← 辛普里丘

亚里士多德《范畴篇》注释

§409.13-410.30

相反者的诸特性与一个恶的两种相反者

针对亚里士多德《范畴篇》13b36及随后的关于相反者诸特性的论述,辛普利丘通过区分质与量的不同方面,消解了一个恶何以同时有善和另一恶两物作为相反者这一难题,并回应了尼科斯特拉托斯关于遗漏无差别者对立的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.8#1

" Ἐναντίον δέ ἐστιν ἀγαθῷ μὲν ἐξ ἀνάγκης κακὸν ἕως τοῦ ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ ἀγαθὸν ἐναντίον ἐστίν." Ταῦτα τοῖς περὶ τῶν ἐναντίων εἰρημένοις προστίθησιν χρήσιμα ὄντα πρός τε τὴν ὅλην τῶν κατηγοριῶν θεωρίαν καὶ πρὸς τὴν τῶν τόπων εὕρεσιν· ἔστιν δὲ ταῦτα, ὅτι τῷ μὲν ἀγαθῷ κακὸν πάντως ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ κακόν· δεύτερον ὅτι οὐκ ἀνάγκη τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ ἕτερον πάντως εἶναι, ἐπὶ μέντοι τῶν ἀτόμων πάντως οὐκ ἔστιν·1 τρίτον ὅτι περὶ ὑποκείμενον τὸ αὐτὸ ἢ τῷ γένει ἢ τῷ εἴδει ἐστὶν τὰ ἐναντία, καὶ τέταρτον ὅτι τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν ἐναντίοις γένεσιν, ἢ αὐτὰ γένη ἐστίν. τούτων δὲ τοῦ μὲν πρώτου τοῦ ὅτι ἀγαθῷ κακὸν ἐξ ἀνάγκης ἐναντίον ἐστὶν δι’ ἐπαγωγῆς τὴν πίστιν ἐποιήσατο· διὰ γὰρ ὑγείας καὶ νόσου καὶ δικαιοσύνης καὶ ἀδικίας τὸ καθόλου κατεσκεύασεν. τὸ δὲ ὅτι τῷ κακῷ ποτὲ μὲν ἀγαθὸν ἐναντίον, ποτὲ δὲ κακὸν ἀπὸ τῶν κατ’ ἔνδειαν καὶ ὑπερβολὴν καὶ μεσότητα συνελογίσατο· τῇ γὰρ ἐνδείᾳ ἥ τε μεσότης ἐναντιοῦται καὶ ἡ ὑπερβολή, ὡς τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης, καὶ τῇ ψυχροτέρᾳ τοῦ σώματος ἀσυμμετρίᾳ ἥ τε σύμμετρος κρᾶσις καὶ ἡ θερμοτέρα. ἐν δὲ τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν τοῖς τρόποις τούτοις τῶν ἐναντιώσεων καὶ τὸν τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, οὕτως λέγων τὸ λευκὸν τῷ μέλανι καὶ τὸ γλυκὺ τῷ πικρῷ καὶ τὸ ὀξὺ τῷ βαρεῖ καὶ τῇ κινήσει τὴν στάσιν ἐναντιοῦσθαι. Ἀλλὰ πῶς ἓν ἑνὶ δοκεῖ ἐναντίον εἶναι, νῦν δὲ τῷ κακῷ δύο φησὶν ἐναντία εἶναι, τό τε ἀγαθὸν καὶ τὸ ἀντικείμενον κακόν, ὡς τῇ θρασύτητι ἥ τε ἀνδρεία καὶ ἡ δειλία, καὶ τῷ ἀγαθῷ δύο κακὰ φαίνεται ἐναντία, ὡς τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἡ δειλία καὶ τῇ μεσότητι ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις; ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὡς εἰ μὲν κατὰ τὸ αὐτὸ τῇ θρασύτητι ἑκάτερον ἀντέκειτο, ἄτοπος ἂν ἦν ὁ λόγος·2 εἰ δὲ ὡς μὲν κακῷ τὸ ἀγαθὸν ἀντίκειται καὶ ὡς ἀσυμμέτρῳ τὸ σύμμετρον, ἓν ἑνί, ὡς δὲ ὑπερβολῇ τῇ θρασύτητι ἀντίκειται ἡ ἔλλειψις ἡ κατὰ τὴν δειλίαν, οὐδὲν ἄτοπον. πρὸς δὲ τὸ δεύτερον, ὅτι καὶ ὡς ἀγαθῷ ἕν ἐστιν ἀντικείμενον τὸ κακὸν καὶ ὡς συμμέτρῳ ἓν τὸ ἀσύμμετρον, ὅπερ κοινῶς καὶ ἐν ὑπερβολῇ θεωρεῖται καὶ ἐν ἐλλείψει. οὐ γὰρ ὡς ὑπερβολὴ καὶ ἔλλειψις πρὸς τὸ σύμμετρον ἀντίκειται, ἀλλ’ ὡς ἀσυμμετρία· ἡ δὲ ἔλλειψις πρὸς τὴν ὑπερβολὴν κατὰ τὸ ποσὸν ἀντίκειται· καὶ γὰρ καὶ τὰ πάθη, καθ’ ὅσον ἐστὶ διαιρετά, ποσόν ἐστι. καὶ Ἀριστοτέλης δὲ ἐνδείκνυται τὴν κατ’ ἄλλο καὶ ἄλλο ἀντίθεσιν εἰπών· κακῷ δὲ ὁτὲ μὲν ἀγαθόν ἐστιν ἐναντίον, ὁτὲ δὲ κακόν· οὐ γὰρ ταὐτὸν τοῦτο τῷ ‘καὶ ἀγαθὸν καὶ κακόν’, ἀλλὰ μᾶλλον τῷ ‘κατὰ μὲν τό, ἀγαθόν, κατὰ δὲ τό, κακόν’. ὥστε τοῖς μὲν ἄκροις δύο τὰ ἐναντία, τὸ μὲν ἕτερον ἄκρον κατὰ τὸ ποσόν, τὸ δὲ μέσον κατὰ τὸ ποιόν, ὡς σύμμετρον ἀσυμμέτρῳ (τὸ γὰρ μέσον ποσὸν οὐκ ἔστιν τῷ ἄκρῳ ἐναντίον ὡς ποσόν· οὐ γὰρ πλεῖστον διεστήκατον κατὰ ποσόν), τῷ δὲ μέσῳ ὡς ἓν ἄμφω τὰ ἄκρα ἐναντία·3 ὡς γὰρ ἀσύμμετρον πρὸς σύμμετρον καὶ ὡς κακία πρὸς ἀρετήν. Νικόστρατος δὲ αἰτιᾶται ἓν μὲν ὅτι ἀτελῶς ἔχει ἡ τῶν ἐναντίων διαίρεσις· οὐ γὰρ προσέθηκεν ὅτι ἀδιάφορον ἀδιαφόρῳ ἀντίκειται. ὅπερ ἐν μὲν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν εἰπὼν εἶναί τινα τρόπον ἀντιθέσεως τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, ὡς εἴρηται πρότερον· ἀδιάφορα δὲ αὐτὰ οὐκ ἐκάλεσεν, ὡς οἶμαι, διότι νεώτερον ἦν τὸ τοῦ ἀδιαφόρου ὄνομα παρὰ τῶν Στωικῶν τεθέν.

