← 辛普里丘

亚里士多德《范畴篇》注释

§410.30-412.10

善与善相反的否定与恶对恶相反的范围

辛普利丘解释了亚里士多德在《范畴篇》中省略中间或无差别之相反者的原因,反驳了尼科斯特拉托斯关于善也能与善相反的责难,论证了为何善不能与善相反,并引用阿尔库塔斯探讨了恶对恶相反关系的适用范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.8#2

ἐνταῦθα δὲ αὐτῶν οὐκ ἐμνήσθη, διότι ἀμφισβητήσιμον ἦν, μήποτε οὐ μόνον ἀδιάφορον ἀδιαφόρῳ, ἀλλὰ καὶ ἀδιάφορον κακῷ ἀντίκειται,1 ὡς δοκεῖ τὸ τεχνικὸν μέσον ὂν τῷ ἀτέχνῳ κακῷ ὄντι ἐναντιοῦσθαι καὶ τὸ νήφειν τῷ μεθύειν, καὶ αὖ πάλιν ἀγαθῷ μέσον ἐναντίον, ὡς τὸ οἰνῶσθαι τῷ νήφειν. ἀκατάλληλος δὲ ἡ λῆψις· καὶ γὰρ τὸ ἄτεχνον μέσον, εἴπερ καὶ ἐπὶ παίδων λέγεται, καὶ τὸ νήφειν διττόν, τὸ μὲν ἀγαθόν, τὸ δὲ μέσον, ὅταν τὸ μὴ οἰνῶσθαι δηλοῖ καὶ τὸ μεθύειν τὸ μὲν κακόν, τὸ δὲ μέσον, ὅταν τὸ οἰνῶσθαι δηλοῖ, καὶ οὕτως μέσα μὲν μέσοις, ἀγαθὰ δὲ κακοῖς ἀντιτιθέναι προσήκει. ἅπερ ἢ ἀνεξέταστα καταλιμπάνων ἄτοπον ἐποίει μνημονεύσας ὅλως αὐτῶν ἢ ἐξετάζων μῆκος ἐπεισῆγεν ἀσύμμετρον τῇ εἰσαγωγῇ.2 ἕτερον δὲ αἰτιᾶται ὁ αὐτὸς ἀνὴρ πειρώμενος καὶ ἀγαθὸν ἀγαθῷ δεικνύναι ἐναντίον· τὴν γὰρ φρονίμην περιπάτησιν τῇ φρονίμῃ στάσει ἐναντίαν φησὶν καὶ τὴν φρονίμην ἡδονὴν τῇ φρονίμῃ λύπῃ, καὶ τἆλλα τὰ τοιαῦτα, ἅπερ καὶ ἐναντίως λέγεσθαι δοκεῖ. ἀλλ’ οὐκ ἔστιν ἐναντία συμφωνοῦντα πρὸς τὸν ἕνα σκοπὸν καὶ τὸ ἓν τέλος τοῦ ἄμφω ποιοῦντος ἐμφρόνως. εἰ δὲ καὶ ἔστιν ὅλως ἐν τούτοις ἐναντίωσις, οὐχ ὡς ἀγαθοῦ πρὸς ἀγαθόν ἐστιν, ἀλλ’ ὡς μέσου πρὸς μέσον· ὡς γὰρ περιπάτησις πρὸς στάσιν καὶ ὡς ἡδονὴ πρὸς λύπην ἀντίκειται. Ζητήσοι δὲ ἄν τις, διὰ τί κακῷ μὲν κακὸν ἀντίκειται καὶ μέσῳ μέσον, ἀγαθῷ δὲ ἀγαθὸν οὐκ ἐναντιοῦται. καὶ ῥητέον ὅτι τὸ μὲν ἀγαθὸν ἕν ἐστι καὶ ἁπλοῦν, τὸ δὲ κακὸν ποικίλον. ὥσπερ οὖν πανταχοῦ τὸ μὲν τυχεῖν καθ’ ἓν γίνεται, κατὰ τὴν εἰς τὸν σκοπὸν βολήν, τὸ δὲ ἀποτυχεῖν κατὰ πολλά, κατὰ γὰρ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας, οὕτως τὸ μὲν ἀγαθὸν ἓν ὂν οὐκ ἐναντιοῦται πρὸς ἑαυτό, τὸ δὲ κακὸν ποικίλον ὂν ἐναντιοῦται. τὸ δὲ μέσον οὐδὲ αὐτὸ ὡς μέσον ἐναντιοῦται, ἀλλὰ καθ’ ἣν ἔχον φύσιν μέσον ἐστίν· ὡς γὰρ λευκὸν μέλανι καὶ γλυκὺ πικρῷ· τὸ μέντοι κακὸν οὐ κατ’ ἄλλο, ἀλλὰ κατὰ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν, καθ’ ἣν καὶ ἀσύμμετρα καὶ κακά ἐστιν. ὥσπερ δὲ δύο ἀληθῆ οὐκ ἀντίκειται, ψευδῆ δὲ δύο ἀντίκειται, ὡς ἐπὶ τῆς ἐνδεχομένης ὕλης τὸ πᾶς καὶ οὐδείς, οὕτως ἀγαθῷ μὲν ἀγαθὸν οὐ μάχεται, κακῷ δὲ κακὸν μάχεται. διόπερ οἰκονομία μὲν καὶ ἐλευθερία οὐ μάχονται, καίτοι ἡ μὲν σῴζειν βούλεται τὰ χρήματα, ἡ δὲ προΐεσθαι, ἀλλ’ ἄμφω τοῦ καιροῦ στοχαζόμεναι συνάπτονται κατὰ τὸ ἀγαθόν· θρασύτης δὲ καὶ δειλία μάχονται. Καὶ ταύτην δὲ τῶν ἐναντίων τὴν διαφορὰν ὁ Ἀριστοτέλης τῷ Ἀρχύτᾳ κατακολουθῶν προτέθεικεν. γράφει γὰρ οὕτως ἐκεῖνος ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ [τάδε]· “ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὰ μὲν γὰρ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγίεια νόσῳ, τὰ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὰ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ”, τὸ παρὰ τοῖς νεωτέροις ἀδιάφορον οὐδέτερον καλέσας αὐτός, ὡς Ἀριστοτέλης τῇ τῶν ἄκρων ἀποφάσει οὔτε ἀγαθὸν οὔτε κακὸν αὐτὰ καλεῖ. ἐπ’ ὀλίγων δέ, φησί, τὴν τοῦ κακοῦ πρὸς τὸ κακὸν ἐναντίωσιν ἔστιν ὁρᾶν· ἐπ’ ἐκείνων γὰρ μόνων, ἐφ’ ὧν τὸ μὲν ἀγαθὸν ἐν μεσότητι θεωρεῖται, τὸ δὲ κακὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, καὶ ἐπὶ τούτων δὲ αὐτῶν ἄμφω ὡς ἓν κακὸν πρὸς τὸ ἀγαθὸν ἀντίκειται. ζητεῖν δὲ ἄξιον οἶμαι, εἰ μὴ πᾶν ἀγαθὸν ἔχον ἀντικείμενον κακὸν ἐν συμμετρίᾳ θεωρεῖται καὶ πᾶν κακὸν ἐν ἀσυμμετρίᾳ (εἰ γὰρ τοῦτο, οὐκ ἐπ’ ὀλίγων ἐστὶν καὶ ἡ κακοῦ πρὸς κακὸν ἀντίθεσις· ἡ γὰρ ἀσυμμετρία κατὰ ὑπερβολὴν γίνεται καὶ ἔλλειψιν, ἅπερ ἀντίκειται ἀλλήλοις ὡς κακά) ἢ πολλὰ καὶ τὰ μὴ οὕτως.3

