- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:422.10-423.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘结束了对《形而上学》中先于划分的引用,并指出它包含了《范畴篇》中的五种模式。随后他讨论了这五种模式向最高类的归宿,并论证了斯特拉托所列举的诸多先于模式如何被归入这五种模式之下。
τὰ δὲ κατὰ τάξιν· ταῦτα δέ ἐστιν ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον, οἷον παραστάτης τριτοστάτου πρότερος καὶ ἡ παρανήτη νήτης· καὶ γὰρ ὅπου μὲν ὁ κορυφαῖος, ἔνθα δὲ ἡ μέση ἀρχή. ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον. ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον, ὡς καὶ ἁπλῶς πρότερον. τούτων δὲ ἄλλως μὲν κατὰ τὸν λόγον, ἄλλως δὲ κατὰ τὴν αἴσθησιν· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρότερα, κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα. ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος πρότερον, ἐπειδὴ τὸ μὲν γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. λέγεται δὲ πρότερα καὶ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα αὐτὰ μὲν ἐνδέχεται ἄνευ ἄλλων εἶναι, ἐκεῖνα δὲ ἄνευ τούτων μὴ ἐνδέχεται, ᾧ τρόπῳ καὶ ὁ Πλάτων ἐχρήσατο’ καὶ αὐτὸς ἐνταῦθα.1 οὕτως μὲν οὖν ἐκεῖ τοὺς τοῦ προτέρου καὶ ὑστέρου τρόπους ἀπηριθμήσατο, καὶ δῆλον ὅτι περιέχονται ἐν τούτοις οἱ ἐν ταῖς Κατηγορίαις εἰρημένοι, ὁ μὲν κατὰ χρόνον καὶ ὁ κατὰ τάξιν καὶ ὁ κατὰ δύναμιν ἐν τῷ πρώτῳ, τὰ δὲ κατὰ φύσιν καὶ αἰτίαν ἐν τῷ ἐσχάτῳ. Οἱ μέντοι πέντε τρόποι οἱ ἐν ταῖς Κατηγορίαις ἀναχθήσονται εἰς τὰ ἀνωτάτω γένη οὕτως· ὁ μὲν κατὰ χρόνον εἰς τὴν ποτὲ κατηγορίαν, ὁ δὲ κατὰ φύσιν καὶ τὸ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δὲ καὶ ὁ κατὰ δύναμιν καὶ ὁ κατὰ αἰτίαν ὑπὸ τὰ πρός τι,2 ὁ δὲ κατὰ τάξιν ὑπὸ τὸ κεῖσθαι. δῆλον δὲ ὅτι καὶ τὸ ὕστερον ἐν ταῖς αὐταῖς ἔσται κατηγορίαις, ἐν αἷς καὶ τὸ πρότερον. Καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ἐν τῷ Περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ πολλοὺς ἀπηριθμήσατο τρόπους, οὓς νομίζω δυνατὸν εἶναι ὑπὸ τοὺς πέντε τοὺς ἐνταῦθα λεγομένους ἀναγαγεῖν οἷον μερισμὸν ἐκείνων ὄντας. ὑπὸ μὲν γὰρ τὸ τῷ χρόνῳ πρότερον ταχθήσεται τὸ ἀτελὲς τοῦ τελείου λεγόμενον,3 