- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:46.1-47.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德关于“在底层主体之中”的定义(1a24),梳理了“在某物之中”的多重含义,辨析了其与质料中形式的区别,并阐明了定义中限定短语(非作为部分、不可分离)的功能。
" Ἐν ὑποκειμένῳ δὲ λέγω ἕως τοῦ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου λέγεται." Αὐτὸς θεὶς τὸ ὄνομα τοῦ ἐν ὑποκειμένῳ εἰκότως τὸ λέγω προσέθηκεν. καὶ γένος μὲν τοῦ ἐν ὑποκειμένῳ τὸ ἔν τινι παρέλαβεν, τὰ δὲ ἐφεξῆς διαφορὰς τῶν ἔν τινι τῶν λοιπῶν χωριζούσας. πολλαχῶς γὰρ λέγεται τὸ ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς· ἢ γὰρ ὡς ἐν τόπῳ ὡς τὸ ἐν Λυκείῳ, ἢ ὡς ἐν ἀγγείῳ ὡς οἶνος ἐν τῷ ἀμφορεῖ, ἢ ὡς ἐν χρόνῳ ὡς ἐν τῇδε τῇ Ὀλυμπιάδι τὰ Πελοποννησιακά, ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ἡ χεὶρ ἐν τῷ ὅλῳ σώματι, ἢ ὡς ὅλον ἐν τοῖς μέρεσιν, ἢ ὡς ἐν τῷ γένει τὸ εἶδος οἷον ἐν τῷ ζῴῳ ὁ ἄνθρωπος (περιέχεται γὰρ ἐν αὐτῷ), ἢ ὡς ἐν τῷ εἴδει τὸ γένος (μετέχει γὰρ τὸ εἶδος τοῦ γένους, οἷον ὁ ἄνθρωπος τοῦ ζῴου), ἢ ὡς ἐν τέλει ὡς ἐν τῷ οἰκείῳ ἀγαθῷ πάντα, ἢ ὡς ἐν ὕλῃ τὸ εἶδος ὡς ἐν τῷ χαλκῷ ἡ τοῦ ἀνδριάντος μορφή, ἢ ὡς ἐν τῷ κινοῦντι, ἢ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων. ποῖον οὖν τοῦ ἔν τινι σημαινόμενον ἐφαρμόζει τῷ ἐν ὑποκειμένῳ; ὡς μὲν οὖν ὁ θεῖος Ἰάμβλιχος δοκεῖ λέγειν, τὸ ὡς ἐν ὕλῃ οἰκεῖόν ἐστιν τῷ ἐν ὑποκειμένῳ. λέγει δὲ τοῦτο τῷ Ἀριστοτέλει κατακολουθεῖν δοκῶν· αὐτὸς γὰρ ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως δηλῶν τὰ τοῦ ἔν τινι σημαινόμενα τὸ ὡς ἐν ὕλῃ καὶ τὸ ὡς ἐν ὑποκειμένῳ συνῆψεν εἰς ἓν εἰπὼν “ἔτι ὡς ἡ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ”, κατὰ κοινήν, ὡς ἔοικεν, μίαν τὴν μορφωτικὴν τοῦ ὑποβεβλημένου φύσιν, ὡς ἓν αὐτὴν λαβών.1 καὶ ἔστιν τὸ ἐν ὑποκειμένῳ δωδέκατον τοῦ ἔν τινι σημαινόμενον· πολλὴ γὰρ διαφορά ἐστιν τοῦ ὡς ἐν ὑποκειμένῳ πρὸς τὸ ὡς ἐν ὕλῃ. τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ ἐν οὐσίᾳ ἐστὶν καὶ ὡς ἐν οὐσίᾳ συνθέτῳ· σύνθετος δὲ ἐξ ὕλης καὶ εἴδους ἥ γε φυσικὴ οὐσία· τὸ δὲ ἐν ὕλῃ εἶδος ὡς ἐν ἀνειδέῳ καὶ μέρει οὐσίας. καὶ τὸ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι παρὰ τοῦ ὑποκειμένου λαμβάνει, τὸ δὲ εἶδος δίδωσιν τῇ ὕλῃ τὸ εἶναι· καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐ συμπληροῖ τὴν τοῦ συνθέτου οὐσίαν, ὡς δηλοῖ ὁ ὁρισμὸς αὐτοῦ, τὸ δὲ ἐν ὕλῃ συμπληροῖ. ἔτι δὲ λέγω ὅτι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ἐστιν καὶ ὑπὸ μίαν τινὰ τῶν ἐννέα κατηγοριῶν τελεῖ, τὸ δὲ εἶδος ὑπὸ τὴν οὐσίαν ἀνάγεται καὶ τὸ ὑποκείμενον. Ἀριστοτέλης δὲ ἐνταῦθα τὸ αἰσθητὸν λαβὼν καὶ τὸ τὶ οὐκ ἂν ἐν ὑποκειμένῳ τὸ ἐν τῇ ὕλῃ λέγοι. τὸ γὰρ τὶ καὶ τὸ τόδε οὐδὲ προσήκειν ὅλως τῇ ὕλῃ νομίζει· κἂν λέγῃ γὰρ καὶ τὴν ὕλην οὐσίαν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἀλλ’ οὐ τὴν κυρίως οὖσαν ἐκείνην φησίν· ἐν δὲ τούτοις τὴν πρώτην οὐσίαν καὶ σύνθετον καὶ ὑποκειμένην καλεῖ. καὶ αὐτὸς δὲ ὁ Ἰάμβλιχος προελθὼν ἐπέστησεν ὅτι ἄλλο τὸ ὡς ἐν ὕλῃ καὶ ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ. ἰστέον δὲ ὅτι ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς τὸ ἔν τινι εἰς ὀκτὼ διεῖλεν ὁ Ἀριστοτέλης, τοῦ μὲν ἐν χρόνῳ μηδὲ μνησθεὶς ὅλως, ἴσως μὲν διὰ τὸ μήπω τι περὶ τοῦ χρόνου εἰπεῖν, τὸ δὲ ἐν ὑποκειμένῳ συνάψας τῷ ἐν ὕλῃ· καὶ τὸ ἀγγεῖον δὲ καὶ τὸν τόπον συνῆψεν διὰ τὸ μήπω τότε τὴν διαφορὰν εἰρηκέναι. ἐπειδὴ οὖν τὰ ἔν τινι τὰ ἄλλα τὰ μὲν ὡς μέρη ἐστὶν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν,2 ὡς τὸ κυρίως μέρος τοῦ ὅλου καὶ τὸ εἶδος τοῦ γένους (ἢ γὰρ μέρος καὶ τοῦτο ἢ ὡς μέρος· ἀνεῖλεν δὲ καὶ τὸ ὡς μέρος ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἐν ὑποκειμένῳ, ἀλλ’ οὐχὶ τὸ μέρος μόνον· καὶ τὸ γένος δὲ τὸ κατατεταγμένον τοῦ εἴδους συμπληροῖ τὴν οὐσίαν αὐτοῦ ὡς ἐκ γένους καὶ διαφορῶν συγκειμένου καὶ γίνεται τὸ γένος μέρος τοῦ εἴδους καθάπερ τὸ εἶδος μετὰ τῆς ὕλης μέρος γίνεται τοῦ συνθέτου), τὰ δὲ μέρη μὲν οὐκ ἔστιν, χωρίζεται δὲ τῶν ἐν οἷς ἐστιν, ὡς τὰ ἐν τόπῳ καὶ ἐν ἀγγείῳ καὶ ἐν χρόνῳ καὶ τὰ ἐν τέλει (ἀποπίπτοντα γὰρ τοῦ ἐν ᾧ εἰσιν ἀγαθοῦ οὐκ ἔχει ἐν ᾧ ὑποσταίη, ἔστι δ’ ὅμως τινά, καὶ τὸ κινούμενον χωρισθὲν τοῦ κινοῦντος καὶ τὰ ἀρχόμενα τοῦ ἄρχοντος ὑποσταῖεν ἂν χωρὶς τοῦ κινοῦντος καὶ τοῦ ἄρχοντος), διὰ τοῦτο τῶν μὲν προτέρων ἐχώρισεν εἰπὼν τῶν μὴ ὡς μέρος ὄντων, τῶν δὲ δευτέρων διὰ τοῦ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν.
