- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:415.28-417.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了最先的相反者是否严格为属以及扬布里柯关于毕达哥拉斯学派对照表的见解,援引了阿尔库塔斯对相反者的层级分类,进而提出了善恶、健康与疾病、正义与不正义究竟应立为相反者还是状态与缺乏的重大疑难。
ἢ καὶ τὰ πρῶτα ἐναντία οὐ κυρίως γένη, καὶ τοῦτό ἐστιν τὸ ‘οὐδὲ ἐν ἑνὶ γένει ταῦτα’· καὶ γὰρ τὰ παραδείγματα οἷς ἐπ’ αὐτῶν χρῶνται τοιαῦτα ὡς ἔχειν ἐν αὑτοῖς τὸ πρότερον καὶ ὕστερον. “μήποτε οὖν, φησὶν Ἰάμβλιχος, τῇ Πυθαγορικῇ διατάξει περὶ τῆς τοῦ ἀγαθοῦ καὶ κακοῦ συστοιχίας ἀκολουθεῖ νῦν Ἀριστοτέλης, τὰς ἐναντίας παρ’ ἐκείνοις ἀρχὰς γένη καλέσας, ὥστε τὴν τρίτην ταύτην τῶν ἐναντίων διαφορὰν προκεῖσθαι κατὰ δόξαν μᾶλλον”. ἀλλ’ ἐπιστήσοι ἄν τίς ποτε, πῶς ἔτι ἀληθὴς ἐκεῖνος τῶν ἐναντίων ὁ λόγος ὁ λέγων ἐναντία εἶναι τὰ πλεῖστον ἀλλήλων ὑπὸ τὸ αὐτὸ γένος διεστηκότα, εἴπερ μὴ μόνον ὑπὸ τὸ αὐτὸ ἀλλὰ καὶ ὑπὸ ἐναντία γένη ἐστίν, ἵνα τὸ τρίτον ὡς κατὰ δόξαν προστεθὲν παραλίπω.1 ἢ ὁ μὲν λόγος τὴν εἰς ἓν ὁπωσοῦν ἀναφορὰν περιεῖχεν, ἡ δὲ ἐνταῦθα διαφορὰ κατὰ τὸ προσεχὲς εἴληπται, διότι τὰ μὲν προσεχῶς ὑφ’ ἓν γένος τέτακται, ὡς λευκὸν καὶ μέλαν ὑπὸ τὸ χρῶμα, τὰ δὲ προσεχῶς ὑπὸ ἐναντία, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, διὰ τούτων δὲ ὑπὸ τὸ ἕν, ἢ τὴν ἕξιν ἢ τὴν διάθεσιν ἢ αὐτὴν τὴν ποιότητα. Ὁ μέντοι Ἀρχύτας μηδὲ ταύτην παραλιπὼν τῶν ἐναντίων τὴν διαφορὰν ἀσφαλέστερον αὐτὴν ἔοικεν ἐκθέσθαι λέγων οὕτως· “ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον, καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ καὶ κακία ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνας, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, καὶ ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετάς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας”. ἐν δὲ τούτοις Ἀρχύτας τῶν ἐναντίων τὰ μὲν γένη γενῶν εἶπεν οὐ κωλυόμενα οὐδὲ αὐτὰ ὑφ’ ἕν τι γένος ἀνάγεσθαι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑπὸ τὴν ποιότητα, τὰ δὲ γένη εἰδῶν, τὰ δὲ εἴδη, καὶ προστίθησιν αὐτός, ὅτι καὶ τὰ πρῶτα γένη πάντως καὶ εἴδη ἐστίν· “οὐ, γάρ φησιν, γένη μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα”. Ἀλλ’ ἐπεὶ τὸν περὶ τῶν ἐναντίων καὶ τῶν ἀντικειμένων ὅλων συνεπερανάμεθα λόγον, καλῶς ἂν ἔχοι τὸ τηλικοῦτον ζήτημα μὴ παραλιπεῖν. ὁ γὰρ Ἀριστοτέλης πανταχοῦ ἐν τούτοις καὶ πρὸ τοῦ Ἀριστοτέλους Ἀρχύτας ἐναντίων παραδείγματα τὸ ἀγαθὸν καὶ κακὸν τίθησιν καὶ ὑγείαν καὶ νόσον καὶ ἀληθὲς καὶ ψεῦδος, καὶ δικαιοσύνην δὲ καὶ ἀδικίαν καὶ ἀρετὴν καὶ κακίαν ἤτοι σπουδαιότητα καὶ φαυλότητα, ἕξεως δὲ καὶ στερήσεως παραδείγματα