- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:433.31-434.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘介绍了波埃图斯将静止视作对时间与形式或地点的关系而非否定的观点并加以批评,继而基于柏拉图的存在之最高属提出,应当区分作为单纯缺失的静止与作为运动之相反种的具有现实活动的定止。
οὐ μέντοι οὐδὲ ἀποφάσεις τῶν κατ’ αὐτὰς κινήσεων τὰς ἠρεμίας εἶναι συγχωρεῖ, ἀλλὰ σχέσιν εἶναι τὴν ἠρέμησιν καὶ τὴν κίνησιν πρός τε τὸν χρόνον καὶ τὸ εἶδος, καθ’ ὃ ἂν τύχῃ κινούμενόν τι ἢ ἠρεμοῦν. “ἔοικε γάρ, φησίν, ὁ χρόνος φύσιν ἔχειν ὥστε ἀεὶ ῥεῖν καὶ εἰς ἑτεροῖα μεθίστασθαι, διὰ δὲ τοῦτο συμπαρήκει πάσῃ κινήσει καὶ ἠρεμίᾳ. ἡ μὲν οὖν κίνησις ὁμοίως ἔχει πρός τε τὸν χρόνον καὶ τὸν τόπον (οἷον ἐπὶ τῆς φορᾶς ἔχειν φησὶν ὁμοίως διὰ τὸ καθ’ ἕτερον καὶ ἕτερον ἀεὶ τοῦτο γίνεσθαι)· ἡ δὲ ἠρέμησις ἐναντίως, φησί, πρὸς τὸν τόπον ἔχει καὶ τὸν χρόνον· ὁ μὲν γὰρ χρόνος οὐδέποτε ὁ αὐτός, ὁ δὲ τόπος ἀεὶ ὁ αὐτός, ὥστε ἡ σχέσις αὕτη πρός τε τὸν χρόνον καὶ τὸν τόπον διάφορος οὖσα ὁτὲ μὲν ἠρεμία, ὁτὲ δὲ κίνησις γίνεται. καὶ ἐν τοῖς ἄλλοις, φησί, κατὰ τὰ αὐτὰ ἐροῦμεν, ὅταν μὲν ἡ αὐτὴ σχέσις ᾖ τοῦ ὑποκειμένου πρὸς τὸν χρόνον καὶ τὸ μέγεθος, κίνησιν εἶναι, ὅταν δὲ ἐναντία τῇ κατὰ μέγεθος, ἠρεμίαν.1 τὸ δὲ αὐτὸ καὶ περὶ ἀλλοιώσεως ῥητέον, ὥστε δῆλον, φησίν, ἐκ τούτων, ὡς οὐκ αὐτὸ τὸ μέγεθος οὐδὲ αὐτὸ τὸ εἶδος οὐδὲ αὐτὸς ὁ τόπος ἐστὶν ἠρεμία, ἀλλ’ ἡ πρὸς ἕκαστον ἅμα τούτων καὶ πρὸς τὸν χρόνον σχέσις. καὶ οἱ τρόποι οὖν τῶν ἠρεμήσεων οἱ αὐτοὶ οἵπερ καὶ τῶν κινήσεων· καθ’ ἕκαστον γὰρ τῆς σχέσεως αὐτῆς ἐδείχθη ἐναντιότης ἐπί τε τῶν κινουμένων καὶ τῶν ἠρεμούντων”. ταῦτα μὲν οὖν ὁ Βόηθος κατὰ τὴν ἑαυτοῦ ἀγχίνοιαν διακρίνει. μήποτε δὲ οὔτε ἡ κίνησις οὔτε ἡ ἠρεμία σχέσις πρὸς χρόνον ἐστίν, εἴπερ ἀριθμὸς κινήσεως ὁ χρόνος. Ἀλλὰ ζητεῖν οἶμαι ἄξιον, διὰ τί τῇ κινήσει μὴ τὴν στάσιν ἀντιτίθεμεν ὡς εἶδος εἴδει· τῶν γὰρ παρὰ Πλάτωνι τοῦ ὄντος γενῶν καὶ ἡ κίνησίς ἐστι καὶ ἡ στάσις,2 καὶ ὥσπερ κίνησίς ἐστι [καθάπερ] τῶν εἰρημένων γενῶν, οὕτως εἶναι δεῖ πάντως καὶ στάσιν τὴν ἀντικειμένην τῇ κινήσει· οὐ γὰρ γίνεται μόνον ἡ οὐσία καὶ φθείρεται, ἀλλὰ καὶ ἔστι, καὶ τοῦτο κατὰ τὴν στάσιν ἔχει, καὶ κατὰ τόπον οὐ κινεῖται μόνον τὰ σώματα, ἀλλὰ καὶ ἕστηκε. καὶ ἡ στάσις αὕτη οὐκ ἀπόφασίς ἐστι τῆς κινήσεως· οὐ γὰρ κατὰ ἀπόφασιν κινήσεως ἕστηκε περὶ τὸ κέντρον ἡ γῆ, ὥσπερ οὐδὲ ὁ οὐρανὸς κατὰ ἀπόφασιν στάσεως κύκλῳ κινεῖται· ἔχει γὰρ καὶ ἡ στάσις οὐκ ἐλάττονα τῆς κινήσεως ἐνέργειαν, ὡς δηλοῖ τὸ μηδὲ αὐτὴν εἶναι τὴν κίνησιν στάσεως τελέως ἀναιρεθείσης. ἀλλ’ εἴπερ ἄρα, τὴν ἠρεμίαν ταύτην τὴν ὡς ἀπόφασιν τῆς κινήσεως θετέον ἐν τοῖς βίᾳ ἀκινητίζουσιν, ὥσπερ ἐν τῇ βώλῳ τῇ βίᾳ ἐν ἀέρι ἰσχομένῃ· αὕτη γὰρ οὐκ ἔστι στάσις, ἀλλ’ ἀπόφασις πάντως κινήσεως καὶ ἠρεμία, διόπερ ταύτην ὡς στέρησιν ἀντιτιθέντες τῇ κινήσει καλῶς ἀντιθήσομεν. ὡς μέντοι ἐναντίον εἶδος τὴν στάσιν οἶμαι ἀντιθετέον3 τήν τε πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν, τάχα δὲ καὶ τὴν ἐν αὐτῇ τῇ κινήσει.
