← 辛普里丘

亚里士多德《范畴篇》注释

§436.14-437.34

“具有”的八种含义与该章的编排意图

辛普里丘注解了亚里士多德在《范畴篇》第15章关于“具有”的多种含义(八种含义)的划分,解释了这为何是对日常用法的分类而非作为范畴的“具有”的属种划分,以及为何被置于全书末尾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1#1

" Τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται ἕως τοῦ τέλους." Καὶ περὶ τοῦ ἔχειν εἰκότως διδάσκει, διότι περὶ τῶν γενῶν διαλεγόμενος τὸ γένος τοῦτο συντόμως παρῆλθε· τελευταῖον δὲ τέθεικεν αὐτό, διότι καὶ ἐν τοῖς γένεσι τελευταίαν αὐτῷ τάξιν αὐτὸς ἀποδέδωκε, τοῦ Ἀρχύτου μετὰ τὰς τέσσαρας τὰς πρώτας τὴν τοῦ ἔχειν κατηγορίαν τάξαντος, ὡς εἴρηται. λέγει δὲ ὁμώνυμον εἶναι τὸ ἔχειν καὶ ὀκταχῶς λέγεσθαι. ὅ τε γὰρ ποιὸς καθ’ ὁτιοῦν, εἴτε κατὰ ἕξιν εἴτε κατὰ διάθεσιν εἴτε κατὰ σχῆμα ἢ χρῶμα δηλονότι ἢ πάθος ὁποιονοῦν ἄν, ἔχειν λέγεται τὴν ποιότητα, καθ’ ἣν ἐστι ποιός, καὶ ὁ πεποσωμένος λέγεται ἔχειν ποσότητα, οἷον τετράπηχυ μέγεθος. “καὶ ὁ ὀκτώ, φησὶν Ἰάμβλιχος, ἔχων οἰκέτας λέγεται ὑπὸ ὀκτὼ δουλεύεσθαι”· μήποτε δὲ τοῦ † ζῴου τοῦτό ἐστι σημαινόμενον τοῦ ὡς κτήματος. λεγόμεθα δὲ καὶ τὰ περὶ τὸ σῶμα ὅλον ἔχειν, ὡς ἱμάτιον, οὐκ ἀναγκαίου ὄντος τοῦ πᾶν τὸ σῶμα περιβεβλῆσθαι, τὸ μεῖζον δὲ πάντως, ἵνα οὕτως ἀληθεύῃ ὡς ἐπὶ ὅλου.1 ἔτι λέγεται ἔχειν τὸ ἐν μορίῳ, ὥσπερ περιδέραιον ἢ ψέλλιον ἢ δακτύλιον. ἔτι δὲ καὶ τὰ μόρια ἔχειν λεγόμεθα, ὡς χεῖρας καὶ πόδας. καὶ τὸ ἐν ἀγγείῳ ἀποκεῖσθαί τι· ἔχειν γὰρ λέγεται ὁ μέδιμνος τοὺς πυροὺς καὶ τὸ κεράμιον τὸν οἶνον. καὶ τὸ ὡς κτῆμα δέ, ὡς ἀγρὸν ἔχειν λεγόμεθα καὶ οἶκον. τὸ δὲ γυναῖκα ἔχειν τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἄνδρα ἀλλοτριώτατον εἶναί φαμεν, καὶ ὅτι ἀντιστρέφει (οὐδὲν γὰρ μᾶλλον ἔχει ἢ ἔχεται)2 καὶ ὅτι τὸ ἔχειν τοῦτο τὸ συνοικεῖν σημαίνει· καὶ γὰρ καὶ Ὅμηρος τάττει τὸ ἔχειν ἐπὶ τοῦ οἰκεῖν· οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα οἳ δ’ ἔχον Ἀρκαδίην. ἴσως δέ, φησί, καὶ ἄλλοι τρόποι εὑρεθεῖεν τοῦ ἔχειν· καὶ γὰρ αὐτὸς ἐν τοῖς Μετὰ τὰ φυσικὰ ἐζήτησε καὶ ἐγὼ αὐτοῦ ἐμνήσθην ἐν τῇ τοῦ ἔχειν κατηγορίᾳ. Ζητητέον δέ, πῶς τὴν διαίρεσιν τοῦ ἔχειν ὡς πολλαχῶς λεγομένου πεποίηται (εἰ γὰρ τοῦτο, πῶς γένος τὸ ἔχειν;) καὶ ἔτι μέντοι δι’ ἣν αἰτίαν ἐπὶ τῷ τέλει ταύτην τὴν διαίρεσιν παραδέδωκε καὶ οὐκ ἐν τῇ τοῦ γένους τάξει. ἀλλ’ ὅτι μὲν οὐχὶ τὸ ὡς γένος ἐστὶ τὸ νῦν διαιρούμενον, δῆλον. ἐκείνου μὲν γὰρ παραδείγματα ἐπῆγε τὸ ὑποδέδεται, τὸ ὥπλισται, τὰ δὲ ἐνταῦθα τῇ αὐτῇ κατηγορίᾳ ὑποτάσσεται, ᾗ καὶ τὰ ἐχόμενα· ὁ γὰρ ποιότητα ἔχων ποιός ἐστι καὶ ὁ ποσότητα ἔχων ποσός ἐστι. ἔτι δὲ οὐδὲ ἄνευ συμπλοκῆς ταῦτα ἔχειν ἐστί· τὸ γὰρ ἐν μορίῳ ἔχειν ἢ μόριον ἔχειν μετὰ συμπλοκῆς, καὶ τὸ περιέχειν δὲ ἀψύχως, ὅθεν οὐχ ὡς ὁ μέδιμνος καὶ ὁ κέραμος περιέχει, ἀλλὰ τὸ κυρίως ἔχειν ἄνευ συμπλοκῆς, ὥσπερ τὸ ὥπλισται καὶ ὑποδέδεται καὶ ἠμφίεσται, ἅπερ ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τρόπῳ μόνῳ περιέχεται. οἷς οὖν εἴωθε τὸ ἔχειν συντάττεσθαι καὶ ὧν κατηγορεῖσθαι, ταῦτα ἀπηριθμήσατο, ἀλλ’ οὐ τὴν τοῦ γένους λεγομένου ἔχειν διαίρεσιν ἐποιήσατο, εἰ μὴ ἄρα καὶ τὸ λελευκάνθαι καὶ τὸ μεμεγεθύνθαι οὐδὲν κωλύει δι’ ἑνὸς ὀνόματος εἰπεῖν,3 καὶ τὰ ἄλλα δέ, κἂν μὴ κεῖται ὀνόματα. μήποτε οὖν ἐπιμνησθῆναι τῶν πρότερον εἰρημένων κάλλιον, ὅτι ἡ τοῦ ἔχειν κατηγορία σώματος ἦν ἐπικτήτου περὶ ζῴου σῶμα περίθεσις ἐμφαίνουσα τὴν τοῦ ἔχοντος κράτησιν· τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰ ἀσώματα ἀποκριθήσεται καὶ τῶν σωμάτων τά τε μεριστὰ καὶ τὰ ἀπεσπασμένα καὶ τὰ τοῖς ἀψύχοις περικείμενα. εἰκότως δὴ οὐκ ἐν ἐκείνῳ τῷ τόπῳ ἀλλ’ ἐπὶ τέλει τὴν διαίρεσιν πεποίηκεν. “Οὐ διεῖλε δέ, φησὶν Ἰάμβλιχος, εἰς εἴδη τὸ κατὰ τὸ γένος ἔχειν, διότι ὁμοίως ἂν αὐτὸ διεῖλε τῷ ποιεῖν καὶ τῷ πάσχειν καὶ τῷ κεῖσθαι.

