- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:431.2-432.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对试图将质变还原为位移的原子论者观点,辛普里丘通过区分部分的运动与整体的变化予以驳斥,并确立了基于四种范畴(实体、数量、性质、处所)的运动相互区分。
εἰ οὖν μήτε αὐξόμενον μήτε μειούμενον τὸ τετράγωνον ἀλλοίωσιν ὑπομένει, δῆλον ὡς ἄλλαι μὲν κινήσεις αἱ κατὰ αὔξησιν καὶ μείωσιν, ἄλλαι δὲ αἱ κατὰ ἀλλοίωσιν. Εἰπὼν δὲ περὶ τῶν ἄλλων μεταβολῶν ὡς ἐναργῶς διαφερουσῶν ἀλλήλων ἐπὶ τῆς ἀλλοιώσεως ἀπορίαν εἶναί φησι, μήποτε τὸ ἀλλοιούμενον καὶ κατ’ ἄλλην πάντως κινεῖται κίνησιν αὐτῷ τῷ ἀλλοιοῦσθαι, ὥσπερ λέγουσί τινες κατὰ τόπον κινεῖσθαι· οὗτοι δὲ Δημοκρίτῳ κατακολουθοῦντες καὶ περὶ τῶν ἄλλων ἀμφισβητοῦσι κινήσεων, μὴ δέοι πάσας εἰς φορὰν ἀνάγειν.1 ἀλλ’ εἰ καὶ συγχωρηθεῖεν οἱ τοῦτο λέγοντες τῇ τῶν μορίων μεταβάσει ποιεῖν τὴν ἀλλοίωσιν, καὶ οὕτως ἄλλο μὲν ἡ κατὰ τόπον μεταβολὴ μορίων οὖσα, ἄλλο δὲ ἡ ἀλλοίωσις τῷ ὅλῳ ὑπάρχουσα μὴ μεταβαίνοντι κατὰ τὸν τόπον. καὶ ἐπὶ τῆς αὐξήσεως δὲ ὁμοίως ἄλλο μὲν ἡ τῶν μορίων φορά, ἄλλο δὲ ἡ τοῦ αὐξομένου κίνησις οὐδαμοῦ μεταβαίνοντος. εἰ οὖν ἄλλων μὲν ἡ φορά, ἄλλο δὲ τὸ ἀλλοιούμενον καὶ αὐξόμενον καὶ μειούμενον, οὐκ ἂν εἴη ταὐτὸν ἡ φορὰ ταῖς τοιαύταις κινήσεσιν. εἰκότως δὲ ἐπὶ τῆς ἀλλοιώσεως εἶναι μάλιστα τὴν ἀπορίαν φησί, διότι ταῖς ἄλλαις κινήσεσιν εἴωθε παρακολουθεῖν ἡ ἀλλοίωσις· καὶ γὰρ τοῖς αὐξομένοις καὶ μειουμένοις καὶ τοῖς γινομένοις καὶ φθειρομένοις (ἀλλοιουμένων γάρ τινων ἡ καθ’ ἕκαστον τούτων γίνεται), καὶ τὰ κατὰ τόπον κινούμενα ἢ ἠρεμοῦντα θερμαίνεται καὶ ψύχεται καὶ χρωμάτων ἴσχει διαφοράς. εἰ οὖν ἄλλῃ τινὶ κινήσει ἢ ἄλλαις ἀεὶ παρακολουθεῖ ἡ ἀλλοίωσις, οὐκ ἂν εἴη, φαῖεν ἄν, καθ’ ἑαυτὴν κίνησις ἀφωρισμένη. καὶ οἱ περὶ Δημόκριτον δὲ καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον τὰς ἀτόμους ἀπαθεῖς καὶ ἀποίους ὑποτιθέμενοι τῶν ἄλλων ποιοτήτων παρὰ τὰ σχήματα καὶ τὴν ποιὰν αὐτῶν σύνθεσιν ἐπιγίνεσθαι λέγουσι τὰς ἄλλας ποιότητας, τάς τε ἁπλᾶς, οἷον θερμότητας καὶ λειότητας, καὶ τὰς κατὰ τὰ χρώματα καὶ τοὺς