← 辛普里丘

亚里士多德《范畴篇》注释

§44.1-45.32

基于底层主体的四分法及其组合规则

辛普里丘阐明了《范畴篇》第二章开头(1a20)的四分法,反驳了该段与前文脱节的观点,结合毕达哥拉斯式的数理缩减论证了在十范畴之前提出四项划分的合理性,通过组合方法解释了四项如何得出四种成立的结合(六种中排除两种矛盾组合),并说明了亚里士多德为何采用基于“底层主体”的素描式表述而非通行术语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἕως τοῦ ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ ἐστίν." Τισὶν ἔδοξεν τοῦτο τοῖς προειρημένοις μὴ ἀκολουθεῖν, διὸ καὶ ὑπομνηματικὸν ἔδοξεν τὸ σύγγραμμα. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἐπειδὴ περὶ τῶν ἁπλῶν καὶ γενικῶν λέξεων ἦν ὁ σκοπὸς τῶν τὰ ἁπλᾶ καὶ γενικὰ πράγματα σημαινουσῶν, πρὸ τοῦ τὴν εἰς τὰ πλεῖστα διαίρεσιν αὐτῶν ποιήσασθαι, φημὶ δὴ τὴν εἰς δέκα, ὧν οὐκ ἦν πλείονα εὑρεῖν,1 τὴν εἰς τὰ ἐλάχιστα προλαβεῖν ἐδοκίμασεν, ὧν οὐκ ἦν εἰς ἐλάττονα συστεῖλαι· καὶ γὰρ ἐπιστημονικὸν ἦν τοῦτο καὶ ἡ δεκὰς ἐν τῇ τετράδι περιέχεται· τὰ γὰρ ἓν δύο τρία τέσσαρα συνθέντες τὸν δέκα ποιοῦμεν· καὶ τὴν τετράδα πάλιν εἰς δυάδα συνεῖλεν. τὰ δὲ τέσσαρα ταῦτά ἐστιν οὐσία, συμβεβηκός, καὶ τὸ καθόλου καὶ τὸ κατὰ μέρος. τὰ γὰρ ὄντα διαιρεῖται διχῶς, εἴς τε τὰ καθ’ ἑαυτὰ εἶναι δυνάμενα καὶ μηδενὸς ἑτέρου δεόμενα πρὸς ὑπόστασιν, ἅπερ καὶ οὐσία καλοῦνται διὰ τὸ ἐξαρκεῖν ἑαυτοῖς πρὸς τὸ εἶναι, καὶ εἰς τὰ ἐν ἑτέροις ὑφεστῶτα, ἅπερ καὶ συμβεβηκότα λέγεται διὰ τὸ ἐν ἑτέροις συμβεβηκέναι, καὶ ἔχομεν εἰς δύο τῶν δέκα κατηγοριῶν τὴν διαίρεσιν· αἱ γὰρ ἐννέα συναιροῦνται ἐν τῷ συμβεβηκότι καὶ ἡ οὐσία πρώτη τῶν ἄλλων ἀπηρίθμηται. καὶ τούτων δὲ ἑκάτερον ἢ εἰς πλείονα τὰ ὑφ’ ἑαυτὸ δίδωσιν ἑαυτὸ ἢ εἰς ἓν μόνον, καὶ διὰ τοῦτο ἄλλη γίνεται συζυγία καὶ αὐτὴ γενικὴ τοῦ καθόλου καὶ τοῦ κατὰ μέρος. ὧν συμπλεκομένων ἀλλήλοις ἓξ μὲν αἱ πᾶσαι γίνονται συμπλοκαί, δυεῖν δὲ ἐν αὐταῖς ἀσυστάτων οὐσῶν τῶν τὰ ἀντιφάσκοντα συναγουσῶν,2 τῆς τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ, καὶ τῆς καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου, τὰς λοιπὰς τέσσαρας ὁ Ἀριστοτέλης ἐκτίθεται· ἢ γὰρ καθόλου οὐσία ἐστὶν ἢ συμβεβηκὸς μερικὸν ἢ καθόλου συμβεβηκὸς ἢ μερικὴ οὐσία. Ἀλλ’ ἐπειδὴ ὁ Ἀριστοτέλης δι’ ὀνομάτων ἀσυνηθεστέρων τὰ εἰρημένα ἐδήλωσεν, δεῖ ταῦτα μεταλαβεῖν εἰς τὰ ὑπὸ τοῦ φιλοσόφου λεγόμενα. τὸ μὲν οὖν συμβεβηκὸς ἐν ὑποκειμένῳ ἐκάλεσεν, διότι μὴ ὂν αὐτοκρατὲς ἑτέρου δεῖται πρὸς τὸ ἐν αὐτῷ εἶναι, τὴν δὲ οὐσίαν κατὰ τὴν τοῦ συμβεβηκότος ἀπόφασιν· ἐπειδὴ γὰρ ἀληθὲς εἰπεῖν ὅτι τὰ ὄντα ἢ αὐτοκρατῆ ἐστιν ἢ ἐν ἑτέροις ὑποκειμένοις