- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:414.20-415.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段评注探讨了亚里士多德关于相反者的三分法(在同属下、在相反属下或本身为属),考察了尼科斯特拉托斯对第三种划分的质疑、波菲利及其他注释家的辩护,以及泰奥弗拉斯托斯提出的疑难和扬布里柯的观点。
" Ἀναγκαῖον δὲ πάντα τὰ ἐναντία ἕως τοῦ ἀλλ’ αὐτὰ τυγχάνει γένη ὄντα." Τέταρτον θεώρημα παραδίδωσιν ὅτι πάντα τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἐναντία1 γένη, ὥσπερ δικαιοσύνη καὶ ἀδικία, εἴπερ τῆς μὲν ἀρετή, τῆς δὲ κακία τὸ γένος, ἢ αὐτὰ γένη ἐστίν, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκ ἔστιν ἐν γένει ἄλλῳ, ἀλλ’ αὐτὰ τυγχάνει γένη ὄντα. ταύτης δὲ τῆς διαιρέσεως ὁ Νικόστρατος λαμβάνεται,2 ἀνύπαρκτον λέγων τὸ τρίτον ἐν αὐτῇ τμῆμα· μὴ γὰρ εἶναί τινα ἐναντία, ἅπερ ἐστὶν μόνον γένη, οὐχὶ δὲ καὶ εἴδη τινὸς ἢ τινῶν. “αὐτίκα γοῦν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑπὸ τὴν ποιότητα τάττεται, καὶ ἤτοι τὴν διάθεσιν ἢ τὴν ἕξιν. ἄλλως δὲ πᾶν ἐναντίον ἤτοι ὑπό τι τῶν δέκα γενῶν ταχθήσεται καὶ ἔσται πάντως ὑπὸ γένος καὶ μάτην εἴρηται τὸ αὐτὰ γένη εἶναι, ἢ ἔξω τῶν δέκα κατηγοριῶν ἐστιν καὶ ἀτελὴς ἔσται ἡ εἰς δέκα διαίρεσις”. ταύτην δὲ τὴν ἀπορίαν καλῶς ὁρμηθεῖσαν οἱ περὶ τὸν Πορφύριον λύουσι λέγοντες τῶν ἐναντίων τὰ μὲν ὁμώνυμα εἶναι, τὰ δὲ οὐχ ὁμώνυμα, καὶ ὅτι “τὰ μὲν μὴ ὁμώνυμα διεῖλεν εἴς τε τὰ ὑφ’ ἓν γένος τεταγμένα καὶ εἰς τὰ ὑπ’ ἐναντία γένη, τὰ δέ γε ὁμωνύμως μὴ ὑφ’ ἓν γένος ὄντα, κατὰ πολλῶν δὲ λεγόμενα, διότι ἔοικεν τὰ γένη τοῖς ἀφ’ ἑνὸς ὁμωνύμοις, αὐτὰ γένη φησὶν εἶναι. τοιοῦτον δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν· ὁμώνυμον γάρ, τὸ ἀγαθόν· καὶ γὰρ ἐν οὐσίᾳ, ὡς θεός, καὶ ἐν ποιότητι, ὡς ἀρετή, καὶ ὡς ποσὸν δὲ, ὡς τὸ σύμμετρον, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις”. ἀλλ’ οἱ οὕτως λέγοντες πρῶτον μὲν τὸ γένος ἀκύρως εἰρῆσθαι ἐπὶ ὁμωνύμου φωνῆς λέγουσιν, ἔπειτα οὐ προσποιοῦνται τὸ ποιότητας εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἄλλοι δὲ ἰδιοτρόπως τὴν λέξιν ἐξηγοῦνται λέγοντες μηδὲν ἄλλο δηλοῦσθαι ἐν τῷ ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ’ αὐτὰ τυγχάνει γένη τινῶν ὄντα ἢ ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν οὐκ ἔστιν ὑπ’ ἐναντία γένη, ἀλλ’ αὐτὰ γένη ἐστὶν ἐναντία· κἂν γὰρ ὑπὸ τὸ ποιόν ἐστιν, τὸ ποιὸν οὐκ ἔστιν ἐναντίον ἄλλῳ γένει. βεβίασται δὲ καὶ αὕτη ἡ λύσις· οὐδὲν γὰρ διοίσει ἡ τρίτη διαφορὰ τῆς πρώτης, εἴπερ ἐναντία ὄντα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑφ’ ἓν ἐστι γένος. Θεόφραστος δὲ ἐν τοῖς ἑαυτοῦ Τοπικοῖς τάδε γέγραφεν ἀπορώτερον ἔτι ποιοῦντα τὸν λόγον· “ἐπεὶ δὲ ἐναντίαι τῶν ἐναντίων αἱ ἀρχαί, δῆλον ὅτι οὐδὲ ἐν ἑνὶ γένει ταῦτα, καθάπερ οὐδὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν καὶ κίνησις καὶ στάσις. εἴη δ’ ἂν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἐναντία γε καὶ ἀρχαί, καὶ εἶδος καὶ στέρησις”. πρὸς δὴ ταῦτά φησιν Ἰάμβλιχος, ὡς “εἰ τῶν ὄντων δέκα γένη καὶ πάντα τἀναντία ὑπὸ ταῦτα, ἤτοι πάντα ὑφ’ ἓν γένος ταχθήσεται ἢ ἄλλο ὑπ’ ἄλλο, ἢ πολλαχῶς ἔσται ἐναντία, ἑκάστου ὑπὸ πλείονα γένη ταττομένου”. ἢ οὐχ ἁπλῶς φησιν οὐδὲ ἐν ἑνὶ γένει εἶναι τὰ ἐναντία ὡς γένη τὰς κατηγορίας λέγων, ἀλλ’ ὅτι οὐκ ἔστιν γένη αὐτῶν ἄλλα ὡς ἐναντία· ἀρχαὶ γὰρ τῶν ἐναντίων αὗται καὶ ὑπὸ ταῦτα τὰ ἄλλα τέτακται, ἐπεὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν εἶδεν καὶ αὐτὸς ὑφ’ ἓν γένος τὸ ποσὸν τεταγμένα ὡς ὑπὸ μίαν κατηγορίαν, ὡς δὲ ἐναντία καὶ ἐναντίων ἀρχὰς οὐ βούλεται ὑπὸ ἄλλα ἐναντία τετάχθαι.
