← 辛普里丘

亚里士多德《范畴篇》注释

§432.22-433.31

运动与静止的相反关系及各别运动的对立

辛普利丘对亚里士多德关于运动的相反关系(15b1)的论述进行注解,探讨了单纯意义上运动与静止的相反关系(将静止理解为缺失)以及各别运动与质变中特有的相反运动和静止的对应,并评述了扬布利柯、普罗提诺和波埃图斯的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.2#1

" Ἔστι δὲ ἁπλῶς μὲν κίνησις ἠρεμίᾳ ἐναντίον ἕως τοῦ ἀλλοιοῦται γὰρ εἰς τοὐναντίον τοῦ ποιοῦ μεταβολῆς γινομένης." Ὥσπερ τινὰς τῶν κατηγοριῶν, οὕτως καὶ τὴν κίνησιν ἐπιδεκτικὴν τοῦ ἐναντίου θεασάμενος ἁπλῶς μὲν τῇ κινήσει τὴν ἠρεμίαν ἐναντίον εἶναί φησιν, ἠρεμίαν οὐ τὴν στάσιν καλῶν, ἀλλὰ τὴν τῆς κινήσεως ἀπόφασιν καὶ στέρησιν· ταῖς δὲ καθ’ ἕκαστα κινήσεσι τὰς καθ’ ἕκαστα κινήσεις, γενέσει μὲν φθοράν, αὐξήσει δὲ μείωσιν· αὗται γὰρ καὶ κατὰ συζυγίας ἀντιθέτους προηνέχθησαν· ἡ δὲ κατὰ τόπον μία εἶναι δοκοῦσα τί ἂν ἔχοι ἐναντίον; ἢ καθ’ ὅσον μὲν κίνησις κατὰ τόπον, τὴν κατὰ τόπον ἠρεμίαν, καθ’ ὅσον δὲ ἐναντιώσεις εἰσὶ τοπικαί (ἐναντίον γὰρ τὸ ἄνω τῷ κάτω), κατὰ τοῦτο καὶ κίνησις εὑρεθήσεται ἐναντία ἐπὶ τὸν ἐναντίον τόπον, οἷον ἡ ἐπὶ τὸ κάτω κίνησις τῇ ἐπὶ τὸ ἄνω κινήσει. τῇ δὲ λοιπῇ τῶν κινήσεων, τουτέστι τῇ ἀλλοιώσει κατὰ τὸ ποιὸν οὔσῃ κινήσει οὐ ῥᾴδιον, φησίν, ἀποδοῦναι τὸ ἐναντίον, οὐχ ὅτι οὐκ εἰσὶ ποιότητες ἐναντίαι καὶ κινήσεις κατ’ αὐτάς, ἀλλ’ ὅτι οὐκ ἔστι συνήθης ἡ κατὰ τοῦτο τῆς ἀντιθέσεως ἔννοια, πλὴν ὅτι οὐδὲ κίνησις οὕτως ἐναργὴς ἡ κατὰ ἀλλοίωσιν ὡς ἡ κατὰ τόπον, μικρὸν δὲ ἐπιστήσασι φανεῖται. διὸ κατὰ ἀναλογίαν μετάγειν ἀξιοῖ τὰ ἐπὶ τῆς τοπικῆς κινήσεως εἰρημένα ἐπὶ τὴν κατὰ τὸ ποιὸν καὶ ἀντιτιθέναι τῇ κατὰ τὸ ποιὸν κινήσει τήν τε ἐν τῷ αὐτῷ ποιῷ τοῦ μεταβάλλοντος ἠρεμίαν καὶ τὴν ἐκ τοῦ ἐναντίου ποιοῦ εἰς τοῦτο μεταβολήν, οἷον τῇ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, ἣν μέλανσιν καλοῦσι, καὶ τὴν ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ἣν λεύκανσιν ὀνομάζουσι * * * τῇ μέντοι ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν κινήσει τὴν ἐν τῷ λευκῷ ἠρεμίαν ἀντιθετέον· ἀφίστασθαι γὰρ δεῖ τοῦ ἐναντίου, ἀλλ’ οὐκ εἰς αὐτὸ καταντᾶν.1 “ἠρεμίαν δὲ ἀκουστέον, φησὶν Ἰάμβλιχος, τὴν τῆς κινήσεως στέρησιν, ἣν καταχρηστικῶς ἐναντίον ἐκάλεσε”. ζητοῦσι δὲ καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς, τίνας αὐταῖς ἠρεμίας ἀντιθετέον, καὶ λέγουσι τῇ μὲν γενέσει τὴν ἐν τῷ μὴ εἶναι, τῷ † πρωτεύειν δηλονότι, τῇ δὲ φθορᾷ τὴν ἐν τῷ εἶναι· οὕτως δὲ καὶ τῇ μὲν αὐξήσει ἡ κατὰ τὸ ἀτελὲς ἠρεμία ἀντίκειται, τῇ δὲ μειώσει ἡ κατὰ τὸ τέλειον. Πλωτῖνος δὲ ἐφίστησιν ὅτι ἀπόφασίς ἐστι τοῦ κινεῖσθαι ἡ ἠρεμία· διότι οὐδὲ ἐν γένει ἄλλῳ ἠρεμία. εἶτα ζητήσας, διὰ τί οὐχὶ καὶ ἡ κίνησις ἀπόφασις τῆς στάσεως, ‘ὅτι, φησίν, † ἡ ἐκεῖ φέρουσά τι ἡ κίνησίς ἐστι καὶ ὅτι ἡ κίνησις ἔργον καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστιν ἄλλο παρ’ αὐτό, σημαίνει δὲ μόνον ὅτι κίνησιν οὐκ ἔχει. ἐπὶ δὲ τῶν νοητῶν, φησίν, οὐχ ὁ αὐτὸς τρόπος τῷ θάτερον μὴ ἀναιρεῖν τὸ ἕτερον,2 ἀλλ’ ἄμφω ἅμα εἶναι, καὶ τὴν κίνησιν καὶ τὴν στάσιν’. Ὁ μέντοι Βόηθος τὴν ἀντικειμένην ἠρεμίαν τῇ κατὰ ποιότητα κινήσει οὐκ ἀξιοῖ ποιότητα εἶναι οὐδὲ τὴν κατὰ μέγεθος 〈μέγεθος〉 οὐδὲ τὴν κατ’ οὐσίαν 〈οὐσίαν〉, ἐναργὲς τοῦτο λέγων εἶναι ἐκ τῆς κατὰ τόπον· ἄλογον γὰρ τὴν ἐν τόπῳ ἠρέμησιν τόπον καλεῖν.