τοῖς αὐτοκρατέσιν ἔχει τὸ εἶναι, ταὐτὸν δὲ εἰπεῖν, ἢ οὐσία εἰσὶν ἢ συμβεβηκότα, ὅσα μή εἰσιν συμβεβηκότα, πάντως οὐσίαι εἰσίν, καὶ ὅσα παρὰ τὰ ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ ἐστίν. πάλιν δὲ ἐπεὶ τὰ μὲν καθόλου ἐστίν, τὰ δὲ μερικά, καὶ οὐδὲν τῶν ὄντων ἐκφεύγει τὴν διαίρεσιν, καθόλου δέ ἐστιν τὰ πλειόνων κατηγορούμενα συνωνύμως, ὅπερ καθ’ ὑποκειμένου καλεῖ (τὸ γὰρ κατηγορούμενον οὕτως τοῦ οὐσιωδῶς ὑποκειμένου κατηγορεῖται), μερικὸν δὲ τὸ μὴ τοιοῦτον, εἰκότως τῇ ἀποφάσει τοῦ καθ’ ὑποκειμένου τὸ μερικὸν ἐσήμανεν. καίτοι ἐν ἄλλοις ἀντὶ τοῦ συμβεβηκότος χρῆται τῷ καθ’ ὑποκειμένου. Ἀλλ’ ἐπειδὴ τεσσάρων ὄντων τῶν συμπλεκομένων ἓξ ἐλέγομεν τὰς συμπλοκὰς γίνεσθαι, τὴν κοινὴν ἰστέον μέθοδον, καθ’ ἣν δυνατὸν εὑρίσκειν ὁσωνοῦν ὅρων δοθέντων πόσαι γίνονται αἱ σύνδυο αὐτῶν συμπλοκαί. δεῖ δὴ τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζειν καὶ τοῦ γενομένου τὸ ἥμισυ λαβόντα τοσαύτας λέγειν εἶναι τὰς συμπλοκάς. καὶ ἡ αἰτία τῆς μεθόδου δήλη· ἐπειδὴ γὰρ ἕκαστον πρὸς τὰ λοιπὰ πάντα σχέσιν ἔχει, καί εἰσιν αἱ σχέσεις μονάδι ἐλάττονες τῶν ὅρων, ἅτε μεταξὺ τῶν ὅρων οὖσαι, διὰ τοῦτο τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζομεν· ἵνα δὲ μὴ δὶς τὰς αὐτὰς σχέσεις λαμβάνωμεν, τήν τε τῆς οὐσίας τυχὸν πρὸς τὸ συμβεβηκὸς καὶ τὴν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν, τὸ ἥμισυ τῶν γενομένων λαμβάνομεν. Τί δήποτε δὲ μὴ κατὰ τὸ σύνηθες ἐχρήσατο τοῖς σημαινομένοις ὁ Ἀριστοτέλης, καθόλου οὐσίαν λέγων καὶ μερικὸν συμβεβηκὸς καὶ τὰ λοιπά; ἢ ὅτι δι’ ἐμφαντικωτέρων ὀνομάτων ὑπογραφὴν ἑκάστου παραδέδωκεν· τὸ γὰρ ἐν ὑποκειμένῳ εἶναι τὴν οὐσίαν τοῦ συμβεβηκότος παρίστησιν, ὥσπερ τὸ καθ’ ὑποκειμένου τὴν τοῦ καθόλου. καὶ εἰκότως δι’ ὑπογραφῆς αὐτὰ δεδήλωκεν· οὐ γὰρ ἦν γένη τῶν γενικωτάτων ἀποδοῦναι, ὥστε οὐδὲ ὁρισμούς. οἰκείως δὲ τῷ μὲν συμβεβηκότι τὸ ἐν ὑποκειμένῳ εἶναι ἀποδέδωκεν καὶ τῇ οὐσίᾳ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, τῷ δὲ καθόλου οὐκέτι τὸ εἶναι καθ’ ὑποκειμένου, ἀλλὰ τὸ λέγεσθαι· λέγεται γὰρ κατὰ τοῦ ὑποκειμένου, εἴτε ἐστὶν ἐν ὑποστάσει εἴτε μὴ ἔστιν. καίτοι κἂν ἀλλαχοῦ ὡς μὴ ὄντων τῶν καθόλου διαλέγηται,3 ἐν τούτοις ὡς ὄντα διαιρεῖται· τῶν γὰρ ὄντων φησίν. οὐκ ἔστιν δὲ διαίρεσις ἡ εἰς τὰ τέσσαρα κυρίως, ἀλλ’ ἀπαρίθμησις μᾶλλον, ὡς εἴ τις δεικνύων πλείονας ἀνθρώπους λέγοι· τούτων οἱ μέν εἰσιν Λακεδαιμόνιοι, οἱ δὲ Ἀργεῖοι’.