διότι ἔσχατον ἐν πᾶσι τὸ τέλος· τὸ δὲ αὐτὸ καὶ ὑπὸ τὴν τάξιν. ἔτι δὲ ὑπ’ ἄμφω ταῦτα καὶ ὑπὸ 〈τὸ〉 τῇ ἀξίᾳ καὶ δυνάμει καὶ τῇ φύσει πρότερόν ἐστιν, οὗ ἐπιστήμη πρότερον, οἷον μονάδος ἢ δυάδος καὶ πλήθους ἢ ἀρτίου καὶ περιττοῦ· ταῦτα γὰρ οὐδὲ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτῶν. πρῶτον δὲ καὶ τῷ χρόνῳ καὶ τῇ ἀξίᾳ, ὧν τὸ ἔργον πρότερον, οἷον τὸ ἀγαθὸν τοῦ κακοῦ· τὸ μὲν γὰρ σωτηρίας, τὸ δὲ φθορᾶς αἴτιον, πρῶτον δὲ τὸ εἶναι τοῦ φθείρεσθαι καὶ χρόνῳ καὶ ἀξίᾳ. πρῶτον δὲ τῇ φύσει ὡς μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅπερ δυνατὸν εἶναι θατέρου μὴ ὄντος, ὡς τόπος σώματος καὶ σῶμα χρώματος, ὁμοίως δὲ καὶ εἰ θάτερον ἐν θατέρῳ πέφυκε γίνεσθαι, οἷον ἡ οὐσία ποιοῦ καὶ ποσοῦ· οὕτως δὲ καὶ τὸ κατὰ φύσιν πρότερον τοῦ παρὰ φύσιν καὶ ὁ νόμος τῆς παρανομίας καὶ ἡ ἕξις τῆς στερήσεως. ὑπὸ δὲ τὸ τῇ ἀξίᾳ πρότερον καὶ τὸ δυνάμει τάττοιτο ἂν τὰ τῷ τιμιωτέρῳ συγγενέστερα, ὡς τὸ ποσὸν τοῦ ποιοῦ προτάττοιτο ἄν, διότι τὸ μὲν ποσὸν μέρος τῆς οὐσίας, τὸ δὲ ποιὸν οὔ· καὶ εἰ τὸ μὲν μετέχει γενέσεως καὶ φθορᾶς, ὡς ὁ χρόνος, τὸ δὲ οὔ, ὡς ὁ τόπος, καὶ τὸ μὲν χωριστόν, τὸ δὲ οὔ· ἄνευ μὲν γὰρ αἰσθήσεως εἶναι τὴν ψυχὴν ἀδύνατον, ἄνευ δὲ ἐπιθυμίας εἶναι δυνατόν· καὶ τὸ ἀμερὲς τοῦ μεριστοῦ· ἀρχῇ γὰρ ὁμοιότερον, ὥστε καὶ κύκλου τὸ κέντρον· καὶ τὸ μᾶλλον τοῦ προτέρου μετέχον, ὡς τὸ ἀΐδιον μὲν τοῦ ἀγαθοῦ, τὸ φθαρτὸν δὲ τοῦ κακοῦ καὶ τὸ ἄρτιον δυάδος, τὸ δὲ περιττὸν τριάδος· καὶ εἰ τὸ μὲν μένει χρόνον τινά, τὸ δὲ οὐ μένει, οἷον σῶμα κινήσεως καὶ χρόνου. ὑπὸ δὲ τὸ τῇ τάξει πρότερον εἴη ἂν τὸ τοῦ μεταξὺ πρότερον, ὕστερον δὲ τὸ τοῦ μεταξὺ ὕστερον. ὑπὸ δὲ 〈τὸ ἐν〉 τοῖς ἀντιστρέφουσιν ὡς αἰτιῶδες πρότερον ἂν εἴη τὸ στοιχεῖον· καὶ γὰρ αὖ καὶ τὸ μέρος τοῦ ὅλου, ὡς τὸ πεπερασμένον τοῦ ἀπείρου, καὶ εἰ θάτερον ἐκ θατέρου, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος· ὑλικὸν γὰρ καὶ οὗτος αἴτιον. ὅτι δὲ καὶ 〈τὸ〉 αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο καὶ πρότερον καὶ ὕστερον εἶναι δυνατόν, καὶ αὐτὸς ὁ Στράτων ἐνεδείξατο, τὸν χρόνον καὶ τὸν τόπον πρότερα καὶ ὕστερα ἀλλήλων δεικνύς.