“运动在单纯的意义上与静止相反,直到:因为随着性质的变化发生,它向相反者发生质变。” 正如看待某些范畴一样,他在看待运动也是容纳相反者之后说,在单纯的意义上静止与运动相反,但他称之为静止的不是定止,而是运动的否定与缺失;而对于个别运动,[他将]个别运动相对应,消灭对生成,缩减对增长;因为这些确实是按照相对立的配对提出来的。但是,依地点的运动看似是单一的,它能有什么相反者呢?或者说,就其作为依地点的运动而言,它具有依地点的静止[作为相反者],但就存在着地点上的相反关系而言(因为上与下相反),依此也将发现朝向相反地点的相反运动,例如朝下的运动与朝上的运动相反。另一方面,对于其余的运动,即作为依性质的运动的质变而言,他说,给出相反者并非易事,这不是因为不存在相反的性质以及依这些性质的运动,而是因为在这方面的对立观念并不是惯常的,除了依质变的运动不如依地点的运动那样明晰之外;但对于稍加留意的人来说,这将变得显而易见。因此他认为理应依类比将关于地点运动所说的事情转移到依性质的运动上,并将变化者在同一性质中的静止,以及从相反性质向这一性质的变化,都与依性质的运动对置:例如,对从白到黑的变化(他们称之为变黑),对置从黑到白的变化(他们命名为变白)……然而,对从白到黑的运动,应当对置在白之中的静止;因为[运动]应当离开相反者,而不是到达相反者。“静止,”扬布利柯说,“应当理解为运动的缺失,而他只是转用地将其称为相反者。”人们在生成与毁灭的情形中也探问,应当将何种静止与它们对置,并说对于生成,应当对置在非存在之中的静止(显然是因为它在先),而对于毁灭,应当对置在存在之中的静止;以此方式,依不完全的静止也与增长相对立,而依完全的静止与缩减相对立。然而普罗提诺提醒道,静止是运动的否定;因为静止甚至不在另一个属之中。随后,在探问了为什么运动不也是定止的否定之后,他说,“因为运动是将某物带向某处,并且因为运动是一种活动,是起作用的另外某种东西,仿佛在推动基质,对其施加无数作用并毁灭它,而每一事物的静止在它自身之外绝非他物,仅表示它不具有运动。但在理智事物的情形中,”他说,“由于一者并不取消另一者,而是两者同时存在——运动与定止皆存在,情况便不是同一种方式了。”然而波埃图斯并不认为与依性质的运动相对立的静止是一种性质,也不认为依量度的静止是一种量度,或依实体的静止是一种实体,声称这一点由依地点的〔静止〕来看是显然的;因为把在地点中的静止称为地点是不合常理的。

语法注2 条
  1. 14.2ἀφίστασθαι γὰρ δεῖ τοῦ ἐναντίου, ἀλλ’ οὐκ εἰς αὐτὸ καταντᾶν

    解释为何应当将白之中的静止而非黑之中的静止与从白到黑的运动相对置的句子。由于运动是从初始相反者离开(ἀφίστασθαι)的过程,因此起点的静止构成了该运动尚未发生时的对立状态。不定式 ἀφίστασθαι 和 καταντᾶν 并列从属于非人称动词 δεῖ。

  2. 14.2τῷ θάτερον μὴ ἀναιρεῖν τὸ ἕτερον

    带冠词不定式短语 τῷ ... μὴ ἀναιρεῖν 作原因与格使用,意为“因为一者并不取消另一者”。θάτερον 为不定式的逻辑主语,τὸ ἕτερον 为宾语。它说明了在理智界中运动与定止为何能够共存,而不同于可感界中的互斥关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:432.22-433.31