“所谓在底层主体之中,我是指……”直至“既不在底层主体之中,也不依底层主体而被言说。” 他自己设定了“在底层主体之中”这一名称,自然地添加了“我是指”。他将“在某物之中”作为“在底层主体之中”的属,而将其后的词句作为将其与其余各种“在某物之中”区别开来的种差。因为“在某物之中”有多种说法,至少有十一种说法:要么如在场所之中,像在吕克昂之中;要么如在容器之中,像双耳罐中的葡萄酒;要么如在时间之中,像在这一奥林匹亚周期的伯罗奔尼撒战争的事件;要么如整体之中的部分,像全身体之中的手;要么如诸部分之中的整体;要么如属之中的种,像动物之中的人(因为包含在其中);要么如种之中的属(因为种分有属,像人分有动物);要么如在目的之中,像万物在固有的善之中;要么如质料之中的形式,像青铜之中的雕像形态;要么如在推动者之中;要么如在统治者之中的被统治者之事。那么,“在某物之中”的哪一种意义适用于“在底层主体之中”?照神圣的扬布利柯似乎所言,“如在质料之中”适合于“在底层主体之中”。他是自以为遵循亚里士多德而如此说的;因为亚里士多德自己在《物理学》第四卷中阐明“在某物之中”的诸意义时,将“如在质料之中”与“如在底层主体之中”合而为一,说“此外,如冷热之中的健康,以及一般而言质料之中的形式”,看来他是依据塑造被奠基者的单一共通本性,将其视为一体。然而,“在底层主体之中”乃是“在某物之中”的第十二种意义;因为“如在底层主体之中”与“如在质料之中”存在很大差异。因为在底层主体之中的事物乃是在实体之中,且是在复合实体之中——至少自然的实体是由质料与形式组成的复合者——,而在质料之中的形式则是在无形式者之中,在实体的部分之中。且在底层主体之中的事物从底层主体获得存在,形式则赋予质料以存在;在底层主体之中的事物并不补足复合者的实体,正如其定义所表明的,而在质料之中的事物则补足其实体。此外我还说,在底层主体之中的事物是偶性,归属于九个范畴之一,而形式则被归入实体和底层主体之下。亚里士多德在这里既然取了感觉对象与个别物,便不会将质料之中的事物称为“在底层主体之中”。因为他认为个别物和“这个”根本不属于质料;因为即便他在《物理学》中也将质料称为实体,但他所说的并不是严格意义上存在的实体;而在这些地方,他将第一的、复合的且作为底层主体的实体称为[实体]。扬布利柯自己在后文中亦注意到,“如在质料之中”与“如在底层主体之中”是互不相同的。应当知道的是,在《物理学》第四卷中亚里士多德将“在某物之中”区分为八种,根本没有提及时间之中的事物,这或许是因为当时尚未对时间作任何说明;他将底层主体之中的事物与质料之中的事物合并,又由于当时尚未说明容器与场所的区别而将它们合并。因此,既然其他“在某物之中”的事物,有些是作为其所在之物的诸部分,如严格意义上的整体之部分,以及属的[作为部分的]种(因为这要么也是部分,要么相当于部分;但亚里士多德就“在底层主体之中”而言,不仅排除了部分,还排除了“相当于部分”;并且,与种并列配对的属补足了作为由属和种差构成者的种的实体,属成为种的部分,正如同形式与质料一道成为复合者的部分一样),而有些则不是部分,但能与其所在之物相分离,如在场所之中、容器之中、时间之中的事物,以及在目的之中的事物(因为当它们从其所在的善中脱离时,它们虽没有可在其中得以确立之所,但它们仍是某种事物;而且被推动者与推动者分离、被统治者之事与统治者分离时,亦可离开推动者与统治者而确立),正是因此,他通过说“属于不是作为部分而存在的事物”,将其与前者区别开来;又通过“不可能离开其所在之物而存在”,将其与后者区别开来。
- 1.7κατὰ κοινήν, ὡς ἔοικεν, μίαν τὴν μορφωτικὴν τοῦ ὑποβεβλημένου φύσιν, ὡς ἓν αὐτὴν λαβών
介词短语 κατὰ ... φύσιν 修饰前句中的动词 συνῆψεν(合而为一)。数词 μίαν 处于定冠词 τὴν 之前的述语位置,修饰 φύσιν,并与定语短语 τὴν μορφωτικὴν τοῦ ὑποβεβλημένου(“塑造被奠基者的”)连用。句末的 ὡς ἓν αὐτὴν λαβών 是以亚里士多德为逻辑主语的分词短语,补充说明将其视为单一整体的方式与理由。
- 1.7ἐπειδὴ οὖν τὰ ἔν τινι τὰ ἄλλα τὰ μὲν ὡς μέρη ἐστὶν... διὰ τοῦτο τῶν μὲν προτέρων ἐχώρισεν εἰπὼν τῶν μὴ ὡς μέρος ὄντων, τῶν δὲ δευτέρων διὰ τοῦ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν
文末的长句骨架由 ἐπειδὴ οὖν τὰ ἔν τινι τὰ ἄλλα(作为统括性的主格悬置论题)引导的原因从句构成,并通过 τὰ μὲν ... τὰ δὲ ... 将其余“在某物之中”的事物分为两组:其一是其所在之物的“部分(或相当于部分)”,其二为“非部分但可分离者”。主句为 διὰ τοῦτο τῶν μὲν προτέρων ἐχώρισεν...,其中两处说明语(分词短语 εἰπὼν τῶν μὴ ὡς μέρος ὄντων 与介词短语 διὰ τοῦ ἀδύνατον χωρὶς εἶναι...)分别对应于将“在底层主体之中”与前者(τῶν μὲν προτέρων)和后者(τῶν δὲ δευτέρων)区别开来的定义条款。