“必然地,一切相反者[……]而它们自身就是属,止。” 他传授了第四条定理,即一切相反者或者在同一个属之下,如同白与黑在颜色之下;或者在相反的属之下,如同正义与不正义——假若前者的属是美德,后者的属是恶德;或者它们自身就是属,如同善与恶,它们不在另一个属之中,而恰好自身就是属。然而尼科斯特拉托斯指责这一划分,声称其中的第三部分是不成立的;因为并不存在仅仅是属而非某物或某些事物的种的相反者。“例如,善与恶无论如何都被归于性质之下,且被归于素性或状态之一。此外,每一个相反者要么将被归于十个属之一之下,从而完全在属之下,这样说它们自身是属便是徒劳的;要么就在十个范畴之外,这样划分为十便是不完全的”。对于这个发端合理的疑难,波菲利一派通过主张相反者有些是同名的,有些是非同名的来予以解决,并说道:“他将非同名者划分为归于同一个属之下的和归于相反的属之下的,而对于那些依同名性不在同一个属之下却被用来述说许多事物者,因为属类似于由单一事物衍生而来的同名者,他说它们自身就是属。善与恶也是如此;因为善是同名者,它既在实体中(如神),在性质中(如美德),在数量中(如适度者),也在其他范畴中”。但这样说的人,首先是在说属这一词不当地用于同名用语上,其次他们忽视了善与恶是性质这一事实。另一些人则以奇特的方式解释这段文句,说“善与恶不在属中,而是它们自身恰好为某些事物的属”所表明的无非是善与恶不在相反的属之下,而是它们自身就是相反的属;因为即使它们在性质之下,性质也并不与另一个属相反。然而这种解决方案也是勉强的;因为假若善与恶作为相反者是在同一个属之下,第三种区别与第一种就没有任何不同。泰奥弗拉斯托斯在其《论题篇》中写下了以下内容,使得这一论证更加充满疑难:“既然相反者的本原是相反的,显而易见它们甚至不在单一的属之中,正如善与恶以及运动与静止不在其中一样。过多与不足想必也是相反者与本原,形式与缺乏亦然”。对此,扬布里柯说:“如果存在的属有十个,且一切相反者都在这些属之下,那么要么一切都将被归于同一个属之下,要么各归于不同的属之下,要么它们将以多种方式成为相反者,因为每一者都被归于多个属之下”。抑或,他[泰奥弗拉斯托斯]把范畴称为属,并不是单单说相反者甚至不在单一的属之中,而是说并不存在它们作为相反者的其他属?因为这些就是相反者的本原,其他事物都被归于它们之下;既然他自己也看到过多与不足作为归于单一范畴之下而被归于数量这一个属之下,但作为相反者和相反者的本原,他并不希望它们被归于其他相反者之下。
- 11.11ἢ οὐχ ἁπλῶς φησιν οὐδὲ ἐν ἑνὶ γένει εἶναι τὰ ἐναντία ὡς γένη τὰς κατηγορίας λέγων, ἀλλ’ ὅτι οὐκ ἔστιν γένη αὐτῶν ἄλλα ὡς ἐναντία·
句首的 ἢ 用作引入另一种解释或推测的连词(“抑或……”)。第三人称单数动词 φησιν 的主语指代前文引述的泰奥弗拉斯托斯。否定词 οὐχ 修饰 ἁπλῶς,与后文的 ἀλλ’ ὅτι 构成对比结构(“并非单单说……而是说……”)。
- 11.11ταύτης δὲ τῆς διαιρέσεως ὁ Νικόστρατος λαμβάνεται
中动动词 λαμβάνεται 支配属格补足语(ταύτης τῆς διαιρέσεως),作惯用义“指责、非难、攻击”(相当于 ἐπιλαμβάνεται),而非其基本的“把握、获取”之意。
