- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:417.5-418.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修论证疾病与恶并非势均力敌的相反者,而是违反自然的失败与寄生性的缺乏;他在考察进行中的缺乏与完成的缺乏之区别以及阿尔库塔斯的三分法的同时,探究了前人何以将它们作为相反者来处理,并阐明了两种对立方式之间的真正差异。
καὶ οὕτως αὐτὴν μέχρι νῦν οἱ ἰατροὶ πάντες ὁριζόμενοι διατελοῦσιν. εἰ οὖν ὡς τὸ κατὰ φύσιν ταῦτα καὶ τὸ παρὰ φύσιν ἀντίκεινται, οὐκ ἂν εἴη ὡς ἐναντίων ἀντίθεσις (ἐκεῖνα γὰρ κατὰ φύσιν καὶ εἴδη ἄμφω, ὡς λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν), ἀλλ’ ὡς ἕξεως μᾶλλον καὶ στερήσεως, τῆς μὲν ἐν τῷ στερίσκεσθαι, τῆς δὲ ἐν τῷ ἐστερῆσθαι.1 καὶ γὰρ τὸ νοσεῖν στέρησις καὶ τὸ τεθνάναι καὶ τὸ ὀφθαλμιᾶν καὶ τὸ τετυφλῶσθαι, ἀλλὰ ἡ μὲν ἐν τῷ στερίσκεσθαι, ἡ δὲ ἐν τῷ ἐστερῆσθαι. διττῆς οὖν οὔσης οἱ ἄνδρες οὗτοι τὴν ἐν τῷ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσιν διὰ τὸ παντελῶς ἀδύναμον, τὰ δὲ ἐν τῷ στερίσκεσθαι ὡς ἐναντία τίθενται διὰ τὸ ἐνεῖναί τινα δύναμιν αὐτοῖς ἔτι ἀπὸ τοῦ παραμεμῖχθαί τι τῆς ἕξεως, καίτοι τοῦ Ἀρχύτου ταύτην εἰδότος τὴν διαφορὰν2 ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ, καὶ οὐ μόνον ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προστιθέντος· λέγει δὲ οὕτως· “ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχεν παντάπασιν, οἷον ὡς τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστάμαν· ἢ ἐν τῷ μῇον ἔχεν, ὡς τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχεν, ὡς τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν”. εἰ μὴ ἄρα καὶ οὗτος οὐχ ὡς νόσον ἔλαβεν τὸ πτιλῶσσον, ἀλλ’ ὡς ἐν τῷ ἐστερῆσθαι καὶ τοῦτο· καὶ γὰρ ἡ ὅλη διαίρεσις τοῦ ἐστερῆσθαι ἦν. ἔτι δὲ τὰ ἐναντία προκόψαντα καὶ τέλος τῆς γενέσεως τῆς ἑαυτῶν ἀπολαβόντα εἰλικρινῶς ἐναντία γίνεται, ἡ δὲ ὀφθαλμία προκόψασα εἰς μέγεθος καὶ τέλος ἀπολαβοῦσα τυφλότης γίνεται καὶ ἡ νόσος θάνατος· ὥστε οὐκ ἦν ἐναντία ὀφθαλμία καὶ νόσος. ὅλως δὲ τὰ ἐναντία ἄμφω