← 辛普里丘

亚里士多德《范畴篇》注释

§40.14-42.8

结合言说与非结合言说的划分

作为进入亚里士多德范畴论的导论,本段探讨了结合而言说与非结合而言说的划分,考察了结合者在先提及的缘由,以及‘所言者’的诸种含义(事物、思想、有指称意义的词语、无意义的声音)与此处所采纳的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

" Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται ἕως τοῦ τρέχει, νικᾷ." Μετὰ τὴν τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων διδασκαλίαν τὴν εἰς τὰς κατηγορίας εἰσβολὴν διὰ τῆς οἰκείας τῇ πραγματείᾳ διαιρέσεως ποιεῖται. ἐπειδὴ γὰρ περὶ τῶν ἁπλῶν ἦν λέξεων ὁ σκοπὸς καθὸ σημαντικαί εἰσιν, διαίρεσιν ποιεῖται τῶν λεγομένων εἴς τε τὰ κατὰ συμπλοκὴν λεγόμενα, περὶ ὧν οὐ πρόκειται νῦν εἰπεῖν, ἀλλ’ ἐν τῷ περὶ τῶν προτάσεων λόγῳ, καὶ εἰς τὰ ἄνευ συμπλοκῆς, καὶ ταῦτα λοιπὸν εἰς τὰς κατηγορίας διαιρεῖται. καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ἡ διαίρεσις, αὐτὸς ἐδήλωσεν Ἀριστοτέλης ὀλίγον προελθὼν ἐν οἷς φησιν “τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι”. ἀνελλιπὴς δὲ ἡ διαίρεσις πάντα περιλαβοῦσα τὰ λεγόμενα καὶ τὰ ὄντα. ὠνόμασεν δὲ πρότερα τὰ κατὰ συμπλοκήν, ὅτι προτέροις ἐντυγχάνομεν τοῖς αἰσθητοῖς, ἅπερ ἐστὶν σύνθετα, ὕστερον δὲ ταῖς τούτων ἀρχαῖς, αἵπερ εἰσὶν ἁπλούστεραι, ἢ ὅτι διὰ τῆς ἀποφάσεως τῶν κατὰ συμπλοκὴν ἔμελλεν τὰ ἁπλᾶ δηλοῦν, οὐκ ἂν δὲ γνωσθείη καλῶς ἀπόφασις μὴ πρότερον ἐκείνου γνωσθέντος, οὗπέρ ἐστιν ἀπόφασις. καὶ ἐκεῖνο δὲ ἀληθὲς εἰπεῖν, ὅτι ὅταν διελόντες τι τὸ μὲν πρότερον τμῆμα τῆς διαιρέσεως καταλείπωμεν, τὸ δὲ ἕτερον ἐπιδιαιρῶμεν, πρότερον μὲν τάττομεν τὸ ὑπερτιθέμενον, ὕστερον δὲ τὸ διαιρούμενον· τὸ μὲν διαιρούμενον 〈ὕστερον〉, ἵνα μὴ ἀναλαμβάνειν αὐτὰ δεηθῶμεν ἅπερ ὑπερεθέμεθα, πάλιν δὲ ταῦτα πρότερον τὰ ὑπερτιθέμενα, ἵνα κατὰ σειρὰν ἡ διαίρεσις ἡμῖν προΐῃ.1 εἰ δὲ καὶ οἱ παλαιοὶ κυρίως μὲν λεγόμενα τὰ διὰ λόγου σημαινόμενα ἔλεγον, καταχρηστικῶς δὲ καὶ τὰ δι’ ἁπλῆς λέξεως, ὁ δὲ λόγος κατὰ συμπλοκὴν λέξεων προφέρεται, εἰκότως τὰ λεγόμενα διαιρῶν τῶν κυρίως λεγομένων πρῶτον ἐμνήσθη. Ἰστέον δὲ ὅτι λεγόμενά ἐστι καὶ τὰ πράγματα περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγμάτων· διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα λέγειν τὸν λέγοντα, λέγομεν ‘οὐδὲν λέγεις’, κἂν προφέρῃ τινὰ λόγον ἢ λέξιν· κατὰ τρίτον δὲ σημαινόμενον καὶ αὐτὴ ἡ λέξις ἡ σημαντικὴ καὶ ὁ λόγος λεγόμενόν ἐστιν· λέγει γάρ τις τὴν λέξιν καὶ τὸν λόγον· καὶ κατὰ τέταρτον καὶ ἡ ἄσημος λέξις, οἷον τὸ βλίτυρι, καθόσον ὅλως προφέρεται, τῶν λεγομένων ἐστίν. ἀλλ’ ὅ γε Βόηθος ἐπὶ μὲν τῶν ἀσυμπλόκων τετραχῶς, 〈ὡς〉 εἴρηται, τὸ λεγόμενον ἀκούειν ἀξιοῖ, ἐπὶ δὲ τῶν κατὰ συμπλοκὴν τριχῶς μόνον· οὐ γὰρ εἶναι τὰ συμπεπλεγμένα πράγματα,2 οἷον τὸ ‘ἡμέρα ἐστίν’ λεγόμενον, οὐχ ὅτι οὐδὲν σημαίνει ὁ λόγος, ἀλλ’ ὅτι οὐκ ἔστιν τοῦ πράγματος3 ὄνομα, ὥσπερ τὸ ἡμέρα. ἀλλ’ οὐκ ἔστι μὲν τοῦ πράγματος, περὶ δὲ τοῦ πράγματος. τοσαυταχῶς οὖν διαιρεθέντος τοῦ λεγομένου καὶ τοῦ λέγεσθαι, ζητεῖν ἄξιον, τί τούτων τῶν σημαινομένων εἰς τὴν διαίρεσιν παραλαμβάνει. ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος τὸν Ἀλέξανδρόν φησι τὰ λεγόμενα τὰ σημαινόμενα ὑποθέσθαι πράγματα τὰ ἁπλούστατα καὶ γενικώτατα· ἐγὼ δὲ εὑρίσκω τὸν Ἀλέξανδρον εἰπόντα αὐταῖς λέξεσιν ὅτι “νῦν οὐ τὰ σημαινόμενα λεγόμενα λέγει, ἀλλὰ τὰ σημαίνοντα καὶ προφερόμενα”. πῶς γὰρ ἂν καὶ ἔλεγεν περὶ πραγμάτων νῦν, ὅτε προελθὼν “τῶν δὲ κατὰ μηδεμίαν, φησί, συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσόν”; οὐ γὰρ τὰ πράγματα σημαίνει οὐσίαν καὶ ποσόν, ἀλλ’ ἔστιν οὐσία καὶ ποσόν, αἱ δὲ περὶ τῶν πραγμάτων λέξεις εἰσὶν αἱ σημαίνουσαι. ὁ δὲ Βόηθος μόνα λεγόμενα καὶ σημαινόμενα τὰς νοήσεις εἶναί φησι παρὰ τοῖς ἀρχαίοις· οὐ γὰρ εἶναι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίαις καὶ ταῖς τοῦ νοῦ διεξόδοις, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς λέγει· ἀλλὰ καὶ ἡ διάνοια διὰ τοῦ λόγου σημαίνεται. οἰκειότερον οὖν λεγόμενα τὰς λέξεις λέγειν τὰς σημαντικὰς καθὸ σημαντικαί, διότι καὶ αἱ κατηγορίαι οὔτε τὰ πράγματα ἦσαν, ὡς ἐδείκνυτο, οὔτε τὰ νοήματα οὔτε αἱ λέξεις ἁπλῶς καθόσον φωναί, ἀλλ’ αἱ λέξεις αἱ σημαντικαὶ τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων καθ’ ἕκαστον γένος διακεκριμέναι, αὗται τὰς κατηγορίας παρείχοντο· καὶ τὰ λεγόμενα νῦν κατὰ τὰς λέξεις τὰς σημαντικὰς ἀκουστέον.

