- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:47.24-49.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释诸部分之中的整体为何不在底层主体之中后,本段探讨了卢基乌斯一派提出的难题(即补足性性质作为部分与定义相冲突),评述了波菲利通过底层主体的双重性所作的解答及辛普里丘本人的分析,并引入了关于芳香等偶性发生转移的进一步难题。
ἀλλ’ ἐρεῖ τις ἴσως, ὅτι τὸ ὅλον ἐν τοῖς μέρεσιν ὂν οὐκ ἔστιν ὡς μέρος οὐδὲ χωρίζεται τῶν μερῶν καὶ εἴη ἂν ἐν ὑποκειμένῳ. ἢ ἔν τινι εἰπών,1 ἀλλ’ οὐκ ἔν τισιν, ἐχώρισεν αὐτὸ κατὰ τοῦτο τοῦ ὅλου· τὸ γὰρ ὅλον τὸ ἐν τοῖς μέρεσιν οὐκ ἔν τινί, ἀλλ’ ἐν τισίν ἐστιν. Ἀποροῦσι δὲ οἱ περὶ τὸν Λούκιον καὶ τοῦτο πρὸς τὸ μὴ ὡς μέρος λέγεσθαι τὸ ἐν ὑποκειμένῳ. “εἰ γὰρ τὰ συμπληρωτικὰ τῆς οὐσίας, φασί, μέρη αὐτῆς εἶναι λέγομεν, συμπληροῖ δὲ ἁπλῶς μὲν τοῦ σώματος τοῦ αἰσθητοῦ τὸ εἶναι χρῶμα σχῆμα μέγεθος καὶ ἁπλῶς ποιότης καὶ ποσότης (ἄχρουν γὰρ καὶ ἀσχημάτιστον οὐκ ἂν εἴη σῶμα), τοῦδε δὲ τοῦ σώματος οἷον χιόνος λευκότης καὶ ψυχρότης, ἀνάγκη δυοῖν θάτερον,2 ἢ μὴ λέγειν ταῦτα ἐν ὑποκειμένῳ ἢ μὴ καλῶς ἀποφάσκεσθαι τῶν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρη εἶναι. πῶς δὲ καὶ ἐν ὑποκειμένῳ ὅλως τὰ συμπληρωτικὰ δυνατὸν λέγεσθαι; οὐ γὰρ ἡ Σωκράτους μορφὴ ἐν ὑποκειμένῳ ἐστὶν τῷ Σωκράτει, ἀλλ’ εἴπερ ἄρα,3 τὰ τοῖς ἤδη τελείοις ἔξωθεν ἐπεισιόντα, ταῦτα ἂν εἴη ἐν ὑποκειμένοις αὐτοῖς”. ταύτην δὴ τὴν ἀπορίαν λύων ὁ Πορφύριος “διττόν, φησίν, ἐστὶν τὸ ὑποκείμενον, οὐ μόνον κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀλλὰ καὶ κατὰ τοὺς πρεσβυτέρους· ἥ τε γὰρ ἄποιος ὕλη, ἣν δυνάμει καλεῖ ὁ Ἀριστοτέλης, πρῶτόν ἐστιν τοῦ ὑποκειμένου σημαινόμενον, καὶ δεύτερον, ὃ κοινῶς ποιὸν ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκός ἐστιν καὶ ὁ Σωκράτης τοῖς ἐπιγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. πολλὰ οὖν, φησίν, τῶν ἐγγινομένων ὡς μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ἐστίν, οἷον πᾶν χρῶμα καὶ πᾶν σχῆμα καὶ πᾶσα ποιότης ἐν ὑποκειμένῃ ἐστὶν τῇ πρώτῃ ὕλῃ, οὐχ ὡς μέρη αὐτῆς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι· ἐπὶ δὲ τοῦ δευτέρου ὑποκειμένου οὐ πᾶν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ, ἀλλ’ ὅταν μὴ συμπληρωτικαί εἰσι τῆς οὐσίας. τὸ γοῦν λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἐν ὑποκειμένῳ, ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος, καὶ ὑποκείμενον μᾶλλον ἐστιν κατὰ τὴν οὐσίαν. ὁμοίως δὲ καὶ ἡ θερμότης τῆς μὲν τοῦ πυρὸς οὐσίας μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ γίνεται τῷ σιδήρῳ, ἐπειδὴ καὶ γίνεται καὶ ἀπογίνεται ἐν τῷ σιδήρῳ ἄνευ τῆς τοῦ σιδήρου φθορᾶς. ὁ τοίνυν Ἀριστοτέλης τὸ δεύτερον ῥηθὲν ὑποκείμενον ἐνταῦθα λαβὼν τὸ κατὰ τὸ σύνθετον καὶ τὴν ἄτομον οὐσίαν, ὅπερ μήτε ἐν ὑποκειμένῳ εἶναί φησιν μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι, εἰκότως πᾶν τὸ μὴ οὐσιωδῶς ἐπ’ αὐτοῦ λεγόμενον, ἀλλὰ κατὰ τὸ συμβεβηκέναι, ἐν ὑποκειμένῳ τοῦτο εἶναί φησιν, ὥσπερ τὴν θερμότητα ἐν τῷ σιδήρῳ· τὰ δὲ συμπληρωτικὰ ὡς τὴν τοῦ πυρὸς θερμότητα τοῦ μὲν πυρὸς μέρος ἂν εἴποι, ἐν ὑποκειμένῳ δὲ τῇ ἀποίῳ ὕλῃ”. πρὸς δὲ ταύτην οἶμαι τὴν λύσιν εἰπεῖν εὔλογον, ὅτι εἰ τὸ ἐν ὑποκειμένῳ τοῦτο μόνον ἐστὶν τὸ γινόμενον καὶ ἀπογινόμενον, οὐκέτι ἐν δύο τούτοις τῷ τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ περιείληφεν πάσας τὰς κατηγορίας· εἰ γὰρ τὸ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν δηλοῖ, τὸ δὲ ἐν ὑποκειμένῳ μὴ πᾶσαν ποιότητα, ἀλλὰ τὴν ἐπείσακτον μόνην, οὐ πάντα ἂν εἴη τὰ γένη παρειλημμένα. ἢ χρὴ λέγειν ὅτι αἱ μὴ ἐπείσακτοι ποιότητες, ἀλλὰ συμπληρωτικαὶ τῆς οὐσίας, μέρη τῆς οὐσίας οὖσαι, καὶ αὐταὶ οὐσίαι εἰσὶν καὶ τῇ οὐσίᾳ συμπεριλαμβάνονται· τὰ γὰρ μέρη τῆς οὐσίας οὐσίαι κατὰ τὸν Ἀριστοτέλη. καὶ ἴσως διὰ τοῦτο τὴν οὐσίαν οὐκ εἶπεν ὑποκείμενον, ἀλλ’ οὐκ ἐν ὑποκειμένῳ, ἵνα καὶ τὰς τοιαύτας περιλάβῃ ποιότητας. Ἀποροῦσι δέ τινες καὶ περὶ τῆς εὐωδίας τοῦ μήλου καὶ τῶν ἐξατμιζομένων θυμιαμάτων. ἡ γὰρ εὐωδία συμβεβηκὸς οὖσα μεταβαίνει ὅμως ἐκ τοῦ μήλου καὶ τῶν θυμιαμάτων εἴς τε τὸν ἀέρα καὶ τὰ ἱμάτια, καὶ ἡ τοῦ μέλιτος γλυκύτης εἰς ὅλον τὸ μελίκρατον, καὶ σκορόδου καὶ ῥαφανίδος ἀλλοιωθέντων ἤδη ἐν τῇ γαστρὶ ἡ δυσωδία δήλη γίνεται τοῖς ὁμιλοῦσιν.