φύσεως ἔργα, νόσος δὲ φύσεως ἀποτυχία καὶ στέρησις, οὐχ ὡς ἀπουσία μόνον τοῦ πεφυκότος ἀλλ’ ὡς ἀποτυχία. ἡ μὲν γὰρ ἐν Φυσικῇ ἀκροάσει στέρησις ἀπουσία μόνον ἦν τοῦ εἴδους οὐδαμοῦ τὸ παρὰ φύσιν ἐμφαίνουσα, ἀλλ’ ἑτερότητα μᾶλλον· ἡ γοῦν τοῦ βοὸς ὕλη ἐστέρηται τέως τοῦ τῶν μελισσῶν εἴδους καὶ ἡ τοῦ ἄρτου τοῦ τῆς σαρκός, οὐδαμοῦ τοῦ παρὰ φύσιν ἐνόντος ἐνταῦθα ὥσπερ ἐπὶ τῆς ἀντικειμένης στερήσεως. ὥστε ὅπου τὸ παρὰ φύσιν, ἐκεῖ στέρησιν μᾶλλον ἀλλ’ οὐκ ἐναντίον ῥητέον· οὕτως γὰρ ἡμῖν καὶ ὁ πρὸς τοὺς ἀρχὴν τὸ κακὸν τιθέντας λόγος εὐοδωθήσεται. τί οὖν αἴτιον φαίη τις τῆς τῶν θείων τούτων ἀνδρῶν τοιαύτης διατάξεως καὶ τοῦ μηδὲ τὸν Ἰάμβλιχον ἐπιστῆσαι,3 τὸν πολλοὺς καὶ καλοὺς κατατείναντα λόγους πρὸς τὸ ἐν παρυποστάσει καὶ ἀποτυχίᾳ τὸ κακὸν οἴεσθαι δεῖν; ἢ ἄρα τῇ τῶν Πυθαγορείων παραδόσει κατηκολούθησαν τὰς δύο συστοιχίας, τήν τε χείρονα καὶ τὴν κρείττονα, ὡς ἐναντίας ἐκτιθεμένῃ, ἐν αἷς τὸ ἀγαθὸν τέτακται καὶ τὸ κακόν. ἀλλὰ τοῦτο μὲν καὶ ἐπὶ πλέον ζητητέον. εἰ δὲ ἀληθῶς εἴρηται τὰ εἰρημένα καὶ ζητοῖμεν τῶν ἀντιθέσεων διαφορὰς τῆς τε ὡς ἐναντίων καὶ τῆς ὡς ἕξεως καὶ στερήσεως, οὐκ ἐκείνην λοιπὸν ἐροῦμεν, ὅτι τὰ μὲν ἐναντία μεταβάλλει4 εἰς ἄλληλα, τὰ δὲ κατὰ ἕξιν καὶ στέρησιν οὐ μεταβάλλει, εἴπερ, ὡς εἴρηται, καὶ νόσος καὶ ὑγεία καὶ δικαιοσύνη καὶ ἀδικία καὶ τὸ ἀγαθὸν καὶ κακὸν μεταβάλλοντα εἰς ἄλληλα οὐχ ὡς ἐναντία ἀλλ’ ὡς ἕξις καὶ στέρησις ἀντίκεινται· ἀλλ’ ἐροῦμεν ἅπερ καὶ πρώην, ὅτι τὰ μὲν ἐναντία ἰσοσθενῆ καὶ προηγούμενα ἄμφω καὶ κατὰ φύσιν καὶ εἴδη, ἡ δὲ στέρησις ἀδυναμία καὶ παρυπόστασις καὶ παρὰ φύσιν καὶ ἀποτυχία τοῦ εἴδους. ἀλλ’ ἐπὶ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους ἰτέον.