ὄψιν καὶ τυφλότητα. ζητεῖν οὖν οἶμαι ἄξιον, εἰ τὸ ἀγαθὸν καὶ κακὸν καὶ δικαιοσύνην καὶ ἀδικίαν καὶ ὑγείαν καὶ νόσον ὡς ἐναντία δεῖ τίθεσθαι ἢ ὡς ἕξιν καὶ στέρησιν· εἰ γὰρ τὰ ἐναντία ἰσοσθενῆ βούλεται 〈εἶναι〉 καὶ ὁμοίως προηγούμενα2 καὶ κατὰ φύσιν ἄμφω, ταῦτα δέ, τὸ κακόν φημι καὶ ἀδικία καὶ νόσος καὶ τὰ τοιαῦτα, ἀποτυχίαι μᾶλλόν εἰσιν καὶ παραλλάξεις καὶ παρατροπαὶ ἀπὸ τοῦ κατὰ φύσιν καὶ παρυποστάσεις, πῶς ἂν εἴη προηγούμενα ἄμφω ἢ ἰσοσθενῆ ἢ κατὰ φύσιν ὁμοίως; εἰ γὰρ ἔστιν ὅλως τὸ παρὰ φύσιν, ἐν τούτοις ἐστὶν καὶ οὐκ ἄλλῳ, καὶ ὅτι ἀποτυχία, δηλοῖ τὸ πρῶτον μὲν μηδενὸς εἶναι τέλος αὐτά,3 ἔπειτα καὶ οἱ αἱρούμενοι ἀδικίαν τῇ παραχρώσει τοῦ ἐν αὐτῇ ἀγαθοῦ δελεάζονται καὶ κατὰ ἀποτυχίαν αὐτῇ περιπίπτουσιν, τὸ αὔταρκες καὶ τὸ ἱκανὸν καὶ τὸ πρωτεῖον ζητοῦντες. τίς δὲ ἐπὶ τῆς νόσου διαμφιβάλλει, ὅτι οὐ παρὰ φύσιν ἐστὶν διάθεσις;
抑或,最本原的相反者也并非严格意义上的属,而这正是“这些甚至不在单一的属之中”的意思?因为他们在它们上面所使用的范例,确实具有在自身中包含先后关系的性质。扬布里柯说:“那么,莫非亚里士多德现在遵循的是毕达哥拉斯学派关于善恶对照表(systoichia)的安排,把他们那里相反的本原称为属,以至于相反者的这第三种区别更多是依通念(doxa)提出来的吗?”但是有人可能会提出疑问:如果相反者不仅在同一个属之下,而且还在相反的属之下——且不说第三种区别是依通念被添加进来的——那么那个声称相反者是“在同一个属之下彼此相距最远者”的相反者定义又怎么可能依旧为真呢?抑或,那个定义包含的是无论以何种方式向一者的归引,而这里的区别是按照切近的属来把握的,因为有些事物是切近地归于单一的属之下,如白与黑在颜色之下,而另一些事物是切近地归于相反者之下,如正义与不正义在美德与恶德之下,并通过这些再归于一者之下,即状态、素性或性质本身之下?然而,阿尔库塔斯也没有忽略相反者的这种区别,他似乎更稳妥地阐明了它,说道:“此外,在相反者中,有些产生于属的属之中;因为善与恶相反,善是诸美德的属,恶是诸恶德的属;有些产生于种的属之中;因为美德与恶德相反,美德是明智与节制的属,恶德是无知与放荡的属;有些则产生于种之中;因为勇敢与怯懦相反,正义与不正义相反,正义与勇敢是美德的种,不正义与放荡是恶德的种”。在这些话中,阿尔库塔斯把相反者中的一些称为属的属,它们自身也不被阻止归结于单一属之下(如善与恶在性质之下),把另一些称为种的属,另一些称为种;而他自己补充道,最先的属也无论如何是种:“因为,”他说,“它们不仅是属,而且也是种”。 然而,既然我们已经完成了关于相反者以及整个对立者的讨论,不忽略如此重大的探究将是妥当的。因为亚里士多德在这些论题中随处——在亚里士多德之前阿尔库塔斯也是如此——将善与恶、健康与疾病、真与假,以及正义与不正义、美德与恶德即优良与卑劣,列为相反者的范例,而将视力与失明列为状态与缺乏的范例。因此我认为值得探究的是:善与恶、正义与不正义、健康与疾病应当被立为相反者,还是状态与缺乏?因为,如果相反者被要求势均力敌、两者同样是首要的且合乎自然,而这些事物——我是指恶、不正义、疾病以及诸如此类者——更多是失败、是对合乎自然者的变异与偏离以及寄生附着(parypostasis),那么两者怎么可能都是首要的、势均力敌的,或同样合乎自然呢?因为如果根本存在违反自然者,它就在这些事物之中而非其他之中;而它们是失败,首先由它们不是任何事物的目的所表明,其次也由选择不正义的人是被其中所具有的善的伪色所诱惑,在追求自足、充分和首位时由于失败而陷入不正义所表明。在疾病的问题上,谁又会怀疑它是一种违反自然的状态呢?
- 11.11ἵνα τὸ τρίτον ὡς κατὰ δόξαν προστεθὲν παραλίπω
此处 ἵνα 带虚拟语气并非表示主句动作的目的,而是作为说话者陈述中的修辞性限定或让步插入语(“即便略去第三种区别不谈”)。
- 11.11εἰ γὰρ τὰ ἐναντία ἰσοσθενῆ βούλεται 〈εἶναι〉 καὶ ὁμοίως προηγούμενα
动词 βούλεται 假定了拟人化的主语(自然,或相反者的概念/定义本身的要求),意为“要求/旨在成为……”。随后的 πῶς ἂν εἴη... 构成了呼应该条件的归结句。
- 11.11καὶ ὅτι ἀποτυχία, δηλοῖ τὸ πρῶτον μὲν μηδενὸς εἶναι τέλος αὐτά
从句 ὅτι ἀποτυχία [ἐστί] 充当 δηλοῖ 的宾语从句(“它们是失败”),而主语则是后接的带冠词不定式短语 τὸ πρῶτον μὲν μηδενὸς εἶναι τέλος αὐτά(“首先是它们并非任何事物的目的”)。此处语序发生了倒置。