“在存在者中,有些依某个底层主体而被言说……”直至“因为某种特定的语法知识乃属于在底层主体之中的事物。” 在某些人看来,这似乎并未承接前文所言,因此该著作亦被视为备忘录式的。然而实情并非如此;相反,既然关于表示单纯且属的事物的单纯且属的词语乃是其目的,那么在将其划分为最多项之前——我指的是划分为十项,无法发现超出此数者——,他认为有必要预先采用划分为最少项的区分,即无法将其缩减为更少项的区分。因为这确实是符合科学的,且十数正包含在四数之中;因为我们将一、二、三、四相加便构成了十;而他又将四数缩减为二数。这四者即是实体、偶性、普遍与个别。因为存在者被划分为两种:其一为能够依其自身存在且无须任何他物便可自立者——由于它们在存在上足以自足,亦被称为实体;其二为在其他事物中得以确立者——由于它们在其他事物中发生,亦被称为偶性;这样我们便获得了将十个范畴区分为二的划分;因为其余九个被统括在偶性之中,而实体被列为其他诸项之首。并且这二者中的每一者,要么将自身赋予其下的多数事物,要么仅赋予单单一物,因此形成了另一对同属属级别的配对,即普遍与个别。当这些彼此结合时,总共产生六种结合;但由于其中将矛盾特征联结在一起的两种结合是不能成立的——即“在底层主体中且不在底层主体中”,以及“依底层主体且不依底层主体”——,亚里士多德便列出了其余四种:因为事物要么是普遍实体,要么是个别偶性,要么是普遍偶性,要么是个别实体。然而,既然亚里士多德是通过较为罕见的名称来表明上述内容的,就必须将这些转换为这位哲学家所使用的表述。于是,他将偶性称为“在底层主体中的”,因为偶性并非自立,需要他物以便存在于其中;而他通过对偶性的否定来指称实体。因为既然真实的是:存在者要么是自立的,要么是以其他自立者为底层主体并在其中获得存在——换言之,要么是实体,要么是偶性——,那么凡不是偶性者,无论如何皆是实体,凡排除在底层主体之中的事物之外者,皆是不在底层主体之中的。再次,既然有些是普遍,有些是个别,且存在者中无一逃脱这一划分,而普遍乃是依同名同义被述定于多数事物之物,他将此称为“依底层主体[言说]”(因为如此被述定者,乃是依本质性的底层主体而被述定),而个别则非此类事物,因此他自然通过对“依底层主体”的否定来表示个别。尽管在其他地方,他用“依底层主体”来代替偶性。 然而,既然我们曾说,当结合者为四项时产生六种结合,就应当知晓这一通用方法:据此,在给定任意数量的词项时,皆能求出它们两两结合的数量。即必须将列出的词项数目乘以比其小一的数,并取所得乘积之半,便可说结合有如此之多。且该方法的缘由是显而易见的:因为每一项皆与所有其余项发生关系,而诸关系由于存在于词项之间故比词项少一,正是因此,我们将列出的词项数目乘以比其小一的数;而为了使我们不重复计入相同的关系——例如实体的相对于偶性的关系与偶性的相对于实体的关系——,我们取所得乘积的一半。 究竟为何亚里士多德不按照惯例来使用这些所指,径称“普遍实体”、“个别偶性”等等?毋宁说是因为他通过更为鲜明的名称传授了各自的素描摹写;因为“在底层主体中存在”呈现了偶性的本质,正如“依底层主体”呈现了普遍的本质一样。而且他自然是通过素描摹写来表明它们的;因为无法为最高属给出属,从而亦无法给出定义。他恰切地将“在底层主体中存在”赋予偶性,而将“不在底层主体中存在”赋予实体;但对于普遍,他不再赋予“依底层主体而存在”,而是赋予“被言说”;因为无论它在独立现实中是否存在,它皆依底层主体而被言说。尽管在其他地方他论述时仿佛普遍并不存在,但在这些地方他却将它们作为存在者来划分;因为他说“在存在者中”。然而,划分为四项并非严格意义上的划分,而宁可说是一种列举,宛如某人指着多数人说道:“在这些人中,有些是拉栖代梦人,有些是阿哥斯人。”

