← 辛普里丘

亚里士多德《范畴篇》注释

§42.8-43.31

结合与非结合的多义性及其判定标准

辛普里丘探讨了“结合而言说”与“无结合”的多重含义,梳理了连词、偶性与实体的关系以及语法组合的诸种类型,确立了基于事物与思想的单一性或复合性的判定标准,并提及了阿尔库塔斯的先导论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

Ὧν αἱ μὲν κατὰ συμπλοκὴν λέγονται, αἱ δὲ ἄνευ συμπλοκῆς.1 πλεοναχῶς δὲ οὖν καὶ ἡ συμπλοκὴ λέγεται. συμπλέκεσθαι γάρ φασιν ἢ διὰ συνδέσμου ἢ κατὰ τὴν τῶν πραγμάτων συγγένειαν· καὶ διὰ συνδέσμου ἢ ἁπλῶς, ὅταν λέγωμεν ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν’, ἢ διὰ συμπλεκτικοῦ συνδέσμου, ὡς ὅταν εἴπωμεν ‘καὶ ἡμέρα ἐστὶν καὶ φῶς ἐστιν’· κατὰ συγγένειαν δὲ ἡ συμπλοκή, ὅταν τὰ συμβεβηκότα κατὰ τῶν οὐσιῶν λέγηται, ἐπειδὴ φύσιν ἔχει ἐν αὐταῖς ὑπάρχειν, εἴτε ὡς ποιὰ συμβέβηκεν εἴτε ὡς πῶς ἔχοντα, ὥσπερ τὸ δεξιὸν καὶ τὸ ὑποδεδέσθαι. καὶ γὰρ οὐσία μέν ἐστιν τὸ καθ’ αὑτὸ μόνον ὑπάρχον, συμβεβηκὸς δὲ τὸ ἐν ἄλλῳ γινόμενον· ἡ οὖν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν συμπλοκὴ τόν τε ὑποκείμενον ὅρον ὁρίζει ἐν τῇ προτάσει καὶ τὸ συμβεβηκὸς ὅπως ἔχει πρὸς αὐτὸν σημαίνει. ἐπειδὴ γὰρ ἦν μὲν καὶ καθ’ αὑτὸ λαβεῖν τὸ συμβεβηκός, ἦν δὲ καὶ τῷ ὑποκειμένῳ συντιθέναι, ἀμφοτέρως αἱ κατηγορίαι γίνονται. ὅταν μὲν γὰρ λέγω τὸ λευκὸν εἶναι, καθ’ αὑτὸ περιλαμβάνω τὸ λευκόν· ὅταν δὲ λέγω ὅτι τόδε λευκόν ἐστιν, οὐδὲν ἕτερον λέγω ἢ ὅτι τόδε λευκότητα ἔχει· τὸ οὖν εἶναι καὶ τὸ ἔχειν συνδέσμων ἔχει δυνάμεις· ἀλλὰ καὶ ὅταν τὰ γένη κατὰ τῶν ὑποκειμένων κατηγορῆται, τοῖς γενικοῖς ὡς συμβεβηκόσιν προσχρώμεθα, διόπερ συντιθέμενα διὰ τοῦ εἶναι ἢ τοῦ ἔχειν ὡς διὰ συνδέσμων τούτων συμπλέκεται. τρίτη δέ τίς ἐστιν συμπλοκὴ κοινῶς πᾶσα τῶν τοῦ λόγου στοιχείων σύνθεσις, ὁποία ποτ’ ἂν ᾖ αὐτή, ἐάν τε ὀνόματα συντιθῶμεν οἷον ‘ζῷον λογικὸν θνητόν’ ἐάν τε ῥήματα οἷον ‘περιπατεῖ καὶ διαλέγεται’, ἐάν τε ἐλλιπῆ ὥσπερ τὸ ‘Σωκράτους προϊόντος’ ἐάν τε αὐτοτελῆ ὥσπερ τὸ ‘ποῖ δὴ καὶ πόθεν’, ἐάν τε τὴν πρώτην τοῦ ῥήματος πρὸς τὸ ὄνομα σύζευξιν ποιώμεθα ὡς τὸ ‘Σωκράτης περιπατεῖ’. ὅπερ γὰρ ἐπὶ τῶν γενῶν τοῦ ὄντος εἶπεν ὁ Πλάτων, ὅτι τὰ μὲν κοινωνεῖν ἐθέλει πρὸς ἄλληλα, τὰ δὲ οὐδαμῶς συμμίγνυται, τοῦτο καὶ ἐπὶ τῶν τοῦ λόγου μορίων ἀληθὲς εἰπεῖν τῶν σημαντικῶν, ὅτι συμπλέκεται μὲν τὰ τῶν συνηρμοσμένων πραγμάτων δηλωτικά, οὐ συμπλέκεται δὲ τὰ σημαντικὰ τῶν κεχωρισμένων. ἐπειδὴ δὲ καὶ τῆς κοινωνίας τῶν ὄντων ἡ μὲν ἦν σύμφυτος, ἡ δὲ ἐπίκτητος, καὶ συμπλοκῆς διττὰ ἔσται εἴδη τὰ ἀνωτάτω, τό τε τῶν συμβεβηκότων ὡς ἐνυπαρχόντων καὶ τῶν διὰ συνδέσμου συνταττομένων ὡς ἔξωθεν τὸ ἓν ἐχόντων. τὸ δὲ ὡς συμβεβηκὸς συνταττόμενον, ἢ ῥῆμα ὄν, ὡς τὸ τρέχει, νικᾷ, ἢ μετὰ ῥήματος κατηγορούμενον,2 ὡς τὸ ‘ἄνθρωπός ἐστιν’ (καὶ γὰρ καὶ τὸ τρέχει εἰς τὸ ‘τρέχων ἐστίν’ ἀναλύεται)· πανταχοῦ οὖν ῥήματος ἐνόντος καὶ χρόνος προσδηλοῦται, οὐ συσσημαίνων ὅτι ἄμφω ἐν ἑνὶ χρόνῳ οὐδὲ ὅτι πρότερον τὸ ἕτερον,3 ἀλλὰ τὴν τοῦ συμβεβηκότος μόνην πρός τε τὸ ὑποκείμενον καὶ τὸν χρόνον σχέσιν παρίστησιν· τοῦτο δὲ ἐπειδὴ κατὰ χρόνον παραγίνεται καὶ ἀπογίνεται τὰ κυρίως συμβεβηκότα, ὡς εἴγε ἦν ἀχώριστα πρὸς τὴν οὐσίαν καὶ ἀϊδίως ὑπάρχοντα, οὐκ ἂν χρόνος προσεσημαίνετο· κἂν γὰρ λέγωμεν ὅτι ὁ νοῦς νοεῖ, τὸ χρονικὸν ἡμεῖς προστίθεμεν. τὰ δὲ κατὰ συμπλοκὴν λεγόμενα καὶ τὰ ἄνευ συμπλοκῆς ἀνευρήσομεν τῇ φύσει τῶν πραγμάτων ἀκολουθοῦντες καὶ τῇ τῶν νοημάτων διαφορᾷ. ὅταν μὲν γὰρ ἓν ᾖ τὸ πρᾶγμα καὶ τὸ νόημα ἕν, ἁπλοῦν ἔσται τὸ λεγόμενον καὶ ἄνευ συμπλοκῆς, κἂν πλείονες αἱ λέξεις δοκῶσιν, ὡς ἐπὶ τοῦ Νεάπολις ἢ ἀγαθοδαίμων· ἓν γὰρ τὸ σημαινόμενον. ὅταν δὲ καὶ τὰ πράγματα πλείω καὶ τὰ νοήματα, κἂν μία ἡ λέξις ᾖ, μετὰ συμπλοκῆς εἶναι φήσομεν αὐτά, ὡς τὸ ζῶ, προσεννοεῖται γὰρ τὸ ἐγώ, καὶ τὸ ὕει, δηλοῦται γὰρ ὅτι ὁ Ζεύς. Ἀρχύτας μέντοι τοῦ τῶν κατηγοριῶν ἀρχόμενος βιβλίου ἤτοι τῶν καθόλου λόγων περὶ λόγου διδάσκει πρῶτον καὶ τοῦτον ἐν διανοίᾳ καὶ λέξει περιέλαβεν, καὶ τὴν μὲν σημαίνουσαν εἶπεν εἶναι λέξιν, τὴν δὲ σημαινομένην διάνοιαν, τά τε ἁπλᾶ καὶ σύνθετα καὶ τὰ τέλεια καὶ ἐλλιπῆ διωρίσατο, καὶ ἀφ’ ὧν δεῖ τά τε κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς δοκιμάζειν ἐδίδαξεν.

