- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:412.11-413.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了《范畴篇》14a7中关于相反者的第二条定理(一方存在并不必然导致另一方存在),回应了赫拉克利特学派的异议,并探讨了在同一主体中相反者共存的问题以及扬布里柯关于中间混合态的观点。
" Ἔτι δὲ τῶν ἐναντίων οὐκ ἀναγκαῖον, ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι ἕως τοῦ οὐκ ἂν εἴη τὸ νοσεῖν Σωκράτη." Δεύτερον θεώρημα περὶ τῶν ἐναντίων παραδίδωσιν, ᾧ πρότερον ἐχρησάμεθα τὴν διαφορὰν τῶν ἐναντίων πρὸς τὰ πρός τι δηλοῦντες, διότι ἐπὶ μὲν τῶν ἄνευ συμπλοκῆς ἐναντίων οὐκ ἀναγκαῖον,1 ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι (οὐ γὰρ εἰ ὑγεία ἔστιν, ἀνάγκη καὶ νόσον εἶναι), τὰ δὲ πρός τι ἅμα συνυπάρχει. ἐπὶ δὲ τῶν συνειλημμένων ἐναντίων (ταῦτα δέ ἐστιν τὰ ἄτομα, ὡς ὅταν λέγω Σωκράτη ὑγιαίνειν, Σωκράτη νοσεῖν), ἐπὶ τούτων οὐκ ἐνδεχομένως ἀλλὰ ἀναγκαίως θάτερον μόνον ὑπάρχει. τούτων δὲ τὸ πρῶτον Ἀριστοτέλης μὲν καθ’ ὑπόθεσιν ἔλαβεν τὸ πάντας ὑγιαίνειν καὶ πάντας λευκοὺς γενέσθαι, τὸ μὴ ἐξ ἀλλήλων ἠρτῆσθαι τἀναντία ὥσπερ τὰ πρός τι δηλῶν. οὐ συγχωρήσουσι δὲ ὅσοι τἀναντία ἀρχὰς ἔθεντο, οἵ τε ἄλλοι καὶ οἱ Ἡρακλείτειοι· εἰ γὰρ τὸ ἕτερον τῶν ἐναντίων ἐπιλείψει, οἴχοιτο ἂν πάντα ἀφανισθέντα. διὸ καὶ μέμφεται τῷ Ὁμήρῳ Ἡράκλειτος εἰπόντι· ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο· οἰχήσεσθαι γάρ φησιν πάντα. ἐν μέντοι τῷ ἑξῆς οὐ τοῦτο δείκνυται, τὸ μὴ ἅμα ὑπάρχειν τἀναντία ἐν τῷ κόσμῳ, ἀλλ’ ὅτι οὐχ ἅμα οἷόν τε τὸν Σωκράτη νοσεῖν καὶ ὑγιαίνειν, οὐδὲν δὲ κωλύει ἄλλου νοσοῦντος ἄλλον ὑγιαίνειν. εἰ δὲ συμφωνεῖν τις τῷ προτέρῳ καὶ τοῦτον βούλοιτο τὸν λόγον, οὕτως ἂν ἐκδέξαιτο· ὡς γὰρ μὴ ἐνδέχεται ἅμα ὑγιαίνειν τὸν Σωκράτη καὶ νοσεῖν, οὐδὲ ἄλλον οὐδένα εἰ ὑγιαίνοι ἐγχωρεῖ νοσεῖν. εἰ πάντες οὖν ὑγιαίνοιεν καθ’ ὑπόθεσιν, οὐκ ἂν εἴη νόσος οὐδαμοῦ. Εἰπόντος δὲ αὐτοῦ περὶ τὸ αὐτὸ τῷ ἀριθμῷ μὴ ἂν τἀναντία γενέσθαι, ἀντιτίθενταί τινες τὸ ἡδονὴν καὶ λύπην ἅμα γίνεσθαι ἐπὶ τοῦ θερμὸν γλυκὺ πίνοντος. ἢ πρῶτον μὲν οὐ κατὰ τὸ αὐτὸ συμβαίνει,2 ἀλλ’ ἡ μὲν ἁφὴ ἀνιᾶται, ἡ δὲ γεῦσις ἥδεται. ἔπειτα δὲ ἐκ τοῦ συνυπάρχειν ἀλλήλοις ἡδονὴν καὶ λύπην ἐν τῷ διψῶντι καὶ πίνοντι δείκνυσιν ὁ Πλάτων, εἴ τι μέμνηται, ὅτι οὐκ ἔστιν ταῦτα ἀγαθὸν καὶ κακόν· οὐδὲ γὰρ ἐναντία. ὁ δὲ Ἰάμβλιχος ἐπὶ πάντων τῶν ἐναντίων ἐκτείνων τὸν λόγον τὰ μὲν μίγνυσθαί φησιν τῶν ἐναντίων, ὡς λευκὸν καὶ μέλαν ἐν τῷ φαιῷ καὶ γλυκὺ καὶ πικρὸν ἐν τῷ ἀψινθάτῳ, τὰ δὲ ἄμικτα εἶναι, ὡς ὑγείαν καὶ νόσον, τῶν ἰατρῶν καὶ ταύτας ἐν τῇ οὐδετέρᾳ λεγομένῃ καταστάσει μιγνύντων. “ἔτι δέ, φησί, τῶν ἐναντίων ὅσα γεννᾷ τι ἕν, τοῦτο τὸ γεννηθὲν ὅπου μὲν τοῦ μὲν μᾶλλόν ἐστι τῶν γεννησάντων, τοῦ δὲ ἧττον, ὡς τὸ φαιόν, ὅπου δὲ ἀμφοῖν μεῖζον, ὡς τὸ ἐκ μείζονος καὶ ἐλάττονος συντιθέμενον, ὅπου δὲ ἀμφοῖν ἔλαττον, ὡς τὸ ἐξ εὐθέος καὶ καμπύλου· καὶ γὰρ τοῦ εὐθέος ἧττόν ἐστιν εὐθὺ καὶ τοῦ καμπύλου ἧττον καμπύλον”.
