← 辛普里丘

亚里士多德《范畴篇》注释

§424.2-425.24

同时的三种模式与属的相互对分

辛普里丘探讨亚里士多德在《范畴篇》第13章(14b24)中关于“同时”的论述,阐明其三种模式(时间、可逆关系、同类对分)如何与“先于和后于”的模式相对立并相呼应。他厘清了划分的类型(叠置划分、细分、对分),并引用了扬布里柯的解释及其在命题分类中的运用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1#1

" Ἅμα δὲ λέγεται ἕως τοῦ ἁπλῶς δὲ ἅμα ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἐστί." Χρησάμενος καὶ τῷ ἅμα ἐν τῷ περὶ τῶν πρός τι λόγῳ εἰκότως καὶ περὶ αὐτοῦ προτίθεται διδάξαι. μετὰ τὸ πρότερον δὲ καὶ ὕστερον τάττει τὸ ἅμα, διότι ἀντίκειται πρὸς ἐκεῖνα, ὡς δηλοῖ τὸ τῇ ἀποφάσει αὐτῶν δηλοῦσθαι·1 διὸ καὶ τρόπους τοῦ ἅμα σχεδὸν τοὺς ἀντιθέτους τοῖς ἐκείνων τρόποις καὶ κατὰ τάξιν πως ἀπηριθμήσατο τὴν αὐτήν. Πρῶτον μὲν γὰρ τίθησι καθ’ ὃν ἁπλῶς καὶ κυριώτατα λέγεσθαί φησιν ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἐστί· καὶ γὰρ ἐκεῖ τὸ κατὰ χρόνον πρότερον προέταξε, καθ’ ὃ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον ἐλέγετο. ἁπλῶς δὲ καὶ κυρίως καὶ τὸ ἅμα τοῦτό φησι λέγεσθαι τὸ κατὰ χρόνον ὡς ἐν τῇ χρήσει κατημαξευμένον. Δεύτερον δὲ σημαινόμενον τοῦ ἅμα τίθησιν, ὅπερ τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τοῦ προτέρου καὶ ὑστέρου σημαινομένῳ ἀντέθηκεν εἰκότως· τὸ μὲν γὰρ ἦν μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, καὶ ταύτῃ τὸ πρότερον εἶχε· τὸ δὲ ἀντέστρεφε μέν, ἀλλ’ ὡς αἰτίου καὶ αἰτιατοῦ ἦν ἡ ἀντιστροφή, καὶ ταύτῃ πάλιν τὸ μὲν πρότερον ἦν, τὸ δὲ ὕστερον. ἐπὶ δὲ τοῦ ἅμα, καθ’ ὅσον μὲν ἀντιστρέφει, ἀντίκειται τῷ μὴ ἀντιστρέφοντι· καθ’ ὅσον δὲ ὡς ἐξισαζόντων, 〈τῷ〉 ὡς αἰτίῳ καὶ αἰτιατῷ,2 ὡς ἔχει τὸ διπλάσιον καὶ ἥμισυ. κατὰ δὲ τοῦτο τοῦ ἅμα τὸ σημαινόμενον τὰ πρός τι ἅμα ἐλέγετο· καὶ γὰρ συνεισάγει καὶ συναναιρεῖ ἀεὶ ἄλληλα τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ οὐδέτερον θατέρου αἴτιόν ἐστι. Τρίτον τοῦ ἅμα σημαινόμενον παραδίδωσιν ἅμα λέγων τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἀντιδιῃρῆσθαι δὲ λέγεται τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν διαίρεσιν ἀναφερόμενα. ἑνὸς γὰρ ἔστιν ὅτε γένους πλείονες γίνονται διαιρέσεις· αἱ μὲν καὶ ἰσοστοίχως, ὡς ὅταν τῶν σωμάτων τὰ μὲν θερμά, τὰ δὲ ψυχρὰ λέγωμεν ἢ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, καὶ καλοῦσι ταύτας ἐπιδιαιρέσεις, αἱ δὲ τὸ πρότερον ἔχουσαι καὶ ὕστερον, ὡς ὅταν τὸ ἔμψυχον, ταὐτὸν δὲ εἰπεῖν τὸ ζῷον διέλωμεν εἰς τὸ πτηνὸν καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον, καὶ καλοῦσι ταύτην τοῦ ζῴου ὑποδιαίρεσιν. ἀντιδιαίρεσις μέντοι ἐστὶν ἡ κατὰ τὴν αὐτὴν καὶ μίαν τομὴν γινομένη τῶν διαιρημάτων ἀντίθεσις, ὥστε τῷ μὲν ἐμψύχῳ τὸ ἄψυχον ἀντιδιῃρῆσθαι, ἐκ τῆς αὐτῆς γενόμενα τομῆς, τῷ δὲ πτηνῷ τὸ πεζὸν καὶ τὸ ἔνυδρον. καὶ ἕκαστον δὲ τούτων εἰς εἴδη πάλιν τέμνεται, καὶ ἔσται καὶ ἐκεῖνα τὰ εἴδη ἅμα τῇ φύσει ὡς ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους. οὐδεμία γὰρ αὐτῶν πρότερον ἢ ὕστερον θεωρεῖται, ὥσπερ ἐπὶ τῶν ἄλλων διαιρέσεων τὰ κατὰ τὴν πρώτην διαίρεσιν πρότερα ἦν τῶν κατὰ τὴν ὑστέραν, ὡς ἂν συναναιροῦντα μὲν οὐ συναιρούμενα δὲ καὶ συνεπιφερόμενα μὲν μὴ συνεπιφέροντα δέ, ταὐτὸν δὲ εἰπεῖν μὴ ἀντιστρέφοντα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· καὶ γὰρ ζῴου ὄντος οὐ πάντως ἔνυδρον, ἐνύδρου δὲ ὄντος πάντως ζῷον, καὶ ζῴου μὲν ἀναιρεθέντος ἀναιρεῖται τὸ ἔνυδρον, ἐνύδρου δὲ ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ζῷον. τούτῳ δὴ τῷ ἅμα δοκεῖ μηδὲν ἀντικείμενον πρότερον καὶ ὕστερον παραδεδόσθαι. λέγει δὲ ὁ Ἰάμβλιχος ἀντικεῖσθαι τούτῳ τὰ κατὰ προτέραν καὶ ὑστέραν γινόμενα διαίρεσιν, ὡς τὸ ἔμψυχον τὸ ἐκ τῆς προτέρας διαιρέσεως ληφθὲν πρότερόν ἐστι τοῦ πτηνοῦ τοῦ ἐκ τῆς ὑστέρας διαιρέσεως· οὐδὲ γὰρ ἀντιστρέφει ταῦτα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥστε καὶ τοῦτο τοῦ ἅμα τὸ σημαινόμενον τῷ δευτέρῳ ἀντίκειται τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου, ἐν ᾧ τὰ γένη καὶ εἴδη τέτακται. ὁ μέντοι Ἰάμβλιχος τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον διελὼν καὶ τὸ ἄλογον εἰς πτηνὸν καὶ χερσαῖον καὶ ἔνυδρον, πρότερον τὸ λογικὸν τοῦ πτηνοῦ τίθησιν· “οὕτω δέ, φησί, καὶ ἐπὶ τῶν ἀξιωμάτων οἱ μὲν τὰ ἁπλᾶ καὶ οὐχ ἁπλᾶ διελόμενοι εἰς τὰ ἅμα τὴν διαίρεσιν ἐποιήσαντο, οἱ δὲ εἰς τὰ ἁπλᾶ καὶ τὰ συνημμένα καὶ διεζευγμένα οὐκ ὀρθῶς· τοῦ γὰρ οὐχ ἁπλοῦ τούτου καὶ ἁπλοῦ ἀντιδιῃρημένου εἴδη ἐστὶ τό τε συνημμένον καὶ τὸ διεζευγμένον”.3

