← 辛普里丘

亚里士多德《范畴篇》注释

§418.20-420.19

在先的多重含义与前三种模式

辛普里修解释了《范畴篇》第12章探讨“先于”多重含义的背景,并对按时间、按存在推演的不可反转性以及按次序这前三种在先模式及其特点和难点进行了注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1#1

" Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς ἕως τοῦ ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγεται." Ἐχρήσατο καὶ τῷ προτέρῳ ἔν τε τῷ περὶ τῆς οὐσίας λόγῳ καὶ ἐν τοῖς πρός τι εἰπών· “τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι”. διὰ τοῦτο οὖν καὶ τοῦ προτέρου πολλαχῶς λεγομένου τὴν διαίρεσιν ποιεῖται, οὐ πάντας τοὺς τρόπους παραδιδούς (καὶ ἄλλους γοῦν οὐκ ὀλίγους προστίθησιν καὶ αὐτὸς ἐν ἄλλοις καὶ ὁ Στράτων ἐν τῷ Περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ), ἀρκοῦντας δὲ πρὸς εἰσαγωγὴν καὶ τοὺς ἐκτεθέντας οἰόμενος. Πρῶτον μὲν γὰρ τρόπον τοῦ προτέρου καὶ κυριώτατον τὸν κατὰ τὸν χρόνον εἶναί φησιν, καθὸ τὸ πρῶτον τῷ χρόνῳ πρεσβύτερον καὶ παλαιότερον λέγομεν, τίμια τιθέντες ταῦτα τὰ ὀνόματα. λέγεται δὲ κυρίως τὸ μὲν πρεσβύτερον ἐπὶ τῶν ἐμψύχων καὶ μάλιστα ἀνθρώπων, καθὸ Πυθαγόραν Σωκράτους πρεσβύτερον λέγομεν, τὸ δὲ παλαιότερον ἐπὶ τῶν ἀψύχων καὶ τῶν πραγμάτων, ὡς τὰ Τρωικὰ τῶν Περσικῶν παλαιότερά φαμεν καὶ ταύτῃ πρότερα. δῆλον δὲ ὅτι πρὸς ἕτερον δεῖ παραβάλλοντα ἡγεῖσθαι τὴν σύγκρισιν· εἰ γὰρ μὴ τοῦτο, εὑρεθήσεταί τις αὐτὸς ἑαυτοῦ πρεσβύτερος κατὰ τὴν νέαν ἡλικίαν, ὅτι τῷ χρόνῳ προτέρα ἦν ἐκείνη. ἐν δὴ τούτοις ζητητέον πρῶτον μέν, εἰ ὁμώνυμον τὸ πρότερον, πῶς ἔστιν τι ἐν αὐτῷ κυριώτατον· ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις καὶ ὁμωνύμοις τὸ μὲν κύριον εἶναι, τὸ δὲ κατὰ μεταφορὰν οὐκ ἐνδέχεται, ὡς εἴρηται ἐν τῷ περὶ ὁμωνύμων λόγῳ. 〈ἢ〉 ἡ μὲν ἄτομος οὐσία κυριώτατα καὶ πρώτως καὶ μάλιστα εἴρηται, διότι συνωνύμως κατ’ αὐτῆς αἱ δεύτεραι λέγονται οὐσίαι· ῥητέον οὖν ὅτι καὶ ἐπὶ ὁμωνύμων ἔστιν φάναι τὸ κυριώτατα, ὅταν τὸ μὲν πρῶτον τεθῇ, τὸ δὲ ἀπ’ ἐκείνου, ὡς ζῷον τό τε ἔμψυχον καὶ τὸ γεγραμμένον, ἀλλὰ τὸ μὲν κυριώτατα ζῷον, τὸ δὲ καθ’ ὁμοιότητα ἐκείνου δευτέρως, ὁμώνυμα δὲ ἄμφω. δεύτερον δὲ ζητητέον, διὰ τί τὸ κατὰ χρόνον κυριώτατόν ἐστιν τοῦ προτέρου σημαινόμενον. ἢ ὅτι ἀπὸ τῶν κατὰ χρόνον προτέρων καὶ τὰ ἄλλα τὰ πρότερα εἰρῆσθαι δοκεῖ. καὶ τῇ συνηθείᾳ δὲ τοῦτο τὸ σημαινόμενόν ἐστι γνωριμώτερον· “ἐπεὶ πρότερος γενόμην”, φησὶν Ὅμηρος. Δεύτερον δὲ τρόπον τοῦ προτέρου φησὶν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅταν ἄλλῳ μὲν τεθέντι αὐτὸ ἕπηται,1 αὐτῷ δὲ τεθέντι τὸ ἄλλο μὴ ἕπηται, ὡς δυεῖν μὲν ὄντων ἓν πάντως ἔστιν, ἑνὸς δὲ ὄντος οὐκ ἀνάγκη δύο εἶναι. ἀφ’ οὗ οὖν οὐχ ἕπεται ἡ ἀκολούθησις, πρότερον ἐκεῖνο,2 καὶ ᾧ τεθέντι ἕπεται τὸ ἕτερον, ὕστερον ἐκεῖνο. καλεῖν δὲ εἰώθασιν οἱ νεώτεροι τὸ τοιοῦτον πρότερον ‘συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δὲ καὶ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ’, ἅπερ Ἀριστοτέλης συνέλαβεν ἐν τῷ μὴ ἀντιστρέφειν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. οὐκ ἀντιστρέφειν δὲ εἶπεν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, διότι οὐχ ὥσπερ ὄντων τῶν δύο ἔστι τὸ ἕν, οὕτως ὄντος τοῦ ἑνὸς ἔστιν τὰ δύο· οὐκ ἐξισάζει οὖν τὸ ἓν πρὸς τὰ δύο κατὰ τὸ ἀκολουθεῖν τῷ εἶναι τοῦ ἑνὸς τὸ εἶναι τῶν δύο, ὥσπερ ἠκολούθει τῷ εἶναι τῶν δύο τὸ εἶναι τοῦ ἑνός. πρότερον οὖν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. οὕτως δὲ καὶ τὸ γένος πρότερον δείκνυται τῇ φύσει τοῦ εἴδους, ὡς συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δέ· ζῴου μὲν γὰρ ἀναιρεθέντος συναναιρεῖται ἄνθρωπος, ἀνθρώπου δὲ ἀναιρεθέντος οὐ συναναιρεῖται ζῷον, καὶ κατὰ τὴν τοῦ εἶναι δὲ ἀκολουθίαν οὔτε συνυπάρχει οὔτε συνεπιφέρεται τῷ ζῴῳ ὁ ἄνθρωπος ὥσπερ τῷ ἀνθρώπῳ τὸ ζῷον. ἀλλὰ διὰ τί μὴ εἶπεν πρότερον εἶναι τὸ γένος τοῦ εἴδους καὶ τὸ εἶδος τοῦ ἀτόμου καὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ; ἢ κοινοτέραν ἐποιήσατο ἀπόδοσιν καὶ τῷ γένει καὶ τῷ εἴδει προσήκουσαν καὶ ἔτι τισὶν αἰτίοις τοῖς φύσει προηγουμένοις τῶν αἰτιατῶν, ὡς καὶ τὸ ἓν αἴτιον τῶν δύο. Τρίτον δὲ τρόπον τοῦ προτέρου τὸν κατὰ τὴν τάξιν ἀπαριθμεῖται, καὶ πιστοῦται τοῦτον ἔκ τε τῶν ἀποδεικτικῶν ἐπιστημῶν, οἷον ἐπὶ γεωμετρίας· πρότεροι γὰρ ἐν αὐτῇ τῶν διαγραμμάτων οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα καὶ αἱ ὑποθέσεις ὡς τῇ τάξει πρωτεύοντα, καὶ ἐπὶ τῆς γραμματικῆς πρότερά ἐστι τὰ στοιχεῖα τῶν συλλαβῶν ὁμοίως τῇ τάξει· καὶ ἐπὶ τοῦ λόγου δὲ τοῦ δικανικοῦ καὶ δημηγορικοῦ τὸ αὐτὸ δείκνυται· τὰ γὰρ προοίμια τῶν διηγήσεων πρότερα καὶ αἱ διηγήσεις τῶν πίστεων. καὶ μήποτε τοῦτο κυρίως τὸ παράδειγμα κατὰ μόνην τὴν τάξιν πρότερον ἐνδείκνυται·3 ἐπὶ μὲν γὰρ τῶν ἄλλων καὶ ὡς αἴτια πρότερα ἦν, ἐνταῦθα δὲ τὸ προοίμιον οὐκ ἔστιν αἴτιον τῆς διηγήσεως, ἀλλὰ τῇ τάξει μόνῃ προϋπάρχει.