“此外,在相反者中,如果一方存在,另一方并非必然也存在[……]苏格拉底患病也就不会存在,止。” 他传授了关于相反者的第二条定理,我们在先前表明相反者与关系者之间的区别时曾使用过这条定理:即在不带结合的相反者中,如果一方存在,另一方并非必然也存在(因为如果健康存在,疾病并非必然也存在),而关系者则是同时共存的。但在结合在一起的相反者中(这些是个别事态,犹如当我说“苏格拉底健康”、“苏格拉底患病”时那样),在这些情形中,并非偶然地而是必然地唯有其中一方归属。关于其中的第一种情形,亚里士多德在假设中设定了“所有人皆健康且所有人皆变白”,以表明相反者并不像关系者那样依存于彼此。但那些将相反者确立为本原的人,包括其他人与赫拉克利特派,是不会赞同这一点的;因为如果相反者中的一方缺损,万物便将消逝毁灭。因此赫拉克利特也指责荷马所说的:“但愿争斗从众神和人类中间灭绝”;因为他说万物都将消亡。然而在接下来的段落中所表明的,并不是相反者不同时共存于宇宙中,而是苏格拉底不可能同时患病又健康,但这丝毫不妨碍一人患病而另一人健康。如果有人希望这个论证也与前一个论证相一致,他可以这样理解:因为正如苏格拉底不可能同时健康又患病,同样,如果其他任何人是健康的,也不可能患病。因此,根据假定如果所有人都是健康的,疾病在任何地方都将不存在。 当他说相反者不能生成于数目上同一的事物之中时,有人提出反驳,认为在饮用热甜之物的人身上快乐与痛苦同时产生。或者[应当说],首先这并非依循同一方面发生,而是触觉感受痛苦,味觉享受快乐。其次,根据口渴而饮水的人身上快乐与痛苦相互共存这一事实,柏拉图(如果读者还能记起些什么的话)表明了这些并非善与恶;因为它们甚至都不是相反者。然而扬布里柯将该论据扩展到所有相反者,他说有些相反者相互混合,如灰中的白与黑、苦艾酒中的甜与苦,而另一些则是不可混合的,如健康与疾病,尽管医者们在所谓的“中立”状态中也将这些混合起来。“此外,”他说,“凡是生成某种单一体的相反者,这个生成物在某些情况下多属于生成者之一而少属于另一者,如灰色;在某些情况下大于两者,如由较大与较小合成之物;在某些情况下小于两者,如由直线与曲线构成之物:因为相对于直线它不够直,相对于曲线它也不够弯曲。”
- 11.9Δεύτερον θεώρημα περὶ τῶν ἐναντίων παραδίδωσιν, ᾧ πρότερον ἐχρησάμεθα τὴν διαφορὰν τῶν ἐναντίων πρὸς τὰ πρός τι δηλοῦντες, διότι ἐπὶ μὲν τῶν ἄνευ συμπλοκῆς ἐναντίων οὐκ ἀναγκαῖον
连词 διότι 在此并非引导表示原因(“因为”)的状语从句,而是起到相当于 ὅτι 的同位语从句作用,用来阐释和具体说明前行词 θεώρημα(“定理”)的内容。
- 11.9ἢ πρῶτον μὲν οὐ κατὰ τὸ αὐτὸ συμβαίνει
语气词 ἢ 在注疏体文本中是一种惯用句法,用于对前面提出的疑难或反驳(ἀντιτίθενταί τινες...)引出注疏者自身的解答(λύσις)。它由析取词“或者”转义而来,带有“抑或应当说……”的自答意味。