在这些[词语]中,有些是结合而言说的,有些则是无结合的。然而,“结合”本身确也是在多种意义上被言说的。因为人们说,结合要么是通过连词,要么是根据事物的亲缘性;通过连词的结合,要么是简单地,如当我们说“如果是白天,就有光”时,要么是通过结合连词,如当我们说“既是白天而且有光”时;而根据亲缘性的结合,则是当偶性依实体而被言说时,因为偶性天生存在于它们之中,无论它是作为性质发生,还是作为某种处于特定状态者发生,诸如“在右边”和“穿着鞋”。因为实体乃是唯独依其自身存在者,而偶性乃是在另一者中生成者;因此,偶性与实体的结合,不仅在命题中规定了底层的词项,而且表示偶性与该词项具有何种关系。因为既然既可以单独把握偶性,也可以将其与底层主体相结合,所以范畴述定便以两种方式发生。因为当我言说白物存在时,我是单独把握白;但当我言说这个是白的,我所说的无非是这个具有白;因此,“是”与“具有”具有连词的效能。不仅如此,当各个属依底层主体被述定时,我们将属的事物当作偶性来转用,正是因此,它们在通过“是”或“具有”相组合时,便如同通过这些连词一般被结合起来。第三种结合泛指语句要素的所有组合,无论它是何种组合,无论我们组合名词如“有理性的会死的动物”,还是组合动词如“漫步且交谈”,还是残缺的表达如“在苏格拉底前行时”,还是完整的表达如“究竟往何处去,从何处来”,亦或我们建立动词与名词的最初联结如“苏格拉底漫步”。因为正如柏拉图就存在的各个属所说的那样,有些愿意彼此交往,而另一些则绝不混合,这在语句的具有指称意义的各个部分上也可以真实地说:指明彼此相合的事物的词语得以结合,而表示分离的事物的词语则不被结合。既然存在者的交往有的是天生的,有的是后天的,那么结合的最高种也将是双重的:即作为内在者的偶性的结合,以及通过连词组合、从外部具有统一性者的结合。而作为偶性被组合者,要么本身是动词,如“奔跑”、“获胜”,要么是连同动词一起被述定,如“是人”(因为“奔跑”亦可分解为“是奔跑着的”);因此,由于动词无处不在,时间亦被附加表示——[时间]并非共同指称二者处于同一时间,亦非表示某一者在先,而唯独呈现偶性相对于底层主体及时间的关系;这是因为严格意义上的偶性乃是随时间而产生和消逝的,假若它们与实体不可分离且永恒存在,时间便不会被附加表示;因为即使我们说“理智在理解”,时间性也是我们所附加的。而我们将通过顺应事物的本性以及思想的差异,发现结合而言说者与无结合者。因为当事物为一且思想为一时,所言者将是单纯且无结合的,即使词语看似有多项,如在“那不勒斯”或“善神”的情形中;因为所表示者为一。而当事物有多项且思想亦有多项时,即使词语只有一项,我们也将称它们是带有结合的,如“活着”,因为“我”在思想中被额外领会,又如“下雨”,因为表明了是“宙斯”[在降雨]。然而,阿尔库塔斯在开始《范畴篇》即《普遍论述》一书时,首先对语句进行教导,将之囊括于思想与词语之中,并说词语是表示者,思想是被表示者,区分了单纯者与复合者、完全者与残缺者,并指明了应当根据什么来检验结合而言说者与无结合者。

