- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:438.1-438.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯批判了扬布利柯将“具有”如同施事与受事那样划分为有灵魂与无灵魂之种的主张,同时引用并评析了扬布利柯关于亚里士多德在末尾所列举的多样用法的后续阐释,并在提及阿尔库塔斯的界定后以祈祷结束了整部《范畴篇》注解。
εἴδη γὰρ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, εἰ τύχοι, τὰ ὡς ἔμψυχα ἢ ὡς ἄψυχα ποιοῦντα ἢ πάσχοντα, καὶ τούτων τὰ μὲν κοινά, τὰ δὲ ὡς ἄτομά τε καὶ καθ’ ἕκαστα ποιήματα καὶ παθήματα. καὶ ἐπὶ τοῦ κεῖσθαι δέ, φησίν, ὁμοίως ἂν λέγοιτο· ἢ γὰρ ὡς ἔμψυχόν τι κεῖται ἢ ἄψυχον, καὶ κατὰ τὰς εἰρημένας διαφοράς. καὶ τὸ ἔχειν οὖν τὸν αὐτὸν τρόπον ἐκείνοις ὡς γένος εἰς εἴδη διαιροῖτο, ἣν διαίρεσιν, φησίν, οὔτε ἐπ’ ἐκείνων οὔτε ἐπὶ τούτου ἐποιήσατο τῷ μηδὲν ἔχειν περιττόν”.1 ταῦτα τοῦ Ἰαμβλίχου λέγοντος θαυμάζω πῶς τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων, τοῦ τε ποιεῖν φημι καὶ τοῦ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, τὰς αὐτὰς εἶναί φησι διαφορὰς καὶ τὰ αὐτὰ εἴδη· ὅλως γὰρ οὐ τῶν γενῶν ἀλλὰ τῶν μετεχόντων καὶ οὐδὲ καθὸ μετέχουσίν ἐστιν ἡ τοιαύτη διαίρεσις. ἄμεινον οὖν ἐν τοῖς περὶ τοῦ ὡς γένους ἔχειν διετάξατο αὐτός, οἰκείας αὐτοῦ διαφορὰς παραδοῦναι ἐπιχειρήσας, ἐν οἷς ἔλεγε τῶν ἐχομένων τὰ μὲν κόσμον παρέχεσθαι, τὰ δὲ ἀμυντήρια εἶναι, τὰ δὲ σκεπάσματα, καὶ ἢ περὶ ὅλον τὸ σῶμα, ὡς ἱμάτιον, ἢ περὶ μέρος, ὡς ὑπόδημα, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ἐκείνοις φησὶ καὶ ἡμεῖς ἐκ τῶν παρ’ αὐτοῦ ῥηθέντων συνηγάγομεν τὴν διαίρεσιν. ἀλλὰ τίνες μὲν αἱ κατ’ εἴδη τῶν γενῶν τούτων διαιρέσεις, ζητεῖν ἄξιον. Τὰ δὲ ἐφεξῆς τῷ Ἰαμβλίχῳ εἰρημένα παραγραπτέον. “μήποτε, γάρ φησι, τὸ κατὰ πλείους τρόπους λέγεσθαι τὸ ἔχειν οὐ σημαίνει τὸ πολλαχῶς καὶ ὁμωνύμως· πάντας γάρ, φησίν, οὓς καταλέγει τρόπους, ὡς ὑπὸ γένος τὸ ἔχειν τάττονται.2 ἀλλ’ ὡς ἐπὶ τῆς ποιότητος εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων” οὐχ ὁμώνυμον αὐτὴν λέγων, οὕτως καὶ τοῦ ἔχειν ὡς γένους διαφοράς τινας ἐκτίθεται· ἔχει μὲν γὰρ καὶ τὸ ὁποῖον ἔχον τὸ ποιὸν καὶ τὸ ὁπόσον τὸ ποσόν, πλὴν διαφόρως καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ὁρῶν οὖν καὶ ἐν τῷ ἔχειν οὖσαν διαφοράν, οὐδὲ ταύτην ἀδιόριστον ἡγήσατο δεῖν παρελθεῖν, ἅμα δεικνὺς καὶ ὅτι γένος ἐστίν, εἴγε κατὰ πλειόνων καὶ διαφερόντων κατηγορεῖται· ἐδόκει γὰρ ἁπλοῦν τι εἶναι, ὂν δὲ τοιοῦτον οὐκ ἂν ἦν γένος τοῦ ἔχοντος”. οὔτε δὲ τὰ ἀσώματα παραληπτέον οὔτε τὰ μόρια· τὸ γὰρ λευκὸν καὶ τρίπηχυ καὶ πόδας ἔχον ἕν τι μετὰ τῶν ἐχομένων ἐστίν. ἀλλ’ οὔτε ὁ υἱὸς ἢ ὁ ἀγρὸς † πρὸς τῷ ἀψύχῳ περικείμενον κρατεῖται. διὸ καὶ Ἀρχύτας τὸ ἔχειν κράτησίν τινα τῶν ἐπικτήτων σημαίνειν φησὶν ἐν οἷς περὶ τοῦ ὡς γένους ἀκριβολογεῖται. Ἀλλ’ ἐπειδὴ μέχρι τοῦδε καὶ ὁ θεῖος προῆλθεν Ἰάμβλιχος, καὶ ἐγὼ καταπαύω τὸν λόγον, εὐχόμενος τοῖς τῶν λόγων ἐφόροις τούτων τε ἀκριβεστέραν ἐνδοῦναι κατανόησιν καὶ ταύτην ἐφόδιόν μοι πρὸς τὰς ὑψηλοτέρας θεωρίας χαρίσασθαι καὶ σχολὴν παρασχεῖν ἀπὸ τῶν ἐν τῷ βίῳ περιελκόντων.