但他在这里没有提及它们,因为这是有争议的:是否不仅无差别者与无差别者相对立,而且无差别者也与恶相对立,犹如作为中间的技艺似乎与作为恶的无技艺相反,清醒与沉醉相反,反过来,中间也与善相反,犹如微醉与清醒相反。但这种认定是不相称的;因为无技艺也是中间,如果它确实也可用于谈论孩童的话;清醒也是双重的,一种是善,另一种在表示未曾饮酒时则是中间;沉醉也是一种是恶,另一种在表示已经饮酒时则是中间;因此,理应以中间对立于中间,以善对立于恶。他若一旦提及它们却不加考察地弃置,就会造成荒谬;而若加以考察,又会给入门著作带来不相称的篇幅。 同一个人还提出了另一项指责,试图表明善也与善相反;因为他说明智的散步与明智的静止相反,明智的快乐与明智的痛苦相反,以及其他诸如此类似乎相反地被述说的事物。但它们并不是相反者,因为它们符合那明智地践行两者的行动者的单一目标和单一目的。即便在这些事物中果真存在相反关系,它也不是作为善对善而存在,而是作为中间对中间而存在;因为这是散步对立于静止,快乐对立于痛苦。 然而人们也许会探究,为何恶与恶相对立,中间与中间相对立,而善却不与善相反?对此应当说,善是一且单纯的,而恶则是多样多态的。正如在任何地方中靶都只依一种方式发生,即沿着朝向目标的投射,而脱靶则依多种方式发生,即按照过度和不足;同样,善作为一物并不与自身相反,而恶作为多态之物则与自身相反。而中间自身也不是作为中间而相反,而是按照其所具有的因之成为中间的本性[而相反];犹如白对黑、甜对苦那样;然而恶并不是按照别的什么,而是按照过度与不足[而相反],它们正是在过度与不足的意义上既是失衡之物又是恶。而且正如两个真命题不相对立,但两个假命题相对立——犹如在偶然质料中的“全称肯定”与“全称否定”那样——善与善同样并不争斗,而恶与恶则相互争斗。因此治家与慷慨并不争斗,尽管前者意在保全财富,后者意在施与财富,但两者都着眼于恰当的时机而在善上结合在一起;然而鲁莽与怯懦则相互争斗。 亚里士多德遵循阿尔库塔斯,也提出了相反者的这一区别。因为那位哲人在《论对立》一书中这样写道:“此外,相反者有三种区别:因为有些作为善对恶相对立,例如健康对疾病;有些作为恶对恶,例如吝啬对挥霍;有些作为中立者对中立者,例如白对黑、重对轻”,他自己把在较晚出的人那里被称为无差别者的东西称为“中立者”,正如亚里士多德通过否定两极而称它们为“非善非恶之物”。但他(亚里士多德)说,恶对恶的相反关系只在少数情况下可见;因为唯独在那些善被视为处于中间、而恶处于过度与不足之中的情况下可见,并且即使在这些事物本身中,两极也是作为一个恶对立于善的。但我认为值得探究的是,莫非所有具有相对立之恶的善都在均整中被考察,所有恶都在失衡中被考察(因为如果这样,恶对恶的对立就不仅是在少数情况下;因为失衡是按照过度与不足发生的,而过度与不足作为恶是相互对立的),抑或也有许多并非如此的情况。

