← 辛普里丘

亚里士多德《范畴篇》注释

§435.1-436.12

关于运动范畴限定的疑难与静止的分类

辛普里丘提出了一个疑难:既然十个范畴中都有变化发生,为何亚里士多德等人仅将运动与变化限定在四个范畴中;他引用塞奥弗拉斯特的论述为自己的看法辩护,随后介绍了斯多亚派关于留存、静止与不动等概念的术语区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.2#3

Καὶ ἐκεῖνο δὲ μὴ παρῶμεν ζητεῖν, διὰ τί μεταβολῆς οὔσης ἐν τοῖς γενητοῖς πράγμασι καθ’ ἑκάστην τῶν κατηγοριῶν κατὰ τὰς τέσσαρας μόνας ἀφωρίσαντο τὰς μεταβολάς, οὐσίαν, ποσόν, ποιὸν καὶ ἔτι τὸ ποῦ. τί γὰρ οὐχὶ καὶ κατὰ τὸ ποτὲ μεταβάλλομεν, ὅταν ἐκ νέων παλαιοὶ καὶ ἐκ παίδων γινώμεθα πρεσβῦται, κατὰ δὲ τὰ πρός τι, ὅταν ἐξ ἐχθρῶν φίλοι καὶ ἐξ ἀριστερῶν δεξιοὶ καὶ ἐξ ἀνίσων ἴσοι; κατὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν πρόδηλον ὅπως εἰς τὰ ἐναντία ἑκάστοτε μεθιστάμεθα. καὶ τὸ κεῖσθαι δὲ πολλὰς λαμβάνει μεταβολάς· μαρτυρεῖ δὲ ἡ κλίνη, καὶ μάλιστα δὲ ἐπὶ τῶν ῥιπταζομένων. ἔχοντες δὲ πολλάκις δακτύλιον ἢ ὡπλισμένοι οὐ μεταβάλλομεν εἰς τὸ μὴ ἔχειν ἢ ἄλλα ἀντὶ τούτων ἔχειν; διὰ τί οὖν ἀπὸ μὲν τοῦ κάτω τόπου εἰς τὸν ἄνω καὶ ἀπὸ λευκοῦ χρώματος εἰς μέλαν διὰ κινήσεως μεταβαίνομεν, ἐπὶ δὲ τῶν εἰρημένων μεταβολῶν οὐκέτι κινήσεων τίθεμεν εἴδη; οὐδὲ γὰρ ἐρεῖ τις οἶμαι ὑπὸ τὰ τέσσαρα εἴδη τῶν μεταβολῶν καὶ τὰ εἰρημένα ἀνάγεσθαι, ἐπεὶ οὕτω γε καὶ τὰς κατηγορίας τὰς ἓξ ὑπὸ τὰς τέσσαρας ἀνάξει. ὃ δὲ μάλιστα θαυμάζω, πῶς κατὰ τόπον κίνησιν ἰδόντες κατὰ χρόνον οὐκ ἐθεάσαντο; εἰ μὴ ἄρα ὁ κίνησιν χρόνου τιθεὶς καὶ χρόνον χρόνου λέγειν ἀναγκασθήσεται.1 πῶς δὲ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Φυσικῆς σαφῶς εἰπὼν “ὥστε κινήσεως καὶ μεταβολῆς ἔστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος”, ὅμως καὶ ἐν τῷ πέμπτῳ τῆς πραγματείας ἐκείνης καὶ ἐνταῦθα οὐκέτι δέκα ἀλλὰ τέσσαρα εἴδη κινήσεως ἀπαριθμεῖται; ἐπειδὴ δὲ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως καὶ τὰς αἰτίας ἀποδιδόναι προτίθεται ὁ Ἀριστοτέλης, δι’ ἃς ἐν τοῖς ἄλλοις γένεσιν οὔ φησιν εἶναι κίνησιν ἢ μεταβολήν, πρὸς μὲν ἐκείνους τοὺς ἀπολογισμοὺς ἐπειράθην τι λέγειν ἐν ταῖς εἰς ἐκείνην τὴν πραγματείαν σχολαῖς, ἵνα δὲ μὴ τολμηρόν τις ἡγῆταί με λίαν, “ἀκράντως γαρυόμενον Διὸς πρὸς ὄρνιχα θεῖον”2 κατὰ Πίνδαρον, ἐθέλω καὶ τὸν ἄριστον τῶν αὐτοῦ μαθητῶν τὸν Θεόφραστον ἐπιδεῖξαι ταῖς ἐμαῖς ὑπονοίαις συμψηφιζόμενον. λέγει γὰρ ἐν τῷ πρώτῳ τῶν Φυσικῶν οὕτως· “περὶ δὲ κινήσεως τὸν μὲν κοινὸν καὶ καθόλου λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν, ὃ καὶ διὰ τῆς αἰσθήσεως σχεδὸν φαίνεται”. ἀλλὰ ταῦτα μὲν κατὰ τῆς πολλῆς συνηθείας τῶν φιλοσόφων ἠπορημένα ἀκριβεστέρας καὶ παρ’ ἡμῶν καὶ παρ’ ἄλλων τυγχανέτω ζητήσεως· μήποτε δὲ οὐδὲ ἀπορίας ἄξια τυγχάνουσιν. Οἱ μέντοι Στωικοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν μὲν γὰρ μὴ ἂν ῥηθῆναι πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον· τὸ γὰρ κατεσχηκὸς μεμενηκέναι λέγομεν. “χρώμεθα δέ, φασί, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἠρεμεῖν, φασί, μήποτε ζῴων ἐστὶ σύμπτωμα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ δὲ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται”.

我们也不要忽略探讨这一点:既然在生成的事物中依每一范畴都存在变化,他们为何只依四者——实体、数量、性质以及处所——限定了诸变化?因为,当我们从年轻变老,从孩童变为长者时,难道我们不也依“何时”而变化吗?而依“关系”,当我们从仇敌变为朋友、从左变为右、从不相等变为相等时[难道不是变化吗]?依“施事”与“受事”,我们如何屡屡移转到相反者中,这是显而易见的。并且“位置”也接受许多变化;卧榻为此作证,特别是在那些辗转反侧者之中。此外,我们屡屡戴着戒指或全副武装,难道不会变化为不具有或具有其他事物以替代这些吗?那么,为何从下方的处所到上方的处所、从白色到黑色是通过运动而过渡,但在所述的诸变化中,我们却不再设立运动的种呢?因为我想,谁也不会说所述的这些也归结在变化的四种种下,因为这样一来,他也至少会将这六个范畴归结在四个范畴之下了。而我最为惊异的是,他们既然看到了依处所的运动,又怎会没有观察到依时间的运动呢?除非主张时间的运动者,也将被迫说出时间的时间。并且亚里士多德本人在《物理学》第三卷中明确说过“因此运动与变化的种与存在的种一样多”,为何在该著作的第五卷和此处,却不再数出十种、而是数出四种运动的种呢?但由于亚里士多德在《物理学讲演录》第五卷中也打算给出原因,解释为何在其余各属中他说不存在运动或变化,因此对于那些辩解,我在该论著的讲义中曾尝试说过一些;但为了不让人认为我过于大胆,如品达所说“对着宙斯神圣的鸟徒然啼叫”,我也想表明他最优秀的学生塞奥弗拉斯特对我的揣测投赞成票。因为他在《物理学》第一卷中这样说:“关于运动,给出共同且普遍的定义,并说它是潜在存在者作为如此存在者依范畴的每一属而言的某种不完全的现实活动,这并不困难,而这甚至通过感觉也是几乎显然可见的。”但是,这些违背哲学家们普遍惯常说法而提出的疑难,不妨在我们和其他人那里得到更精确的探讨;或许它们甚至根本不值得怀疑。 然而斯多亚派认为,留存、静止、安歇、不动、保持不动彼此是有区别的。因为留存不会只关涉单一的时间,而是关涉现在与将来;因为我们把占据并即将占据相同处所者称为“留存”;因为占据过的,我们称为“已经留存”。“而且,”他们说,“在不被运动上我们也使用‘留存’,以至于人们甚至可以比喻性地在非物体的事物上也用‘留存’来代替‘不被运动’。因此留存是一切物体所共有的,但是静止,”他们说,“或许是动物的偶性;因为石头并不静止。安歇也是动物的[偶性]。而不动与保持不动,则是对那些天生适于不被运动的物体说的,并且是用以代替‘不被运动’的。”

语法注2 条
  1. 14.2εἰ μὴ ἄρα ὁ κίνησιν χρόνου τιθεὶς καὶ χρόνον χρόνου λέγειν ἀναγκασθήσεται

    连词 εἰ μὴ ἄρα 紧接前面的反诘疑问(“他们怎会没有观察到依时间的运动?”),带有讽刺意味地引入一个不太可能的极端例外(“除非确实……”)。其后的分词短语 ὁ ... τιθείς 充当假设的主语(“设立时间运动的人”),ἀναγκασθήσεται(将来直陈式)作其谓语动词。

  2. 14.2ἄκραντως γαρυόμενον Διὸς πρὸς ὄρνιχα θεῖον

    引用品达(《奥林匹亚胜利之歌》第二首87行)的宾格分词短语,作前文 ἵνα 目的从句中宾语 με(“我”)的谓述修饰语,直译为“向着宙斯神圣的鸟(鹰)徒劳啼叫的[我]”。此处借助原诗中群鸦对着雄鹰(亚里士多德)聒噪的意象,表达作者自谦、避免被视为狂妄之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:435.1-436.12