“因为施事与受事的诸种,比方说,就是作为有灵魂之物或无灵魂之物施事或受事的事物,而在这些事物中,一些是普遍的,另一些则是不可分的、个别的作为与受动。而在位置的情形下,”他说,“也可以同样地说;因为某物作为有灵魂之物或无灵魂之物处于某种位置,并且是依上述的差异。因此,‘具有’作为属也将依与那些相同的方式划分为诸种;至于这一区分,”他说,“出于不具任何多余之物的原因,他在那些情形下和在此情形下都未曾进行。”当扬布利柯说出这些话时,我很诧异他如何能说,对于各自分立且不相互隶属的诸属——我是指施事、受事、位置和具有——其差异是相同的,其种也是相同的;因为总的来说,这样的区分并不属于诸属,而是属于分有者,甚至不是就其分有而言的。因此,他本人在关于作为属的‘具有’的论述中作了安排,试图传授其固有的差异,在其中他说,在被具有的事物中,一些提供装饰,一些是防御物,一些是遮蔽物,或是围绕整个身体(如披风),或是围绕部分(如鞋),以及他在那段文字中所说的所有其他诸如此类的事物,并且我们从他所说的话中归纳出了这一区分,这样处理要好得多。然而,这些属依其种而言的区分究竟为何,是值得探讨的。但也必须抄录扬布利柯接下来说的话。“因为或许,”他说,“‘具有’以多种方式被言说,并不意味着它是多义地且同名异义地被言说;因为,”他说,“他所列举的所有方式,都被安排在‘具有’这一属之下。相反,正如他在论及性质时说‘性质属于多义被言说之物’,并没有称其为同名异义的,同样对于作为属的‘具有’,他也阐明了某些差异;因为具有性质者‘具有’性质,具有数量者也‘具有’数量,只是有所差异且非依同一方式。因此,他看到在‘具有’中也存在差异,便认为也不应让这一差异未经限定地被忽略,同时也表明它是一个属,只要它是述谓于多数且互异之物的;因为它曾显得是某种单纯之物,但若是如此,它就不会是具有者的属了。”但非物体的事物和部分都是不可采纳的;因为具有白、具有三肘尺以及具有足的事物,是与被具有的事物合为一体的。然而儿子或田地也并不是通过†围绕于无灵魂之物†而受到支配的。因此阿尔库塔斯在他对作为属的‘具有’进行精确探讨之处也说,‘具有’意味着对外来事物的某种支配。不过,既然神圣的扬布利柯也仅进展到此处,我也就结束这段论述,向言辞的监护者们祈求赐予对这些事物更精确的领悟,将此作为通往更高观照的资粮馈赠于我,并赐予脱离人生琐事牵绊的闲暇。
- 15.1ἣν διαίρεσιν, φησίν, οὔτε ἐπ’ ἐκείνων οὔτε ἐπὶ τούτου ἐποιήσατο τῷ μηδὲν ἔχειν περιττόν
关系代词 ἣν 连同具有先行词性质的名词 διαίρεσιν 位于关系从句的句首,指代前句提到的划分为诸种的区分。句末的 τῷ μηδὲν ἔχειν περιττόν 是表示原因的带冠词与格不定式短语,不定式 ἔχειν 的逻辑主语由语境可知是亚里士多德(“出于他未带有任何多余之物的原因”)。
- 15.1πάντας γάρ, φησίν, οὓς καταλέγει τρόπους, ὡς ὑπὸ γένος τὸ ἔχειν τάττονται
先行词 πάντας τρόπους 被关系从句(οὓς καταλέγει)的宾格所吸引并前置,但在句法上实际充当主句被动动词 τάττονται(第三人称复数)的主语(逆向吸引/前置构拟)。意义等同于“他所列举的所有方式都被安排在作为属的‘具有’之下”。