而且直到今天,所有医生都一直这样定义它。因此,如果这些事物是作为合乎自然者与违反自然者相对立,那么这种对立就不会是作为相反者的对立(因为那些[真正的相反者]两者都合乎自然且是形式,如白与黑、热与冷),而宁可说是作为状态与缺乏的对立,其中一者是在处于被剥夺的过程中,另一者是在已被剥夺的状态中。因为生病是缺乏,死亡也是,患眼病是缺乏,变瞎也是;但前者是在处于被剥夺的过程中,后者是在已被剥夺的状态中。因此,在缺乏是双重的情况下,这些哲人由于其完全无能为力,仅将处于已被剥夺状态中的那一种称为“缺乏”,而将处于被剥夺过程中的那些立为相反者,因为由于掺杂了某种状态,在它们之中仍内在地具有某种潜能;尽管阿尔库塔斯在《论对立者》一书中知晓这种区别,不仅知晓这一种,而且还添加了另一种即第三种区别。他这样说:“缺乏以及已被剥夺有三种说法:或者由于完全没有,如同瞎子没有视力、缺齿[或哑巴]没有声音、无知者没有知识;或者在具有较少之中,如同重听者听力较少、睫毛脱落[或眼睑发炎者]视力较少;或者在不按应有的方式具有之中,如同内翻足者具有足、声音嘶哑者具有声音”。除非他也并没有把睫毛脱落当作疾病来理解,而是把它也当作处于已被剥夺状态中的事物;因为整个划分原本就是关于“已被剥夺”的。此外,相反者在向前发展并达到自身生成的完满时,会成为纯粹的相反者;但眼病发展至极并达到完满时,却成了失明,疾病则成了死亡;从而眼病与疾病并不是相反者。总的来说,相反者两者都是自然的作用,而疾病是自然的失败与缺乏,不是作为天然具备者的单纯缺失,而是作为失败。因为《物理学》中的缺乏仅仅是形式的缺失,绝不显明违反自然者,而更多是显明相异性;无论如何,牛的质料暂时缺乏蜜蜂的形式,面包的质料缺乏肉的形式,在此绝不存在像对立的缺乏中那样的违反自然。因此,凡有违反自然之处,在那里宁可说是缺乏而非相反者;因为这样一来,我们反对那些将恶立为本原者的论证也将得以顺利进行。那么,人们会说这些神圣哲人的如此安排、以及连扬布里柯也未曾注意到这一点的原因何在呢——尽管他曾提出许多精彩的论证,主张应当把恶看作在于寄生附着与失败之中?抑或是他们遵循了毕达哥拉斯学派的传统,该传统将劣等和优等这两个系列(systoichiai)陈述为相反的,善与恶正被配置于其中?但这还需要进一步探究。如果所说的话是真实的,而我们若探究作为相反者的对立与作为状态和缺乏的对立之间的区别,那么我们今后将不再陈述那一点——即相反者相互转化,而按照状态与缺乏的对立则不转化——如果确实如前所述,疾病与健康、正义与不正义、善与恶尽管相互转化,却不是作为相反者,而是作为状态与缺乏相对立;相反,我们将说出前不久说过的那些话:即相反者两者都是势均力敌的、首要的、合乎自然的且是形式,而缺乏则是无能、寄生附着、违反自然以及形式的失败。但是,我们应当进至亚里士多德接下来的内容。
- 11.11τῆς μὲν ἐν τῷ στερίσκεσθαι, τῆς δὲ ἐν τῷ ἐστερῆσθαι
此处的属格短语修饰或同格于前文的 στερήσεως,省略了中心词(即“其一是在处于被剥夺中[的缺乏],另一是在已被剥夺中[的缺乏]”)。现在时不定词 στερίσκεσθαι 表达进行与过程的体貌(正在被剥夺),而完成时不定词 ἐστερῆσθαι 表达完成的状态体貌(已被剥夺),二者的时态对比刻画了缺乏的两个不同阶段。
- 11.11καίτοι τοῦ Ἀρχύτου ταύτην εἰδότος τὴν διαφορὰν
由 καίτοι 引出的属格绝对结构(τοῦ Ἀρχύτου εἰδότος ... προστιθέντος),表示让步(“尽管阿尔库塔斯知晓……并添加了……”)。它将前人把处于剥夺过程中的事物立为相反者的做法,与阿尔库塔斯本人对缺乏已有更细致区分的事实相对照。
- 11.11τοῦ μηδὲ τὸν Ἰάμβλιχον ἐπιστῆσαι
此为带定冠词属格的名词化不定词结构(τοῦ ... ἐπιστῆσαι),由 καί 与前面的属格名词短语 τῆς τῶν θείων τούτων ἀνδρῶν τοιαύτης διατάξεως 并列,均依存于句首的 αἴτιον(“人们会说……以及连扬布里柯也未曾注意到的原因是什么”)。宾格 τὸν Ἰάμβλιχον 作不定词 ἐπιστῆσαι 的逻辑主语。
- 11.11οὐκ ἐκείνην λοιπὸν ἐροῦμεν, ὅτι τὰ μὲν ἐναντία μεταβάλλει
阴性宾格单数指示代词 ἐκείνην 指代前文讨论过的“区别(διαφοράν)”,随后的 ὅτι 从句作为同格从句说明其具体内容(“我们今后将不再陈述那个[区别],即相反者相互转化……”)。此结构用于对亚里士多德在《范畴篇》中关于两类对立区分的传统标准提出修正。