“‘具有’以多种方式被言说……直至结尾。” 他合乎情理地也就“具有”施教,因为在讨论诸属时他简略地略过了这一属;而他将其置于最后,是因为他本人在诸属中也将最后的位次赋予了它,尽管正如已经说过的,阿尔库塔斯在最初四个之后排列了“具有”的范畴。他说“具有”是同名异义的,且有八种言说方式。因为依任何事物而具有性质者,无论是依状态、依素质、依形状,还是显然依颜色或任何一种受动性质,都被说成“具有”他借以具有该性质的性质,而具量者则被说成“具有”数量,例如四肘尺的大小。“而拥有八个仆人者,”扬布利柯说,“被说成由八人服侍。”但或许这是作为财产在动物意义上的含义。我们也被说成“具有”围绕整个身体之物,如披风,并不必要覆盖整个身体,但无论如何必须覆盖绝大部分,以便像关于全体那样合乎事实。此外,〔人〕被说成“具有”位于部分之上的东西,如项链、手镯或戒指。再者,我们也被说成“具有”身体的部分,如手和足。以及某物储存于容器中;因为斗被说成“具有”小麦,陶罐被说成“具有”酒。还有作为财产,如我们被说成“具有”田地和房屋。但男子“具有”妻子、妻子“具有”丈夫,我们认为这是最疏离的,既因为它是互换的(因为他具有并不比被具有更多),也因为这种“具有”意味着同居;因为荷马也将“具有”用于“居住”:“他们具有(居住于)低洼的拉刻代蒙,他们具有阿卡迪亚”。他说,或许还能发现“具有”的其他方式;因为他本人在《形而上学》中探讨过,而我在“具有”的范畴中也提到了它。但应当探究的是,他如何将“具有”作为多义被言说之物进行了区分(因为若是如此,“具有”怎会是一个属?),以及究竟出于何种原因他在末尾传授了这一区分,而不是在属的位次中传授。然而,现在被区分的并不是作为属的那个,这是显然的。因为对于那个属,他引用的例子是“穿着鞋”、“全副武装”,而此处的例子则隶属于与被具有之物相同的范畴;因为具有性质者是具质的,具有数量者是具量的。再者,这些甚至不是无结合的“具有”;因为在部分中具有或具有部分是伴随结合的,而无灵魂地包容——因此并不像斗和陶罐那样包容——但本义的“具有”是没有结合的,正如“全副武装”、“穿着鞋”和“披着衣裳”,这些仅仅包含在第三和第四种方式中。因此,对于“具有”惯常与之搭配并作为其述谓的那些事物,他进行了列举,但并没有对被称为属的“具有”进行划分——除非确实没有任何东西阻止用单一名称说出“变白了”和“变大了”,以及其他情况,即便尚未确立名称。或许,回忆先前所说的会更好,即“具有”的范畴是围绕动物身体附着外来身体并显明具有者的支配;因为依这一界定,非物体的事物将被排除,物体中被分割的、被分离的以及围绕无灵魂之物的事物也将被排除。因此,他不是在那个地方而是在末尾进行了这一区分,这是合乎情理的。“他并没有将依属而言的‘具有’划分为诸种,”扬布利柯说,“因为那样他就会像划分施事、受事和位置一样来划分它了。”