按次序者:这些是按言辞与某一确定的单一事物相距的事物,例如排中排第二者先于排第三者,次高音弦先于最高音弦;因为在前者中领队是本原,在后者中中音弦是本原。因此,这些事物以此种方式被称为在先的。按另一种方式,在认知上居先者也按单纯的方式居先。在这些之中,有些按言辞居先,有些则按感觉居先;因为按言辞而言普遍者居先,而按感觉而言个别者居先。此外,居先者的性状也被称为居先的,例如平直先于平滑,因为前者是线的性状,而后者是面的性状。在自然和实体上也称为居先者,即那些自身可以脱离其他事物而存在,而其他事物脱离了它们则不可能存在的事物;柏拉图也使用了这一方式”,而他本人在此[《范畴篇》]也使用了这一方式。于是,他在那里[《形而上学》]如此列举了先于和后于的诸模式,显而易见,《范畴篇》中所陈述的诸模式包含在这些之中:按时间的、按次序的和按潜能的包含在第一种之中,而按自然的和按原因的则包含在最后一种之中。 然而,《范畴篇》中的五种模式将按如下方式归入最高类:按时间的归入“何时”范畴,按自然的且一同取消却不被一同取消的,以及按潜能的和按原因的归入“关系”之下,按次序的归入“姿态”之下。显而易见,后于者也将在先于者所在的相同范畴中。 拉姆萨库斯的斯特拉托在其单卷本《论先于和后于》中也列举了许多模式,我认为能够将它们归入在此所说的五种模式之下,因为它们可以说是这五种模式的细分。因为在时间上居先者之下,将配置相对于完全者而言被称为不完全者,因为在万物中目的都是最后的;而同一事物也归于次序之下。此外,在两者之下,以及在价值、潜能和自然上居先者之下,配置着对其知识居先的事物,例如一之于二,多数之于偶数和奇数;因为这些事物在存在的推演上甚至不可反转,正如对其知识也不反转一样。而在时间上和价值上都居第一者,则是其功用居先的事物,例如善之于恶;因为一者是保全的原因,另一者是毁灭的原因,而存在在时间和价值上都先于被毁灭。在自然上居第一者,作为在存在的推演上不可反转者,乃是当另一者不存在时自身能够存在的事物,例如处所之于物体,物体之于颜色;同样,若一者在本性上生成于另一者之中,例如实体之于质与量;依此,合乎本性者先于违背本性者,法律先于不法,具有先于缺乏。而在价值和潜能上居先者之下,可以配置更切近更尊贵者之物,例如量可以置于质之前,因为量是实体的部分,而质则不是;又如一者分有生成与毁灭(如时间),而另一者则不分有(如处所);一者可分离,而另一者不可分离;因为没有感觉灵魂是不可能存在的,但没有欲望灵魂则是可能存在的;无部分者先于可分割者,因为它更类似于本原,因此圆心先于圆周亦是如此;更充分分有居先者之物,如永恒者分有善,而可灭者分有恶,偶数分有二,而奇数分有三;以及若一者驻留一定时间,而另一者不驻留,例如物体之于运动和时间。而在次序上居先者之下,应当是中间者之前的事物,而在次序上居后者则是中间者之后的事物。而在相互推演的事物中作为具原因性而居先者之下,应当是元素;此外部分也先于整体,如有限者之于无限者,以及一者由另一者生成的情形,如青铜之于雕像;因为青铜也是质料原因。斯特拉托本人也指出了同一事物可以依据不同的方面既是在先的又是在后的,他表明了时间与处所互为在先与在后。
- 12.1ᾧ τρόπῳ καὶ ὁ Πλάτων ἐχρήσατο’ καὶ αὐτὸς ἐνταῦθα.
正如在 ἐχρήσατο 之后的闭引号所示,直至 ᾧ τρόπῳ καὶ ὁ Πλάτων ἐχρήσατο 为止是亚里士多德在《形而上学》Δ11(1019a4)中的引文。紧随其后的 καὶ αὐτὸς ἐνταῦθα 是辛普利丘本人的补充,语法上承接前一分句补充谓语动词 ἐχρήσατο,意为“而他本人在此[《范畴篇》]也使用了这一方式”。
- 12.1ὁ δὲ κατὰ φύσιν καὶ τὸ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δὲ καὶ ὁ κατὰ δύναμιν καὶ ὁ κατὰ αἰτίαν ὑπὸ τὰ πρός τι
这是由句首动词 ἀναχθήσονται 所统领的对列结构的一部分。主语包含多个模式:ὁ κατὰ φύσιν(附带同位语短语 καὶ τὸ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ)、ὁ κατὰ δύναμιν 以及 ὁ κατὰ αἰτίαν,它们并列作为主语,共同接受介词短语 ὑπὸ τὰ πρός τι(“归入‘关系’之下”)作为表语成分。
- 12.1ὑπὸ μὲν γὰρ τὸ τῷ χρόνῳ πρότερον ταχθήσεται τὸ ἀτελὲς τοῦ τελείου λεγόμενον
主语是中性分词短语 τὸ ἀτελὲς ... λεγόμενον,属格 τοῦ τελείου 表示相对于分词 λεγόμενον 的比较与指涉基准(“相对于完全者而言被称为不完全者”)。介词短语 ὑπὸ ... τὸ τῷ χρόνῳ πρότερον 表示被动动词 ταχθήσεται(“将被配置于……”)所指向的归属范畴。