χυμούς. εἰ δὲ ἐν τῇ ποιᾷ συνθέσει τῶν ἀτόμων ταῦτα, καὶ ἡ ἀλλοίωσις ἐν τῇ κατ’ αὐτὰ ἂν εἴη μεταβολῇ· ἡ δὲ ποιὰ σύνθεσις αὐτῶν καὶ μετάθεσις καὶ τάξις οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς φορᾶς καὶ τῆς τοπικῆς κινήσεώς ἐστιν, ὥστε ἡ ἀλλοίωσις τῇ φορᾷ ἡ αὐτὴ ἢ παρακολουθοῦν γε ταύτῃ καὶ ταύτης τι. ἀλλ’ εἴπερ, φησίν, ἡ ἀλλοίωσις τῶν ἄλλων κινήσεών τινι ἡ αὐτὴ ἦν, ἔδει τὸ ἀλλοιούμενον καὶ ἐκείνην πάντως κινεῖσθαι τὴν κίνησιν· νῦν δὲ πολλὰ ὁρῶμεν λευκαινόμενα καὶ θερμαινόμενα καὶ κατὰ τὰς ἄλλας ποιότητας μεταβάλλοντα καὶ μήτε αὐξόμενα μήτε μειούμενα ἢ γινόμενα ἢ φθειρόμενα, μηδὲ μέντοι κατὰ τόπον μεταβάλλοντα· ὁμοίως δὲ καὶ τὸ κινούμενον ἄλλην κίνησιν, οἷον τὸ αὐξόμενον, εἰ τῇ αὐξήσει ἡ αὐτή ἐστιν, εὐθέως καὶ ἀλλοιοῦσθαι·2 πολλὰ δὲ αὐξόμενα οὐκ ἀλλοιοῦται, ὥσπερ τὸ τῇ περιθέσει τοῦ γνώμονος αὐξόμενον τετράγωνον. καὶ θαυμαστῶς ἐπὶ τῆς αὐξήσεως εὗρε μηδὲ συνοῦσαν ὅλως ἀλλοίωσιν. ἐπὶ γὰρ τῶν ἄλλων κινήσεων δύσκολον τὸ μὴ συνυπάρχειν αὐτήν· καὶ γὰρ τὸ κατὰ τόπον κινούμενον θερμαίνεται καὶ τῇ θερμότητι χρῶμα διάφορον ἀκολουθεῖ καὶ τὸ γινόμενον καὶ φθειρόμενον ἀλλοιουμένων τινῶν ἐκείνας κινεῖται τὰς κινήσεις, διόπερ ἐπὶ τῆς ἀλλοιώσεως ἡ ἀπορία χώραν ἔσχε. κἂν συνυπάρχῃ δέ, οὐ διὰ τοῦτο ἡ αὐτή ἐστιν ἐκείναις. ἀλλ’ ὅτι μὲν ἄλλη παρὰ τὴν φορὰν ἐστιν ἡ ἀλλοίωσις, δέδεικται, εἴπερ καὶ κατὰ τοὺς τὴν αὐτὴν τιθέντας ἄλλου μέν ἐστιν ἡ φορά, τῶν μορίων, ὥς φασιν, ἄλλου δὲ ἡ ἀλλοίωσις, τοῦ ὅλου. ὅτι δὲ ἄλλη παρὰ τὴν αὔξησιν, ἱκανῶς ἐκ τῆς τοῦ τετραγώνου αὐξήσεως δέδεικται. καὶ γενέσεως δὲ καὶ φθορᾶς ἑτέρα ἡ ἀλλοίωσις· καὶ γὰρ αὕτη μὲν σῳζομένου τοῦ ὑποκειμένου γίνεται, γένεσις δὲ καὶ φθορὰ ἡ μὲν ἐκ μὴ ὄντος εἰς ὄν, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὄν· τούτῳ δὲ καὶ τῶν ἄλλων ἡ γένεσις καὶ ἡ φθορὰ διαφέρουσιν. ὅλως δέ, ᾧ διαφέρουσιν αἱ τέσσαρες κατηγορίαι ἀλλήλων, ἥ τε οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὸ ποῦ, τούτῳ καὶ 〈αἱ〉 κατὰ ταύτας κινήσεις διοίσουσιν.