“在所言者中,有些是结合而言说的”直至“奔跑、获胜”。 在关于同名异义者、同名同义者与派生词的教导之后,他通过适于本部著作的划分而进入各个范畴。因为既然其目的在于论述作为具有指称意义的单纯词语,他便将所言者划分为结合而言说者——关于这些,他目前并无意论述,而是在关于命题的论述中予以讨论——以及无结合者;而后者随即被划分为各个范畴。而这一划分具有此一目的,亚里士多德自己在稍后处已阐明,他在那里说:“无任何结合而言说者,每一项或表示实体,或表示数量,或表示性质,或表示关系”。这一划分毫无缺失,囊括了所有的所言者与存在者。他之所以先提及结合者,是因为我们先遇到作为复合者的可感觉事物,后遇到作为更单纯者的这些事物的原理;抑或因为他打算通过对结合者的否定来阐明单纯者,而如果否定所属的那一事物未先被认知,否定便不能被恰当地认知。还可以真实地说,每当我们对某物进行划分并搁置划分的第一分支而对另一分支作进一步划分时,我们总是将延后处理者置于前,而将进一步被划分者置于后:将被划分者[置于后],是为了使我们不必重新回头处理被我们延后的事物;而又将这些延后处理者置于前,是为了使我们的划分能够依序进行。抑或,如果古人亦将通过语句所表示者严格称为‘所言者’,而仅转义地将通过单纯词语所表示者亦称为所言者,且语句乃是通过词语的结合而说出的,那么他在划分所言者时首先提及严格意义上的所言者,便是合情合理的。 应当知晓,语句所论及的事物以及关于事物的思想皆是‘所言者’;正因如此,每当我们认为说话者不假思索地言说时,即便他说出了某种语句或词语,我们也会说‘你什么也没说’。而依据第三种含义,有意义的词语本身和语句也是‘所言者’;因为某人说出词语与语句。而依据第四种含义,甚至无意义的词语,如‘布利图里’,只要它被说出,便属于所言者之列。然而波埃托斯主张,在无结合者上诚如所言应当以四重方式理解‘所言者’,但在结合而言说者上则仅以三重方式理解;因为并不存在被结合的事物,例如被称为‘天亮了’的陈述——并非因为该语句不表示任何东西,而是因为它并非事物的名称,如同‘白天’那样。然而它虽不是事物的名称,却是关于该事物的。既然‘所言者’与‘言说’被划分为如此多种含义,便值得探讨,在这些含义中他究竟将哪一种纳入了这一划分。因为神圣的扬布里柯说,亚历山大假定所言者是指最单纯、最普遍的被表示的事物;但我发现亚历山大用原话说道:“如今他并非将所表示者称为所言者,而是将有所表示且被说出者〔称为所言者〕”。因为他在稍后说“无任何结合而言说者,每一项或表示实体,或表示数量”时,现在又怎会是在谈论事物呢?因为事物并不表示实体与数量,而是作为实体与数量存在,唯独关于事物的词语才是有所表示的。另一方面,波埃托斯说,在古人看来,唯有思想才是所言者与所表示者;因为真与假并不在事物中,而是在思想与理智的推演中,正如亚里士多德自己在《论灵魂》第三卷中所说的那样;然而思想也是通过语句而被表示的。因此,更恰当的做法是将具有指称意义的词语就其具有指称意义而言称为‘所言者’,因为正如前文所表明的那样,范畴既非事物,亦非思想,亦非仅仅作为声音的发音词语,而是通过思想为中介表示事物、且依各个属而区分的词语提供了各个范畴;而现在的‘所言者’亦当按照具有指称意义的词语来理解。