语法注3 条
  1. 1.6ὧν οὐκ ἦν πλείονα εὑρεῖν

    关系代名词 ὧν 指涉先行词 δέκα(十),在比较级 πλείονα 之后充当比较属格(“无法发现比之更多的数目”)。随后 ὧν οὐκ ἦν εἰς ἐλάττονα συστεῖλαι 中的 ὧν 同样指涉 τὰ ἐλάχιστα(最少项)。

  2. 1.6δυεῖν δὲ ἐν αὐταῖς ἀσυστάτων οὐσῶν τῶν τὰ ἀντιφάσκοντα συναγουσῶν

    δυεῖν ... ἀσυστάτων οὐσῶν 是独立属格结构,表原因或条件。紧随其后的分词短语 τῶν τὰ ἀντιφάσκοντα συναγουσῶν 作为同格限定成分修饰 δυεῖν,意为“因为其中将矛盾特征组合在一起的两种组合是不成立的”。

  3. 1.6κἂν ἀλλαχοῦ ὡς μὴ ὄντων τῶν καθόλου διαλέγηται

    κἂν 为 καὶ ἐάν 的缩合,引导让步从句,支配虚拟语气动词 διαλέγηται。句中的 ὡς μὴ ὄντων τῶν καθόλου 是 ὡς 连同独立属格构成的结构,表示论述中的主观假设或视点(“仿佛普遍者并不存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:44.1-45.32