然而他甚至不承认静止是依它们的诸运动的否定,而是认为静止与运动既是对时间的、也是对某物偶然依之运动或静止的形式的关系。“因为时间,”他说,“似乎具有一种总是流动并转移到相异事物中的本性,并正因如此它伴随着一切运动与静止。因此,运动对于时间与地点具有类似的状态(例如,他说在依地点的位移中它具有类似的状态,是因为这总是依相异又相异者而发生的);但是静止,”他说,“对于地点和对于时间具有相反的状态;因为时间绝非同一,而地点始终是同一的,以至于这一对于时间与地点的关系虽是相异的,却有时成为静止,有时成为运动。而在其余的情形中,”他说,“我们也将依相同的事情来说:当基底物对于时间与对于量度的关系是相同的,便是运动;而当它是与依量度的关系相反时,便是静止。关于质变也应当说同样的事,因此从这些事情中显然可见,”他说,“既不是量度本身,也不是形式本身,也不是地点本身是静止,而是同时对于这些事物的每一者以及对于时间的关系才是静止。因此,静止的诸方式也是与运动的诸方式相同的;因为依每一运动,不仅在被运动者中,而且在静止者中,都已表明了这一关系本身的相反性。”于是波埃图斯依其敏锐的洞察力区分了这些事情。然而,如果时间确实是运动的数目,或许运动和静止都不是对时间的关系。 但我认为值得探讨的是,为何我们不把定止作为种对种而与运动对置;因为在柏拉图那里的存在的诸属中,既有运动也有定止,正如在所述诸属中存在着运动一样,完全必然也存在着与运动相对立的定止;因为实体不仅生成和毁灭,而且存在着,并且它依定止而保持这一点,物体不仅依地点运动,而且驻立。并且这一定止并不是运动的否定;因为大地并不是依运动的否定驻立在中心周围,正如天宇也不是依定止的否定作圆周运动;因为定止也具有不亚于运动的活动,如完全取消定止则运动本身亦不存在所表明的那样。但如果确实如此,也应当把作为运动否定的这种静止安置在被强制而不动的事物中,如同被强制滞留在空中的土块;因为这不是定止,而完全是运动的否定和静止,因此我们将这作为缺失与运动对置,将是对置得很恰当的。然而,作为相反的种,我认为应当将运动之前与运动之后的定止,或许还有运动本身之中的定止,与运动对置。
- 14.2ὅταν δὲ ἐναντία τῇ κατὰ μέγεθος, ἠρεμίαν
基于与前一分句(ὅταν μὲν ἡ αὐτὴ σχέσις ᾖ τοῦ ὑποκειμένου πρὸς τὸν χρόνον καὶ τὸ μέγεθος, κίνησιν εἶναι)的并列结构,条件分句中省略了主语和动词(ἡ σχέσις ᾖ),结论分句中省略了不定词 εἶναι,即“当[关系]与依量度的[关系]相反时,[这便是]静止”。
- 14.2τῶν γὰρ παρὰ Πλάτωνι τοῦ ὄντος γενῶν καὶ ἡ κίνησίς ἐστι καὶ ἡ στάσις
τῶν ... γενῶν 为部分属格或谓语属格,前置以表示主语 καὶ ἡ κίνησίς ... καὶ ἡ στάσις 的归属范围,构成倒装句:“在柏拉图那里的存在的诸属中,既有运动也有定止”。
- 14.2ὡς μέντοι ἐναντίον εἶδος τὴν στάσιν οἶμαι ἀντιθετέον
非人称动形容词 ἀντιθετέον(中性单数)直接支配宾格宾语 τὴν στάσιν。ὡς ἐναντίον εἶδος 作为修饰该宾格的述语(“作为相反的种”)。