语法注3 条
  1. 1.5τὸ μὲν διαιρούμενον 〈ὕστερον〉, ἵνα μὴ ἀναλαμβάνειν αὐτὰ δεηθῶμεν ἅπερ ὑπερεθέμεθα, πάλιν δὲ ταῦτα πρότερον τὰ ὑπερτιθέμενα, ἵνα κατὰ σειρὰν ἡ διαίρεσις ἡμῖν προΐῃ.

    基于前文 πρότερον μὲν τάττομεν τὸ ὑπερτιθέμενον, ὕστερον δὲ τὸ διαιρούμενον 的承前省略平行结构。两分句均省略了主要动词 τάττομεν,仅保留宾格对象(τὸ διαιρούμενον 与 ταῦτα... τὰ ὑπερτιθέμενα),分别由副词(校勘补充的 ὕστερον 以及 πρότερον)与表目的的 ἵνα 状语从句对应修饰。

  2. 1.5οὐ γὰρ εἶναι τὰ συμπεπλεγμένα πράγματα

    间接引语中由 γάρ 引导的解释性从句的不定式结构。此结构延续了前文主句动词 ἀξιοῖ(波埃托斯主张)的支配,因此虽有连词 γάρ,仍使用不定式 εἶναι 而非直陈式,以 τὰ συμπεπλεγμένα πράγματα 为主语。

  3. 1.5οὐκ ἔστι μὲν τοῦ πράγματος, περὶ δὲ τοῦ πράγματος

    属格的所有/修饰用法(τοῦ πράγματος)与介词短语(περὶ τοῦ πράγματος)的对比结构。承接紧接在前的 οὐκ ἔστιν τοῦ πράγματος ὄνομα,此处省略了名词 ὄνομα,构成“它虽非该事物的[名称],却是关于该事物的[陈述]”的对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:40.14-42.8