语法注3 条
  1. 1.5Ὧν αἱ μὲν κατὰ συμπλοκὴν λέγονται, αἱ δὲ ἄνευ συμπλοκῆς.

    关系代词 ὧν 为阴性复数,先行词为前一语块末尾出现的“具有指称意义的词语”(αἱ λέξεις αἱ σημαντικαί)。因此主语 αἱ μέν ... αἱ δέ 亦当补充理解为指代词语(λέξεις)。

  2. 1.5τὸ δὲ ὡς συμβεβηκὸς συνταττόμενον, ἢ ῥῆμα ὄν, ὡς τὸ τρέχει, νικᾷ, ἢ μετὰ ῥήματος κατηγορούμενον

    中性单数主语短语 τὸ ... συνταττόμενον 带有分词(ἢ ῥῆμα ὄν ... ἢ ... κατηγορούμενον),但后文紧接着出现了 πανταχοῦ οὖν ῥήματος ἐνόντος ...,在句法上构成了主语悬空(破格结构/anacoluthon)。最自然的读法是补充系动词 ἐστί,理解为“作为偶性被组合者,要么是动词……要么是连同动词一起被述定”。

  3. 1.5οὐ συσσημαίνων ὅτι ἄμφω ἐν ἑνὶ χρόνῳ οὐδὲ ὅτι πρότερον τὸ ἕτερον

    阳性单数分词 συσσημαίνων 的语法主语是主句的主语“时间”(χρόνος),而非前面属格独立结构中的 ῥήματος。这里在句法上将“时间”本身拟人化地作为共同表示的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:42.8-43.31