← 辛普里丘

亚里士多德《范畴篇》注释

§420.19-422.10

先于的第四与第五种模式及形而上学中的划分

辛普里丘注解了亚里士多德提出的先于的第四种(价值与潜能)和第五种(原因)模式,讨论了按位置和构想在先如何归入已立模式,并概述了《形而上学》中关于先与后的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1#2

Τέταρτον τίθησι τοῦ προτέρου τρόπον, καθ’ ὃν τὸ βέλτιον καὶ τιμιώτερον πρότερον εἶναι καὶ δυνάμει καὶ ὑπεροχῇ λέγομεν, ὥσπερ τὰ θεῖα τῶν θνητῶν· οὕτως δὲ καὶ ἐν ταῖς πόλεσι καὶ ἐν τοῖς φίλοις οἱ τιμιώτεροι πρότεροι λέγονται. τοῦτον δὲ τὸν τρόπον ἀλλοτριώτατον εἶναί φησι τῆς κατὰ τὸ πρῶτον σημασίας,1 οὐχ ὅτι οὐκ ἔστι πρῶτα τῷ ὄντι τῇ φύσει τὰ βέλτιστα καὶ τιμιώτερα, ἀλλ’ ὅτι οὐ πάνυ συνείθισται τὸ πρότερον ἐπὶ τῶν τοιούτων· τοὺς γοῦν πατέρας καὶ διδασκάλους καίτοι τιμιωτέρους ὄντας οὐκ εἰώθαμεν κατὰ τοῦτο προτέρους λέγειν, οὐδὲ συμπέφυκε τὸ τοῦ προτέρου ὄνομα, ὡς ἐπὶ τῶν ἄλλων εἶχε τρόπων. μήποτε δὲ οὐ διὰ τὴν συνήθειαν ἀλλοτριώτατον εἶπεν εἶναι τοῦ προτέρου καὶ ὑστέρου τὸν τρόπον τοῦτον (ἐν γὰρ τῇ συνηθείᾳ πολλάκις πρῶτον τὸ τιμιώτερον λέγομεν), ἀλλ’ ὅτι2 τὸ πρότερον καὶ ὕστερον ἐν τοιαύτῃ φύσει βούλεται εἶναι ὡς ἐν χρόνῳ καὶ ἐν ἀριθμῷ τὸ ἓν καὶ δύο καὶ ἐν λόγῳ τὸ προοίμιον καὶ ἡ διήγησις, καὶ τὸ ἐφεξῆς δὲ ἐπαχθησόμενον ἐπὶ τῶν ἐξισαζόντων τίθεται καὶ οὐχὶ βελτιόνων καὶ χειρόνων, καθὸ τοιαῦτα. καίτοι τὰ τῇ αἰτίᾳ πρότερα βελτίονα, ἀλλ’ οὐ κατὰ τὸ βέλτιον τὸ πρότερον ἔχει καὶ ὕστερον, ἀλλὰ καθὸ τῆς αὐτῆς πως ὄντα φύσεως προτερεύει καὶ ὑστερεῖ. Προστίθησι δὲ καὶ πέμπτον τοῖς εἰρημένοις τρόπον τοῦ προτέρου, καθ’ ὃν καὶ ἐν τοῖς ἀντιστρέφουσι κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ ἅμα ὑπάρχειν δοκοῦσιν ὅμως πρότερον λέγεται τὸ τὴν αἰτίαν περιέχον, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος· τὸ γὰρ πρᾶγμα αἴτιόν ἐστι τοῦ ἀληθοῦς λόγου, ἀλλ’ οὐχὶ ὁ λόγος τοῦ πράγματος. γίνεται δὲ ἐπὶ τῶν ἀντακολουθούντων ποτὲ μὲν ὡς ποιητικόν, ὡς ἐπί τε τοῦ εἰρημένου παραδείγματος καὶ μέντοι πατρὸς ὄντος καὶ υἱὸς ἔστι καὶ ἀνάπαλιν, αἴτιον δὲ ποιητικὸν ὁ πατήρ· ποτὲ δὲ ὡς ὑλικόν, ὡς ὁ κέραμος· ἅμα γὰρ ὕδωρ καὶ γῆ, μικτὸν δέ, ὡς ἐκ γῆς καὶ πηλοῦ, ἀλλὰ τὸ μὲν ὕδωρ καὶ ἡ γῆ ὑλικὸν αἴτιον, ἡ δὲ μίξις εἰδικὸν τούτου. Πέντε μὲν οὖν αὐτὸς ἐνταῦθα τοῦ προτέρου τοὺς τρόπους ἐξέθετο, τὸν κατὰ χρόνον, τὸν κατὰ φύσιν, τὸν κατὰ τάξιν, τὸν κατὰ δύναμιν, τὸν κατὰ αἰτίαν. δῆλον δὲ ὅτι ὁσαχῶς τὸ πρῶτον, τοσαυταχῶς ἂν καὶ τὸ ὕστερον λέγοιτο. ὁ δὲ τῇ θέσει τὸ πρῶτον ἀφορίζων, οἷον εἰ πρῶτον τῶν κιόνων τὸν ἀνατολικὸν λέγοιμεν, εἰ μὲν κατ’ ἐπίνοιαν ἔχει τὸ πρῶτον, οὐδεὶς λόγος (τὸ γὰρ αὐτὸ πρῶτον ἔσται καὶ ὕστερον)· εἰ δέ τι καὶ φύσει ἔχει, ὑπὸ τὴν τάξιν ἀναχθήσεται. τὸ δὲ τῇ ἐπινοίᾳ πρῶτον ὥσπερ τὸ τέλος, διότι προεννοῦμεν τὸ τέλος, ὥσπερ τὴν σκέπην πρὸ τῶν τοίχων καὶ τῶν θεμελίων καὶ τῆς ὀρύξεως — τοῦτο δ’ οὖν ὑπὸ τὸ τῷ χρόνῳ πρῶτον ἀναχθήσεται· χρόνῳ γὰρ ἡ τοῦ τέλους ἔννοια προτερεύει, ἡ δὲ ὕπαρξις αὐτοῦ χρόνῳ μὲν ὑστέρα, τῇ δὲ οὐσίᾳ πρώτη· πρῶτα γὰρ τῇ οὐσίᾳ τὰ τελειότερα. ὅπερ τοῦ πρώτου σημαινόμενον οὐ δοκεῖ μοι παραλελεῖφθαι ὡς ὁ Ἰάμβλιχος φησιν, ἀλλ’ ἐν τῷ τετάρτῳ τρόπῳ περιέχεσθαι, ἐν ᾧ τὸ τιμιώτερον καὶ βέλτιστον πρῶτον ἐλέγετο. ἐν ἄλλοις δὲ πρότερον λέγει καὶ τὸ μέρος τὸ ἐν τῷ ὁρισμῷ τοῦ πράγματος, ὅπερ οἶμαι ὡς ὑλικὸν λαμβανόμενον αἴτιον ἐν τῷ πέμπτῳ τρόπῳ περισχεθήσεται, τῷ αὐτῷ μὲν τρόπῳ ὡς ἡ ὕλη τῷ ὅλῳ ἑπόμενον, οὐ μέντοι ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. λέγει δὲ καὶ τὸ τέλος πρότερόν τε εἶναι καὶ γνωριμώτερον αὐτοῖς, κἂν ὕστερον ᾖ τῇ φύσει. Ἐν δὲ τοῖς Μετὰ τὰ φυσικὰ οὕτως τὸ πρότερον καὶ ὕστερον διαιρεῖται· ‘πρῶτον, φησίν, ἐστὶν τὸ ἐγγύτερον ἀρχῆς τινος ὡρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, οἷον τὸ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον ἢ φύσει τινὸς τόπου ὡρισμένου, οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου, ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον. τὰ δὲ κατὰ χρόνον πρότερα, ἐπὶ μὲν τῶν γενομένων τὰ πορρώτερον ὄντα τοῦ νῦν, ἐπὶ δὲ τῶν ἐσομένων τὰ ἐγγύτερον· οὕτω γὰρ τὰ μὲν Τρωικὰ τῶν Μηδικῶν πρότερα γέγονε, τὰ δὲ Νέμεα τῶν Πυθίων πρῶτα γενήσεται, τῷ νῦν ὡς ἀρχῇ χρησαμένων ἡμῶν.3 τὰ δὲ κατὰ κίνησιν· τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός· ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς. τὸ δὲ κατὰ δύναμιν· τὸ γὰρ ἄρχον τῇ δυνάμει καὶ τὸ δυνατώτερον πρότερον, τοιοῦτον δέ ἐστιν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη θάτερον καὶ τὸ ὕστερον ἀκολουθεῖν, ὥστε κινοῦντος μὲν ἐκείνου κινεῖσθαι, μὴ κινοῦντος δὲ μὴ κινεῖσθαι· ἀρχὴ γὰρ καὶ προαίρεσις.