因此,如果正方形无论在增长还是在缩减时都不经受质变,显然,依增长和缩减的运动是一类,而依质变的运动是另一类。在谈到其他变化彼此之间有显然的区别之后,他说在质变上存在着一个疑难:是否发生质变的事物仅凭质变这一事实,就必定也依另一种运动而运动,正如有些人说它是依地点而运动的那样。这些人追随德谟克利特,对其他运动也提出了质疑,怀疑是否应当把一切运动都还原为位移。但是,即使向持有这种说法的人让步,承认他们是通过部分的位移产生质变,即使如此,依地点的变化是一回事,属于部分;而质变则是另一回事,属于在地点上不发生位移的整体。在增长的情形中也同样,部分的位移是一回事,而并不在任何地方发生位移的增长者的运动则是另一回事。因此,如果位移属于一类事物[部分],而质变、增长和缩减的事物是另一类[整体],那么位移就不会与此类运动相同。他合理地说,这一疑难主要存在于质变的情形中,因为质变习惯于伴随其他运动;因为〔它伴随〕增长者与缩减者,以及生成者与毁灭者(因为这些变化的各自发生都是在某些事物发生质变时进行的),而且依地点运动或静止的事物都会变热和变冷,并具有颜色的差异。因此,如果质变总是伴随着某种其他运动或某些其他运动,他们或许会说,质变就不是一种就其自身而言被确定的运动。德谟克利特的追随者以及后来的伊壁鸠鲁的追随者,设定原子是免于受动且不具有其余性质的,声称其余性质是由于形状及它们〔原子〕的特定结合而附带产生的,无论是单纯的性质(例如热和光滑),还是依颜色和滋味的性质。如果这些性质存在于原子的特定结合之中,那么质变也将存在于依这些性质的变化之中;而原子的特定结合、转位与秩序,不是来自别处,正是来自位移与地点运动,以至于质变要么与位移同一,要么至少是伴随位移并属于位移的某种东西。他说:“但是,如果质变与其余运动中的某一种是同一的,那么发生质变的事物也必定要进行那种运动。然而现在我们看到,许多事物变白、变热并依其余性质发生改变,却既不增长也不缩减,既不生成也不毁灭,甚至也不依地点发生改变;同样,进行另一种运动的事物,例如增长者,如果[质变]与增长是同一的,也应当立刻发生质变;但许多事物在增长时并没有发生质变,正如通过加放拐尺而增长的正方形那样。”并且令人赞叹的是,在增长的情形中,他发现质变甚至根本没有伴随发生。因为在其他运动的情形中,质变不共同存在是十分困难的;因为依地点运动的事物会变热,伴随热而来的是不同的颜色,而生成和毁灭的事物也是在某些事物发生质变时进行那些运动的,这正是质变之所以产生疑难的原因。然而,即使它共同存在,也不因此就与那些运动同一。但是,质变不同于位移已经被证明了,因为哪怕按照主张二者同一的人的说法,位移属于一类事物,即如他们所说的部分,而质变属于另一类事物,即整体。而质变不同于增长,也已由正方形的增长充分证明。质变也不同于生成与毁灭;因为前者是在基质得以保全的情况下发生的,而生成与毁灭则是,一者从非存在到存在,另一者从存在到非存在;生成与毁灭也凭这一点区别于其余运动。概括而言,四种范畴——实体、数量、性质和处所——彼此以何种方式相区别,依这些范畴的运动也将以同样的方式相区别。
- 14.1μὴ δέοι πάσας εἰς φορὰν ἀνάγειν
由动词 ἀμφισβητοῦσι 引出的表达间接疑问或疑虑的 μή 从句(“质疑是否应当……”)。祈愿式 δέοι 体现了主从时态呼应。
- 14.1εὐθέως καὶ ἀλλοιοῦσθαι
不定式 ἀλλοιοῦσθαι 承前省略,由前文的无人称动词 ἔδει 所统辖(即 ἔδει τὸ ἀλλοιούμενον... 承接为 [ἔδει] τὸ κινούμενον... ἀλλοιοῦσθαι),其逻辑主语为宾格 τὸ κινούμενον。