然而也许有人会说,在诸部分之中的整体既不是作为部分而存在,也不离开诸部分,因而它将会是在底层主体之中。或者说,[亚里士多德]说了“在某物之中”而未说“在某些事物之中”,正是以此将它与整体区别开来?因为在诸部分之中的整体并不是在某物之中,而是在某些事物之中。卢基乌斯一派针对在底层主体之中的事物被称为“不是作为部分”这一点,也提出了如下难题:“因为”,他们说,“如果我们说补足实体的诸事物是实体的部分,而感觉物体的存在断然被颜色、形状、大小以及简而言之的质和量所补足(因为无色且无形的物体是不可能存在的),而这特定物体(如雪)的[存在]则被白与冷所补足,那么二者必居其一:要么不说这些是在底层主体之中,要么对在底层主体之中的事物否定其作为部分是不妥当的。而且补足性的事物究竟如何能够根本被称为在底层主体之中呢?因为苏格拉底的形式并不是在苏格拉底这个底层主体之中;如果确实[有在底层主体之中的事物],那么那些从外部附加于已经完满之物的事物,这些才会是在作为底层主体的它们之中。”为了解决这一难题,波菲利说:“底层主体是双重的,不仅按照斯多亚派的看法,而且按照更古老的人们的看法亦是如此。因为无性质的质料——亚里士多德称之为潜能[存在]者——是底层主体的第一种意义;第二种意义则是共通地被赋予性质或特有地被赋予性质而确立者;因为青铜和苏格拉底对于在其上生出或依它们被述说的事物而言,也都是底层主体。因此,”他说,“生于其中的许多事物,相对于第一底层主体而言乃是在底层主体之中,例如一切颜色、一切形状和一切性质都是在第一质料这个底层主体之中,因为它们不是它的部分,且不可能离开它而存在;但在第二底层主体的情况下,并非一切颜色也并非一切性质都在底层主体之中,而只有当它们不是实体的补足部分时才是如此。无论如何,白在羊毛的情况下是在底层主体之中,但在雪的情况下则不在底层主体之中,而是作为部分补足了其实体,且在实体的意义上更是一个底层主体。同样,热是火的实体的一部分,但在铁之中则成为在底层主体之中的事物,因为它在铁中生起与消退,而铁并不毁灭。因此,亚里士多德在这里既然取了上述第二种底层主体,即依据复合实体与不可分实体的底层主体——他声称这种实体既不在底层主体之中,也不依任何底层主体而被述说——,他理所当然地称凡非本质地依它而被言说、而是依偶性而被言说的每件事物,都是在底层主体之中,就像铁之中的热一样;而对于像火的热这样的补足性事物,他会称之为火的部分,但却是在无性质质料这个底层主体之中。”然而对于这个解答,我认为可以合理地指出:如果在底层主体之中的事物仅仅是这种生起与消退之物,那么他就不再通过“在底层主体之中”与“不在底层主体之中”这两者包揽了所有的范畴;因为如果“不在底层主体之中”表示实体,而“在底层主体之中”表示的不是一切性质,而仅仅是外来的性质,那么所有的属就并未被全部包含进去。或者应当说,那些非外来的、而是补足实体的性质,由于是实体的部分,它们自身也是实体,并且与实体一同被包含在内?因为按照亚里士多德,实体的部分乃是实体。或许正是由于这个原因,他没有把实体称为“底层主体”,而是称为“不在底层主体之中”,以便将此类性质也包揽进去。有些人针对苹果的芳香和挥发熏香的香气也提出了难题。因为芳香虽然是偶性,却仍然从苹果和熏香转移到空气和衣物之中;蜂蜜的甜味转移到整个蜜水之中;大蒜和萝卜在胃中已经变质时,其恶臭便对同聚交谈的人显露出来。
- 1.7ἢ ἔν τινι εἰπών
句首的 ἢ 用于引出作者对前述异议(即诸部分之中的整体是否符合“在底层主体之中”的定义)的自主解答。省略的主语为亚里士多德,分词 εἰπών 依附于主动词 ἐχώρισεν,利用单数 τινί(“在某物之中”)与复数 τισίν(“在某些事物之中”)的语法单复数差异,作为将整体排除在定义之外的论据。
- 1.7ἀνάγκη δυοῖν θάτερον
系词 ἐστί 被省略的省略句。ἀνάγκη 作表语名词,δυοῖν θάτερον 作主语(或与后接的不定式短语同格),后接由 ἢ... ἢ... 引导的两个不定式短语(μὴ λέγειν... / μὴ καλῶς ἀποφάσκεσθαι...)具体阐发 θάτερον 的内容。被动(或中动)不定式 ἀποφάσκεσθαι 支配关系属格 τῶν ἐν ὑποκειμένῳ(“关于在底层主体之中的事物”)以及作宾语的冠词不定式对格短语 τὸ μὴ ὡς μέρη εἶναι(“不是作为部分而存在”)。
- 1.7ἀλλ’ εἴπερ ἄρα
在条件小词 εἴπερ ἄρα 之后省略了条件从句的主谓成分(例如 ἔστι τι ἐν ὑποκειμένῳ,“如果确实[有在底层主体之中的事物]”)。后接的中性复数主格短语 τὰ ... ἐπεισιόντα 作为主题前置,并通过复指代词 ταῦτα 被重新承接,作为主句动词 ἂν εἴη 的主语。