语法注3 条
  1. 15.1οὐκ ἀναγκαίου ὄντος τοῦ πᾶν τὸ σῶμα περιβεβλῆσθαι, τὸ μεῖζον δὲ πάντως, ἵνα οὕτως ἀληθεύῃ ὡς ἐπὶ ὅλου

    在独立属格结构(οὐκ ἀναγκαίου ὄντος τοῦ...)中,后半句 τὸ μεῖζον δὲ πάντως 补足了省略的不定词 περιβεβλῆσθαι(或谓语表达 ἀναγκαῖον εἶναι / ἀρκεῖν):“整个身体被覆盖并不是必需的,但无论如何绝大部分[必须被覆盖/就足够了]”,ἵνα 从句说明其目的与结果。

  2. 15.1οὐδὲν γὰρ μᾶλλον ἔχει ἢ ἔχεται

    使用习惯表达 οὐδὲν μᾶλλον... ἤ(“不比……更多/同样是……”),解释了为何夫妻之间的具有是可互换的(ἀντιστρέφει):丈夫具有妻子并不比被妻子具有更多,表明这是一种对称和双向的关系。

  3. 15.1εἰ μὴ ἄρα καὶ τὸ λελευκάνθαι καὶ τὸ μεμεγεθύνθαι οὐδὲν κωλύει δι’ ἑνὸς ὀνόματος εἰπεῖν

    短语 εἰ μὴ ἄρα(“除非确实……”)引出反讽或荒谬的推论。辛普里丘论证亚里士多德在此只是列举日常语言的述谓搭配而非对“具有”之属进行种的划分;否则的话,就没有任何东西阻止人们把“变白了”(质)或“变大了”(量)用单一名词表达并算作具有的种了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:436.14-437.34