“被称为同时的”至“而单纯的同时的,乃是那些生成在同一时间的事物”。 他在关于关系的论述中也使用了“同时”,因而合情合理地也打算对它加以施教。他将“同时”配置在先于和后于之后,是因为它与那些对立,这一点由它是通过对它们的否定来表明而显明;因此他也列举了与那些模式大致相反的、且以某种相同的次序排列的同时的诸模式。因为首先他确立了据此他声称单纯且最本原性地被称为“同时”的模式,即那些生成在同一时间的事物;因为在那里他也将按时间在先的置于首位,据此一者被称为比另一者更年长和更古老。他声称这个按时间的同时,作为在惯用中极为普遍的,也被称为是单纯且本原性的。接着他确立了“同时”的第二种含义,他合情合理地将其与先于和后于的第二种及第五种含义相对置;因为前者是按存在的推演不可反转的,在此方面占有在先者;而后者虽然相互推演,但推演是作为原因与被原因者的推演,在此方面又是一者在先而另一者在后。但在“同时”的情形中,就其相互推演而言,它与不可反转者对立;就其作为对等者而言,与作为原因与被原因者对立,正如两倍与一半的关系那样。而按照“同时”的这一含义,关系者被称为同时的;因为两倍与一半总是相互共同引入并一同取消,且绝非一者是另一者的原因。他传述的“同时”的第三种含义,是将出于同一类的相互对分之物称为同时的;而所谓相互对分者,乃是指归于一且相同的划分之物。因为有时一个类会有多次划分:有些是均等的,例如当我们说物体有些是热的,有些是冷的,或者有些是有生命的,有些是无生命的时,人们称这些为叠置划分;而有些则包含先于和后于,例如当我们把有生命者(即动物)划分为飞行动物、陆生动物和水生动物时,人们称此为动物的细分。然而,相互对分是按照相同的单一切割而产生的诸划分部分的对置,以至于无生命者与有生命者相互对分(出于同一切割而产生),而步行的和水生的与飞行的相互对分。这些中的每一个又再次切割为种,那些种作为出于同一类的相互对分者,在自然上也同样将是同时的。因为在它们之中观察不到任何在先或在后,不像在其他划分中按照第一种划分的事物先于按照后一种划分的事物那样,因为它们一同取消却不被一同取消,被伴随却不伴随,即按存在的推演不相互推演;因为若有动物,未必有水生者,但若有水生者,必定有动物;动物被取消,水生者就被取消,但水生者被取消,动物并不被取消。对于这种“同时”,似乎并未传述任何与之对立的在先与在后。但扬布里柯声称,按照较先和较后的划分而生成者与此对立,例如从较先划分中取得的有生命者先于从较后划分中取得的飞行动物;因为这些在存在的推演上也不可反转,以至于“同时”的这一含义也与先于和后于的第二种模式(其中配置着类和种)相对立。然而扬布里柯将动物划分为理性的与非理性的,并将非理性的划分为飞行的、陆生的和水生的之后,将理性的置于飞行的之前:“而且在命题的情形中也是如此,他说,那些将命题划分为简单的和非简单的人,乃是划分为同时的事物;而那些将命题划分为简单的、假言的和选言的人,则是不正确的;因为假言的和选言的乃是与简单者相互对分的这一非简单者的种”。

