- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:428.30-431.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘介绍了柏拉图关于质变与运动的看法,反驳了尼科斯特拉托对亚里士多德用正方形加放拐尺区分质变与增长所提出的质疑,并对拐尺给出了几何学解释。
ὁ μέντοι Πλάτων πᾶσαν τὴν κατ’ εἶδος διαφορὰν μένοντος τοῦ ὑποκειμένου ὡς ἀλλοῖον ἀλλ’ οὐχὶ ἄλλο ποιοῦσαν1 ἀλλοίωσιν ἐκάλεσεν, ὑπέπιπτε δὲ αὐτῇ καὶ ἡ αὔξησις καὶ ἡ κατὰ ποιότητα μεταβολή. μήποτε δὲ καὶ αὔξησις καὶ μείωσις ἐν μέσῳ τῆς τε γενέσεως καὶ φθορᾶς καὶ τῆς ἀλλοιώσεως καθεστήκατον· καὶ γὰρ καθ’ ὅσον μὲν οὐσίας προσθήκη γίνεται καὶ ἀποβολή, γενέσει καὶ φθορᾷ ἔοικε, καθ’ ὅσον μέντοι μένοντος τοῦ αὐτοῦ εἴδους ἡ μεταβολὴ γίνεται, ἀλλοίωσις μᾶλλόν ἐστι τὸ συμβαῖνον. οἶδε μέντοι καὶ ὁ Πλάτων τὴν αὔξησιν καὶ μείωσιν καὶ πρὸ Ἀριστοτέλους, ἐν τῷ δεκάτῳ τῶν Νόμων γράφων οὕτως· “καὶ μὴν συγκρινόμενα † αὐτῶν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα τάξις ἑκάστων διαμένῃ”. αὐτὸς μέντοι οὐχὶ ἓξ μόνον ἀλλ’ ὀκτὼ ποιεῖ τὰ τῶν φυσικῶν κινήσεων εἴδη, προστιθεὶς τούτοις τὴν σύγκρισιν καὶ διάκρισιν τῶν σωμάτων, ἑπομένην μὲν τῇ κατὰ τόπον κινήσει, ἄλλην δὲ παρ’ αὐτὴν οὖσαν. Λαμβάνεται δὲ τοῦ Ἀριστοτέλους ὁ Νικόστρατος ὡς οὐ καλῶς διάφορον τῆς αὐξήσεως τὴν ἀλλοίωσιν διὰ τοῦ παραδείγματος ἀποδείξαντος τοῦ κατὰ τὸ τετράγωνον καὶ τὴν τοῦ γνώμονος περίθεσιν ὡς αὐξομένου μέν, οὐ μέντοι ἀλλοιουμένου. διπλᾶ γάρ φησιν εἶναι τὰ σχήματα, “τὰ μὲν σωματικὰ καὶ ἔνυλα, τὰ δὲ μαθηματικὰ καὶ ἄυλα, καὶ εἰ μὲν περὶ τοῦ ἀύλου λέγοι τετραγώνου, οὔτε ἀλλοιοῦται οὔτε αὔξεται ἐκεῖνο, ἄτρεπτα ὄντα ἐκεῖνα καὶ ἀναλλοίωτα, ἅτε ἔξω ποσότητος ὄντα καὶ ὕλης· εἰ δὲ περὶ τοῦ ἐνύλου, φησί, λέγοι τοῦτο, ὥσπερ αὔξεται, οὕτω καὶ ἠλλοίωται”. ὁ δὴ ταῦτα λέγων ἔοικε μὴ διορίζειν κατὰ Ἀριστοτέλη τὴν μὲν ἀλλοίωσιν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς, τὴν δὲ αὔξησιν ἐπὶ τῆς κατὰ ποσότητα, ἀλλ’ ὡς εἴρηται πρότερον, πᾶσαν τὴν κατὰ τὸ εἶδος μεταβολὴν μένοντος τοῦ ὑποκειμένου