- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:413.16-414.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《范畴篇》14a15中将相反者本性上生成的载体限定为属上或种上相同者,辛普里丘举例说明,并结合扬布里柯的观点探讨了为何没有将数目上相同者(个体)明文列入的原因。
" Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκεν γίνεσθαι τἀναντία ἕως τοῦ δικαιοσύνη δὲ καὶ ἀδικία ἐν ψυχῇ." Ἐπειδὴ περὶ τῶν ἐμμέσων καὶ ἀμέσων ἐναντίων λέγων ἐχρήσατο τῷ “ἐν ᾧ πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖσθαι”, διδάσκει, τίνα ἐστὶν τὰ ἐν οἷς πέφυκεν γίνεσθαι τὰ ἐναντία· τριχῶς δὲ τοῦ ταὐτοῦ λεγομένου, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ἐν τοῖς αὐτοῖς τῷ γένει καὶ ἐν τοῖς αὐτοῖς τῷ εἴδει λέγει γίνεσθαι. ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν περὶ ὃ τἀναντία λευκότης καὶ μελανία, γένος τὸ αὐτὸ ἐλάβομεν· ἐὰν δὲ ζῴου σῶμα ἐν ᾧ νόσος καὶ ὑγεία, εἶδος ἐλάβομεν ὑπὸ τὸ γένος. κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς,1 ἔσται περὶ αὐτὰς ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον· ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος, ἔσται περὶ αὐτὰς ἀρετὴ καὶ κακία. περὶ μέντοι τὸ αὐτὸ τῷ ἀριθμῷ γίνεσθαι τἀναντία οὐ προσέθηκεν· τινὲς μὲν γὰρ ὡρισμένως τήνδε τὴν φρόνησιν, οἷον τὴν Σόλωνος, τῇ αὐτοῦ ἀφροσύνῃ εἴπερ γένοιτο ἐναντίαν εἶναί φασιν καὶ τὴν τοῦδε ὑγείαν τῇ αὐτοῦ ἐκείνου νόσῳ ἀλλ’ οὐ τὴν τυχοῦσαν τῇ τυχούσῃ, οὐ μέντοι ὁ Ἀριστοτέλης οὕτως ἔοικεν τίθεσθαι· διὸ ἐν γένει μόνῳ καὶ ἐν εἴδει τῷ αὐτῷ εἶπεν γίνεσθαι τὰ ἐναντία. καὶ Ἰάμβλιχος δὲ ἀκολουθῶν φησιν μὴ λέγεσθαι κατὰ δεῖξιν τήνδε τὴν φρόνησιν τῇδε τῇ ἀφροσύνῃ ἐναντίαν, ἀμέσως δὲ φρόνησιν ἀφροσύνῃ. κἂν ἐπί τινος δὲ τῶν ἀτόμων ὡρισμένως τὰ ἐναντία λέγηται, ἀλλὰ κατὰ ἀναφορὰν τὴν ἐπὶ τὰ ἄμεσα· τί γὰρ μᾶλλον τῇ ἐν τούτῳ ἢ τῇ ἐν τούτῳ φρονήσει ἡ ἀφροσύνη ἐναντίον ἐστίν; μήποτε δὲ ἔστιν τις καὶ ἐν τούτοις ἀντίθεσις, εἴπερ καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι πρὸς τὰς ἐχούσας ψυχὰς ἰδιοτροποῦνται, καὶ ὑγεῖαι καὶ νόσοι πρὸς τὰ ἔχοντα σώματα. πῶς δὲ ἂν οὐκ εἴποι ὁ Ἀριστοτέλης καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ γίνεσθαι τὰ ἐναντία, εἴπερ τῆς οὐσίας τὸ ἴδιον τοῦτο ἀφωρίσατο καὶ αὐτός, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν; ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ, ἀλλ’ ἴσως ὡς ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις εἰρημένον σαφῶς νῦν παραλέλειπται, ἀλλ’ εἴπερ ἄρα [τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν·2 μὴ γὰρ ὅτι ἥδε ἡ φρόνησις καὶ ἥδε ἡ ἀφροσύνη, ἀλλ’ ὅτι φρόνησις, ἀφροσύνη. οὕτως δὲ καὶ τὸ παρὰ Ἰαμβλίχου λεγόμενον εὐθετιστέον. δῆλον δὲ ὅτι περὶ μὲν τὸ ταὐτὸν τῷ γένει καὶ περὶ τὸ ταὐτὸν τῷ εἴδει οὐ μόνον ἅμα γίνεται τὰ ἐναντία, ἀλλὰ καὶ ἔστιν ἅμα, διότι δυνατὸν ἐν ἄλλῳ καὶ ἄλλῳ συνεστάναι· περὶ δὲ τὸ αὐτὸ τῷ ἀριθμῷ ἀδύνατον εἶναι ἅμα, ἀλλ’ ἀνὰ μέρος.