语法注3 条
  1. 13.1ὡς δηλοῖ τὸ τῇ ἀποφάσει αὐτῶν δηλοῦσθαι

    限定动词 δηλοῖ 的主语是带冠词不定式短语 τὸ τῇ ἀποφάσει αὐτῶν δηλοῦσθαι(“它通过对它们之否定而被表明”),主语和谓语动词重复使用了动词 δηλόω。该从句用于提供前述论断的依据。

  2. 13.1καθ’ ὅσον δὲ ὡς ἐξισαζόντων, 〈τῷ〉 ὡς αἰτίῳ καὶ αἰτιατῷ

    在对比结构 καθ’ ὅσον μὲν ἀντιστρέφει, ἀντίκειται τῷ μὴ ἀντιστρέφοντι· καθ’ ὅσον δὲ ὡς ἐξισαζόντων, 〈τῷ〉 ὡς αἰτίῳ καὶ αἰτιατῷ 中,后半句省略了动词 ἀντίκειται。属格 ὡς ἐξισαζόντων 具有独立属格的功能(“就其属于均等对置之物而言”),与补出的与格 〈τῷ〉 ὡς αἰτίῳ καὶ αἰτιατῷ(“与作为原因和被原因者相对置”)构成对比。

  3. 13.1τοῦ γὰρ οὐχ ἁπλοῦ τούτου καὶ ἁπλοῦ ἀντιδιῃρημένου εἴδη ἐστὶ τό τε συνημμένον καὶ τὸ διεζευγμένον

    倒装结构(hyperbaton)。主语是 τό τε συνημμένον καὶ τὸ διεζευγμένον(“假言的与选言的”),表语名词是 εἴδη(“种”)。属格短语 τοῦ γὰρ οὐχ ἁπλοῦ τούτου καὶ ἁπλοῦ ἀντιδιῃρημένου 中,τούτου 修饰 οὐχ ἁπλοῦ(“这一非简单的”),而 καὶ ἁπλοῦ ἀντιδιῃρημένου 则是修饰 οὐχ ἁπλοῦ 的分词短语(“与简单者相对分的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:424.2-425.24