ἀλλοίωσιν καλεῖ, διότι καὶ τὸ αὐξανόμενον εὐθὺς ἀλλοιοῦσθαί φησιν. ἔδει δὲ ἐννοεῖν ὅτι καὶ αὐξάνεσθαι δυνατὸν ἐν τῇ αὐτῇ μορφῇ μένον καὶ τῇ αὐτῇ ποιότητι, κατὰ μέγεθος μόνον γινομένης τῆς διαφορᾶς, ὡς ὅταν τὸ Ἀλεξάνδρου εἶδος καὶ ἐν σφενδόνῃ δακτυλίου γένοιτο καὶ ἐν τῷ Ἄθῳ εἰς κολοσσὸν Ἀλεξάνδρου σχηματισθέντι. διὸ καὶ ὁ ἰδίως ποιὸς ἐκ νηπίου μέχρι γήρως ὁ αὐτὸς διαμένειν λέγεται τοῦ ποσοῦ ἀμειβομένου, τοῦ δὲ εἴδους μένοντος. καὶ αὖ πάλιν τοῦ αὐτοῦ μένοντος μεγέθους οὐδὲν κωλύει μεταβάλλειν κατὰ ποιότητα, ὥσπερ ὁ οἶνος τραπεὶς μετέβαλε μὲν κατὰ τὸ ποιόν, μένει δὲ τῷ ποσῷ ὁ αὐτός. α ε β Ἀλλὰ τίς ὁ γνώμων καὶ πῶς τὸ τετράγωνον αὔξεται τῇ περιθέσει τοῦ γνώμονος, σαφέστερον διὰ τοὺς ἀγεωμέπαραπληρώγν ώ τρήτους ῥητέον.2 τετράγωνον σχῆμα η κ μων θ καλεῖται τὸ τὰς τέσσαρας πλευράς τε καὶ γωνίας ἴσας ἀλλήλαις ἔχον, οἷον τὸ αβγδ. τούτου διάμετρος ἤχθω ἡ βγ καὶ εἰλήφθω ἐπὶ τῆς αβ τυχὸν σημεῖον τὸ ε καὶ διὰ τοῦ ε ὁποτέρᾳ τῶν αγ βδ παράλληλος ἤχθω ἡ εζ, διὰ δὲ τοῦ κ, ὅπερ ἐστὶ κοινὴ τομὴ τῆς τε διαμέτρου καὶ τῆς ἀχθείσης γ ζ δ παραλλήλου, ὁποτέρᾳ τῶν αβ γδ παράλληλος ἤχθω ἡ ηθ. καὶ ἐν τῷ αβγδ χωρίῳ τεσσάρων ὄντων τετραπλεύρων, τοῦ κα καὶ ἔτι τοῦ βκ καὶ κγ καὶ κδ, 〈τὰ μὲν βκ κγ〉 τετράγωνά ἐστι, τὰ δὲ ακ κδ, ἅπερ παραπληρώματα λέγεται ὡς συμπληροῦντα τὸ ὅλον σχῆμα μετὰ τῶν δύο τετραγώνων προηγουμένην ἐχόντων τάξιν διὰ τὸ ὡρισμένον — ταῦτα οὖν τὰ δύο παραπληρώματα, τὰ ακ κδ, μεθ’ ἑνὸς τῶν τετραγώνων ὁποιουοῦν γνώμων καλεῖται,3 καὶ ὅτι τῷ Γ στοιχείῳ ἔοικε τὸ σχῆμα καὶ ὅτι γνωματεύει καὶ κρίνει τὸ λοιπόν· καὶ γὰρ ἀφαιρούμενος ὁμοιόσχημον τῷ ὅλῳ τὸ καταλειπόμενον ποιεῖ καὶ προστιθέμενος ὁμοιόσχημον τὸ ὅλον τῷ ἐξ ἀρχῆς. ἐπεὶ οὖν τετράγωνόν ἐστι τὸ καταλειπόμενον ἀφαιρουμένου τοῦ γνώμονος, δῆλον ὅτι κἂν τετραγώνῳ γνώμων προστεθῇ, τετράγωνον γίνεται τὸ ὅλον, τοῦ μὲν ποιοῦ μένοντος (τετράγωνον γάρ), τοῦ δὲ ποσοῦ ἀμειβομένου (μεῖζον γὰρ ἐξ ἐλάττονος).