“一物先于另一物有四种说法”至“因此,一物先于另一物是按照五种方式说的”。 他在关于实体的论述中以及在关系项中都使用了“先于”一词,他说:“因为可知者似乎先于知识”。因此,由于“先于”有多重含义,他也对它进行了划分,并不是传授所有的模式(因为事实上他自己在其他地方以及斯特拉同在《论先与后》的单篇著作中都添加了为数不少的其他模式),而是认为所列出的这些对于入门已经足够。因为他说,先于的第一种也是最本原的模式是按时间的模式,据此我们将时间上居首者称为更年长或更古老,将这些名称视作尊贵的。严格说来,“更年长”用于有生命之物尤其是人,据此我们说毕达哥拉斯比苏格拉底年长;而“更古老”则用于无生命之物和事迹,如我们说特洛伊的事迹比波斯的事迹更古老,并在这方面更先。但显而易见的是,必须把这种比较理解为相对于另一者进行对照;因为若非如此,某人在青年时期就会被发现比自己更年长,因为那个时期在时间上是更先的。因此在这些之中首先应当探究的是:如果“先于”是同名异义的,其中怎能有某种最本原的含义?因为在多重含义和同名异义的事物中,不可能一者是本原的而另一者是借喻的,正如在关于同名异义者的论述中所言。抑或说,个别实体之所以最本原、首要且最大限度地被言说,是因为第二实体同义地被用来述说它?所以应当说,在同名异义的事物上,当一者被立为第一者,而另一者是从它派生出来的时候,也是可以说“最本原地”的,就像动物既指有生命的动物也指被画出的动物一样;但前者最本原是动物,而后者则是依对前者的相似性第二位地是动物,尽管两者是同名异义的。其次应当探究的是,为何按时间的是“先于”的最本原的含义?抑或因为其他在先的事物似乎也是从时间上在先者派生被言说的?而且在日常习惯中这一含义也是更为人所熟知的:“既然我出生在先”,荷马说。他指出的先于的第二种模式,是在存在的推演上不可反转者,即当另一者被设定时它自身随之而来,但当它自身被设定时另一者却不随之而来;比如二存在时一无论如何都存在,但一存在时二并不必然存在。因此,推演不从之随出的那一者是先于者,而当其被设定时另一者随之而来的那一者是后于者。晚近学者通常将这种在先者称为“被共带入但不共带入,共消亡但不被共消亡”,亚里士多德将这些概括在“在存在的推演上不反转”之中。他说在存在的推演上不反转,是因为并不像二存在时一就存在那样,一存在时二也就存在;因此,在二的存在如同一的存在随二的存在而来那样随一的存在而来这一点上,一并不等同于二。因此,在存在的推演上不反转者是先于者。通过这种方式,属也被证明在本性上先于种,作为共消亡但不被共消亡、被共带入但不共带入者;因为动物若被消亡,人也一同消亡,但人若被消亡,动物并不一同消亡,在存在的推演上,人对于动物并不像动物对于人那样共存也不被共带入。但他为什么不说属先于种、种先于个别事物、原因先于结果呢?抑或他做出了一个更普遍的说明,既适用于属和种,又进一步适用于本性上先于结果的某些原因,正如一也是二的原因一样。先于的第三种模式他列举为按次序的模式,并通过论证性诸科学证实了这一点,例如在几何学中:在几何学中,定义、公理、要求和假定在次序上居首,因而先于图形;在文法学中,元素[字母]同样在次序上先于音节;在法庭与民会的演讲中也显明了同样的一点:因为序言先于叙述,叙述先于论证。或许这个例子才是本原地指明了仅按次序的先于;因为在其他情况下它们作为原因也是在先的,但在此处序言并不是叙述的原因,而仅仅在次序上先于它存在。