“显然,相反者按其本性也在种上或属上相同的事物中生成[……]而正义与不正义则在灵魂中,止。” 由于他在谈及有中介的与无中介的相反者时使用了“在按其本性于其中生成者之中,或者在作为其述词者之中”这一表述,他便讲授了相反者按其本性于其中生成的事物是什么;既然“相同者”有三种说法,即属上相同、种上相同或数目上相同,他便指出相反者生成于属上相同的事物与种上相同的事物中。因为当我们单纯地取物体时,白与黑这一对相反者关涉于它,我们便取了相同的属;但如果取动物的物体,疾病与健康存在于其中,我们便取了属下的种。而如果将一切灵魂[取]为属上相同者,关涉于它们的一对相反者将是理性的与非理性的;但如果将人类的灵魂作为种[来取],关涉于它们的一对相反者将是美德与恶德。然而,他并没有补充说相反者生成于数目上相同的事物中。因为有些人确定地主张,这一个明智(例如梭伦的明智)若是产生,则与他自己的不明智相反,而这一个人的健康与那同一个人的疾病相反,而不是随意的某者与随意的某者相反;然而亚里士多德似乎并不是这样设定的,因此他说相反者仅生成于属上相同者与种上相同者中。扬布里柯也顺随此说,认为不能带指示性地称这一个明智与这一个不明智相反,而是明智直接与不明智相反。即使在某个个别事物上确定地谈及相反者,也是依照对直接者的回溯;因为不明智为何相对于这一个人身上的明智,比相对于那一个人身上的明智更为相反呢?然而,难道在这些个别事物中不也有某种对立吗?如果美德与恶德确实因具有它们的灵魂而具有个别特征,健康与疾病也因具有它们的物体而具有个别特征的话。而且,如果亚里士多德本人也已将“在保持数目上同一且为一的同时能够接受相反者”规定为实体的独特性质,他怎么会不说相反者也关涉数目上相同者生成呢?或者,亚里士多德并非意指相反者的底层载体在数目上不为一,而是或许因为在论述实体的段落中已有明确说明,所以此刻省略了;或者更确切地说,即使相反者生成于个别事物之中,它们也并非凭依个别性而具有相反性?因为并非由于是这一个明智和这一个不明智,而是由于它们是明智和不明智。对于扬布里柯所说的话,也应当如此整饬。显然,在属上相同者与种上相同者中,相反者不仅同时生成,而且也同时存在,因为它们能够在不同事物中共同成立;而在数目上相同者中,它们则不可能同时存在,而只能轮流存在。
- 11.10κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς
此处承接前句 ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν 而省略了动词 λάβωμεν。宾格 πάσας ψυχάς 作该补出动词的宾语,其后的 ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος 同样具有相同的省略结构。
- 11.10ἀλλ’ εἴπερ ἄρα [τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν
不定词 ἔχειν 在句法上依赖于前述反问句 ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ 中的主要动词 βούλεται(或补出的 λέγει),构成引导替代性解释方案的“宾格加不定词”结构。其主语为 τὰ ἐναντία,并由 αὐτά 予以复指强化。