然而柏拉图把基质留存时依形式的一切差异都称为“质变”,认为它使[基质]变为另一样子而不是成为另一事物;增长与依性质的变化都归入质变之下。或许增长与缩减正处于生成与毁灭和质变之间;因为就实体的增加与丧失而言,它们类似于生成与毁灭;但就同一形式留存时变化发生而言,所发生的事情毋宁是质变。然而柏拉图在亚里士多德之前也知晓增长与缩减,他在《法篇》第十卷中这样写道:“并且确实,结合时[……]增长,而分离时缩减,只要各自既定的秩序保持下去”。然而他自己把自然运动的种不仅定为六种,而是定为八种,在这些之中加上了物体的结合与分离,这一运动虽伴随依地点的运动,却与它有所区别。但尼科斯特拉托指责亚里士多德,认为他通过正方形及加放拐尺的例证(表明正方形虽增长却未质变)未能妥当地证明质变不同于增长。因为他说图形是双重的:“一类是身体性的且内处于质料的,另一类是数学性的且非质料的;如果他是关于非质料的正方形而言,那么它既不质变也不增长,因为那些事物处于数量和质料之外,是不可变且不可质变的;但如果他是就内处于质料的正方形说这话,”他说,“正如它增长一样,它也同样质变了。”说出这些话的人,似乎没有按照亚里士多德的做法把质变限定于依性质的变化,把增长限定于依数量的变化,而是如前所述,把基质留存时依形式的一切变化都称为“质变”,因为他说增长者也立刻发生质变。然而他本应当认识到,事物在保持同一形状和同一性质的同时也有可能增长,差异仅仅发生在大小上,正如亚历山大的肖像既可以出现在戒指的戒面上,也可以出现在被雕刻成亚历山大巨像的阿索斯山之上。因此,独特具质者也被说成是从幼年到老年始终保持同一,此时数量发生改变,而形式得以保持。反之,当同一大小保持时,也没有什么妨碍事物依性质发生变化,正如变酸的葡萄酒依性质发生了改变,但在数量上却保持同一。α ε β 但是,拐尺是什么,以及正方形如何通过加放拐尺而增长,为了不通几何学的人必须更清楚地(补足形,拐尺)说明。具有彼此相等的四条边与四个角的图形(η κ 拐尺 θ),例如 αβγδ,被称为正方形。设作其对角线 βγ,在 αβ 上任取一点 ε,通过 ε 作平行于 αγ 和 βδ 之一的平行线 εζ,并通过对角线与所作平行线(γ ζ δ)的共同交点 κ,作平行于 αβ 和 γδ 之一的平行线 ηθ。而在 αβγδ 这一区域中有四个四边形,即 κα,此外还有 βκ、κγ 和 κδ,其中〈βκ 与 κγ〉是正方形,而 ακ 和 κδ 则被称为补足形,因为它们与由于确定性而居于首位的两个正方形一同补足了整个图形——于是,这两个补足形 ακ 和 κδ 与两个正方形中的任意一个一同,被称为拐尺,这既是因为该图形类似于字母 Γ,也是因为它指示并裁定其余部分;因为当它被移去时,使留存的部分在形状上与整体相似,而当它被添加时,使整体在形状上与最初者相似。因此,既然当拐尺被移去时所留存的是正方形,显然哪怕给正方形加上拐尺,整体也变成正方形,此时性质得以留存(因为是正方形),而数量发生改变(因为由较小变为较大)。
- 14.1ὡς ἀλλοῖον ἀλλ’ οὐχὶ ἄλλο ποιοῦσαν
连词 ὡς 表达主观规定与理由,分词 ποιοῦσαν 与前文的阴性宾格名词 διαφορὰν(差异)一致。分词所带的意义上的宾语是由 μένοντος τοῦ ὑποκειμένου 所引导的基质,中性形容词 ἀλλοῖον(在性质上呈另一状态者)与 ἄλλο(完全不同的另一实体)作为表语性宾格构成鲜明对比。
- 14.1σαφέστερον διὰ τοὺς ἀγεωμέπαραπληρώγν ώ τρήτους ῥητέον
在 ἀγεωμέ- 与 -τρήτους 之间,底本(CAG)中穿插的几何图版标签及文字(α ε β、παραπληρώ[ματα]、γνώ[μων]、η κ [μων] θ、γ ζ δ)在排版时混入了正文。其底层的句法结构为动词性形容词短语 σαφέστερον διὰ τοὺς ἀγεωμετρήτους ῥητέον(“为了不通几何学的人必须更清楚地说明”),用以引出后文的几何定义句 τετράγωνον σχῆμα καλεῖται...
- 14.1ταῦτα οὖν τὰ δύο παραπληρώματα, τὰ ακ κδ, μεθ’ ἑνὸς τῶν τετραγώνων ὁποιουοῦν γνώμων καλεῖται
尽管逻辑主语是复数的复合结构(“这两个补足形 ακ 和 κδ 与两个正方形中的任意一个一同”),动词 καλεῖται 却使用了单数形式。这是动词受到单数表语名词 γνώμων 的吸引而发生数的一致(向表语的吸引)。