语法注3 条
  1. 12.1ὅταν ἄλλῳ μὲν τεθέντι αὐτὸ ἕπηται, αὐτῷ δὲ τεθέντι τὸ ἄλλο μὴ ἕπηται

    与格词组 ἄλλῳ τεθέντι 与 αὐτῷ τεθέντι 是动词 ἕπηται 所支配的与格补足语,分词 τεθέντι 带有时间或条件(“当另一者被设定时/当它自身被设定时”)的状语含义。整个结构形成了对称的对比(ἄλλῳ μὲν... αὐτῷ δέ)。

  2. 12.1ἀφ’ οὗ οὖν οὐχ ἕπεται ἡ ἀκολούθησις, πρότερον ἐκεῖνο, καὶ ᾧ τεθέντι ἕπεται τὸ ἕτερον, ὕστερον ἐκεῖνο

    前置词短语 ἀφ' οὗ 表示起点(“推演不从之随出的那一者”),引导一个以主句指示代词 ἐκεῖνο 为先行词的关系从句。后半句的 ᾧ τεθέντι ἕπεται τὸ ἕτερον 同样是修饰其后 ἐκεῖνο 的关系从句,其中与格 ᾧ 既受 ἕπεται 支配,又是分词 τεθέντι 的意义主体。

  3. 12.1καὶ μήποτε τοῦτο κυρίως τὸ παράδειγμα κατὰ μόνην τὴν τάξιν πρότερον ἐνδείκνυται

    μήποτε 与现在时直陈式连用是一种惯用句法,用于委婉地提出某种看法或假设(“或许……正是如此”)。句法主语是 τὸ παράδειγμα,谓语动词是 ἐνδείκνυται,宾语是 πρότερον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:418.20-420.19