语法注3 条
  1. 11.8μήποτε οὐ μόνον ἀδιάφορον ἀδιαφόρῳ, ἀλλὰ καὶ ἀδιάφορον κακῷ ἀντίκειται

    紧随 ἀμφισβητήσιμον ἦν 之后的 μήποτε 从句在此充当表示怀疑或间接疑问的从属从句(“是否可能不仅……而且……”),引出尚存争议的具体疑点内容。

  2. 11.8ἅπερ ἢ ἀνεξέταστα καταλιμπάνων ἄτοπον ἐποίει μνημονεύσας ὅλως αὐτῶν ἢ ἐξετάζων μῆκος ἐπεισῆγεν ἀσύμμετρον τῇ εἰσαγωγῇ

    句首的关系代词 ἅπερ 作为宾语前指前文所述情况,两个表示析取性假定的分词结构 ἢ καταλιμπάνων... ἢ ἐξετάζων 分别与陈述语气过去未完成时动词(ἄτοπον ἐποίει 与 ἐπεισῆγεν)相结,表达两种假设下均不适宜的后果。

  3. 11.8ζητεῖν δὲ ἄξιον οἶμαι, εἰ μὴ πᾶν ἀγαθὸν ἔχον ἀντικείμενον κακὸν ἐν συμμετρίᾳ θεωρεῖται καὶ πᾶν κακὸν ἐν ἀσυμμετρίᾳ (...) ἢ πολλὰ καὶ τὰ μὴ οὕτως

    这是由 ζητεῖν ... ἄξιον οἶμαι 所统辖的间接选择疑问结构:第一选择肢由 εἰ μή(“莫非……”)引导,第二选择肢由 ἢ πολλὰ καὶ τὰ μὴ οὕτως(“抑或也有许多并非如此的情况”)引导,中间的条件句 εἰ γὰρ τοῦτο... 则是解释第一选择肢所蕴涵后果的插入句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:410.30-412.10