他提出了先于的第四种模式,据此我们说较善和更尊贵者无论在潜能还是在卓越性上都是先于的,正如神圣之物先于必死之物;同样,在城邦中以及在朋友之间,更尊贵的人也被称为在先者。他说这一模式与按第一者的意义最为疏远,这并非因为最好的和更尊贵的事物在真正意义上按本性不是第一位的,而是因为将“先于”用于这类事物并不完全合乎习惯;无论如何,父亲和教师虽然更为尊贵,我们却并不习惯因此称他们为在先者,先于的名称也不曾像在其他模式中那样与它们自然结合在一起。然而,或许他之所以说这种模式在先与后中最疏远,并不是因为日常习惯(因为在日常习惯中我们经常将更尊贵者称为第一位的),而是因为先与后倾向于存在于这样一种本性之中,正如在时间中、在数中的一与二、在言辞中的序言与叙述,并且紧接着将被引出的模式也是立于相互均等的事物之上,而不是立于较善与较劣者本身之上的。尽管在原因上居先者是较善的,然而它们具有先与后并不是依据其较善,而是依据其以某种方式属于同一种本性而先行与落后。他在上述诸模式之外又补充了先于的第五种模式,据此,即使在那些在存在的推演上可反转且看似同时存在的事物中,包含原因者仍被称为在先者,正如他所引用的例子一样:事实是真实言辞的原因,而言辞却不是事实的原因。而在相互推演的事物中,有时表现为动力原因,正如在所说的例子中,而且确实,当父亲存在时儿子也存在,反之亦然,但父亲是动力原因;有时则表现为质料原因,正如陶器:因为水与土同时存在,且它是混合物,如出自土与泥,但水与土是质料原因,而混合则是其形式原因。因此,他本人在此阐述了先于的五种模式:按时间的、按本性的、按次序的、按潜能的、按原因的。显而易见,第一者以多少种方式被言说,后于者也可以按同样多的方式被言说。至于按位置界定第一者的人,例如若我们称柱子中最东边的一根为第一,如果它是按构想具有第一性,则不足挂齿(因为同一事物将既是第一又是后于者);但如果它在某种程度上也是凭本性而如此,则将归入次序之下。然而在构想中居首者,如目的,因为我们预先构想目的,正如在墙壁、地基与开挖之前预先构想遮蔽一样——这无论如何都将归入时间上居首者之下;因为在时间上目的的构想先立,而其存在在时间上是后于的,但在实体上却是第一位的;因为在实体上第一的是更完满者。在我看来,第一者的这一含义并未如扬布利柯所说的那样被遗漏,而是包含在第四种模式中,在那一模式中更尊贵和最好的被称为第一。在其他著作中,他也把事物定义中的部分称为在先的,我认为这作为质料原因来理解将包容在第五种模式中,它以与质料随附于整体相同的方式随附,然而在存在的推演上却不反转。他还说,目的对于它们而言既是在先的也是更易知的,即使在本性上它是后于的。在《形而上学》中,先与后是这样划分的:“第一者,”他说,“是更接近某一确定本原者,或单纯且凭本性,或相对于某物,或在某处,或由某些事物所决定;例如按位置者,由于在本性上更接近某一确定的处所,如中间或极点,或者相对于偶然处所,而更远者则是后于的。至于按时间居先者,在过去发生的事情中是离现在更远者,而在将来的事情中是离现在更近者;因为这样一来,特洛伊的事迹发生在波斯事迹之前,而涅墨亚竞技会将先于皮托竞技会举行,因为我们把现在用作了本原。按运动居先者:因为更接近第一推动者的是居先的,如小孩之于成年人;而这也是某种单纯的本原。按潜能居先者:因为在潜能上起支配作用的和更具能力者是居先的,而这种东西就是根据其抉择,另一者即后于者必然依随,以至于当前者发动时后者被发动,前者不发动时后者不被发动;因为抉择也是一种本原。”

语法注3 条
  1. 12.1τῆς κατὰ τὸ πρῶτον σημασίας

    此处 τὸ πρῶτον 理解为指代前面列举的第一种模式(即按时间的在先)。在语境中,亚里士多德指第四种模式最疏远的对象,正是最先提出的本原含义(时间上的在先)。

  2. 12.1μήποτε δὲ οὐ διὰ τὴν συνήθειαν ... ἀλλ' ὅτι

    μήποτε 引领审慎的推测或委婉的断言(“或许不是因为……而是因为……”)。句子的对比结构由 οὐ διὰ τὴν συνήθειαν(不是由于习惯)与 ἀλλ' ὅτι(而是因为……)构成。

  3. 12.1τῷ νῦν ὡς ἀρχῇ χρησαμένων ἡμῶν

    属格独立结构,表原因(“因为我们将‘现在’用作本原”),解释了过去和将来的事件在以“现在”为基准时先后判定方向相反的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:420.19-422.10