλειν γίνεσθαι· ἐνταῦθα δὲ ἔτι μᾶλλον οἰκειοτέρα ἡ λῆψις ὡς τὸ καταφατικὸν τῷ ἀποφατικῷ, τὸ καθ’ ὑποκειμένου τῷ οὐ καθ’ ὑποκειμένου, καὶ τὸ ἀποφατικὸν τῷ καταφατικῷ ἀντιτιθεῖσα, τὸ οὐκ ἐν ὑποκειμένῳ τῷ ἐν ὑποκειμένῳ. τὸ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν.3 ὅτι μὲν γὰρ τὸ καθόλου συμβεβηκὸς οὕτως ὀνομάζει, δῆλον ἂν ἐκ τῶν εἰρημένων εἴη· ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐν τούτοις πᾶσιν τὰ καθόλου καὶ γενικὰ ὡς ἐν ὑποστάσει ὄντα τίθησιν, ὥσπερ τὴν καθόλου ἐπιστήμην, καὶ δῆλον ὅτι αὕτη ἐν τῇ καθόλου ψυχῇ ἐστιν. καὶ πρὸ ὀλίγου δὲ τὰ ὄντα διεῖλεν εἰς τὰ καθόλου καὶ εἰς τὰ κατὰ μέρος, καὶ ἴσως τοῖς Πυθαγορείοις ἀκολουθῶν, ἀφ’ ὧν τὴν περὶ τῶν δέκα γενῶν διδασκαλίαν παρέλαβεν.
但应当注意到,亚里士多德并未说它不可能与它“曾经在其中”者相分离,而是说不可能与它“在其中”者相分离。因为即便它离开了先前的底层主体,既然宇宙万物因接触或联合而是连续的,且其间并无虚空,它便能够转移到其他事物之中。然而性质脱离实体又如何能够转移呢?因为这样一来,性质在本质上就将是可分离的,即便它在转移时产生于另一实体之中也是如此。那么,莫不如说,一切芳香及一切此类偶性都是与它特有的实体同在,且绝不与这一实体相剥离;而这一实体有时在稀疏化中散布开来并播撒于其他实体之中,有时则将与其连续且天然易受作用的事物转变为自身,这在火的情形中可以清楚地看到:因为席卷一切质料的并不是最初的火星,而是由那火星逐渐倍增的火。抑或,根据前文所述,显而易见的是,苹果和熏香的芳香既然补足了形式,就根本不能被称为是在被补足的底层主体之中?伴随着此类芳香也有某种实体一同散失,这一事实由苹果发皱和熏香被消耗所表明。 “然而,”他们说,“如果苏格拉底既在某物之中(因为他在位置和时间之中),又不是作为部分,且不可能离开位置和时间而存在,那么苏格拉底和柏拉图这样的不可分实体岂不是也将被归入在底层主体之中的事物的定义之下,并成为偶性吗?因为即便他从这个位置移开,正如在芳香的情形中所说的那样,他也无论如何会在另一个位置之中。”但波埃托斯似乎通过断言运动之物根本不在它曾经所在的位置之中,从而解决了来自位置的难题;因为这一点在论运动的著作中已被证明。依同样的道理,它也不会在个别的时间之中;因为随着时间的连续流逝,时间总是处于不断的更替之中,以至于如果确实[在时间之中],也是在普遍的时间之中。但为了解决这一难题,波埃托斯首先说,按照亚里士多德,普遍者根本不具有自立存在,其次即便存在,它也不是某一特定的个别物;然而亚里士多德说了“在某物之中”;因此,在某物之中的事物不可能是在普遍者之中。但是,如果我们把“在……之中”与“存在”联系起来,此类难题就会轻易迎刃而解;因为偶性内在于底层主体,而在位置之中的事物或在时间之中的事物都不能被称为内在于其中。如果有人认为质料之中的形式也被这一定义所涵盖——因为形式也是在质料之中,不是作为质料的部分,且与质料不可分离——,那么正如前文所说,亚里士多德现在所谓的“在某物之中”是指在复合实体之中,唯对于复合实体,“实体”和“某一特定的个别物”才都能真实地适用。 还值得探究的是,为何在普遍实体之后,他排列了个别偶性,而既非某种普遍者亦非实体。因为即便你把它们作四边形排列,将普遍者列于上方,将个别者列于下方,你也会发现依次协调排列的既不是纵向的也不是横向的,而是对角线上的项。其原因在于,任何划分若要具有穷尽性,都必须按照矛盾对立来进行;而在此处,这种取法更为切当,它以肯定对立于否定,将“依底层主体而被述说”对立于“不依底层主体而被述说”,又以否定对立于肯定,将“不在底层主体之中”对立于“在底层主体之中”。至于[第三种],“既依底层主体而被述说,又在底层主体之中”。他以此命名普遍偶性,从前文所述中已显而易见;但值得注意的是,在所有这些情形中,他都把普遍的和属的事物设定为具有自立存在,正如普遍知识那样,且显然这知识是在普遍灵魂之中。不久前他也把存在者划分为普遍者与个别者,这或许是追随毕达哥拉斯学派,他正是从他们那里继承了关于十个属的学说。
- 1.7ἀδύνατον αὐτὸ χωρισθῆναι τοῦ ἐν ᾧ ἦν, ἀλλὰ τοῦ ἐν ᾧ ἔστιν
该论述的核心在于关系分句中时态的对照(未完成过去时 ἦν 与现在时 ἔστιν)。论证指出亚里士多德的定义严格规定的是不可与偶性“当前在其中”者相分离,而非不可与它“曾经在其中”者相分离。
- 1.7εἰ τὸ ἐν τῷ ὑπάρχον συντάξομεν
该句意为“如果我们把‘在……之中’(ἐν)与‘存在’(ὑπάρχον)联系起来(构成 ἐνυπάρχον‘内在于’)”。正如后句“τὸ γὰρ συμβεβηκὸς ἐνυπάρχει τῷ ὑποκειμένῳ”所示,这是将偶性的内在性与处于位置或时间之中的外在包含在句法和概念上区分开来的关键。
- 1.7τὸ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν
句首的 τὸ δέ 引出划分中的第三项(“既依底层主体而被述说又在底层主体之中者”),作为前两组对立之后的第三种组合项的名词性主语或独立的引述形式。