“善的相反者必然是恶”,直至“但在大多数情况下,总是善与恶相反”。 他把这些要点补充到关于相反者已谈及的内容中,这些要点无论对范畴的整体考察,还是对论题的发现都是有用的:即对善而言,恶完全是相反者,但对恶而言,有时相反者是善,有时则是恶;第二,相反者之一存在时,另一者并非必然完全存在,然而就个体而言则绝不存在;第三,相反者在属上或种上关涉同一基底;第四,相反者要么在同一属中,要么在相反的诸属中,要么它们自身就是属。在这些要点中,关于第一点,即善必然以恶为相反者,他是通过归纳做出证实的;因为通过健康与疾病以及正义与不正义,他确立了普遍命题。而关于对恶而言有时善是相反者,有时恶是相反者,他则是从关于不足、过度与适度的事物中推论出来的;因为对于不足而言,适度与过度两者都是相反者,犹如勇敢与鲁莽两者都与怯懦相反,适度的调和与更热的调和两者都与身体偏冷的失衡相反。而在《论对立》一书中,他在这些相反形式中还补充了非善非恶之物对非善非恶之物的形式,这样说道:白与黑相反,甜与苦相反,高音与低音相反,静止与运动相反。然而,既然人们认为相反者总是一对一的,那么现在他为何又说对恶而言有两物相反,即善与相对立的恶,犹如对鲁莽而言勇敢与怯懦两者相反;并且对善而言似乎有两个恶相反,犹如对勇敢而言鲁莽与怯懦相反,对适度而言过度与不足两者相反?针对第一点应当说,如果说各自是在同一方面与鲁莽相对立,那么这种说法确是荒谬的;但如果与作为恶的鲁莽相对立的是善,与作为失衡之物的〔鲁莽〕相对立的是均整之物,这是一对一的,而与作为过度的鲁莽相对立的是处于怯懦中的不足,那就毫无荒谬可言。针对第二点则应当说,与作为善的善相对立的也是一物,即恶,与作为均整之物的〔善〕相对立的也是一物,即失衡之物,而失衡在过度与不足中都是被共同观察到的。因为它们不是作为过度与不足同均整之物相对立,而是作为失衡相对立的;而不足与过度则是按照量相对立的;因为感受就其可分割而言也是量。亚里士多德也表明了按照不同方面所做的对立,他说:“对恶而言有时相反者是善,有时则是恶”;因为这并不等同于“既是善又是恶”,而是更等同于“在这一方面是善,在另一方面是恶”。因此,对于两极而言相反者有两个:其一是按照量而言的另一极,其二是按照质而言的中间,犹如均整之物对于失衡之物(因为中间的量作为量并不与极相反;因为按照量它们并不是相距最远的);但对于中间而言,两极则如同作为一个整体与其相反;因为它们是作为失衡之物对均整之物,以及作为恶德对美德相对立的。尼科斯特拉托斯则指责说,其一,相反者的划分是不完全的;因为亚里士多德没有补充无差别者与无差别者相对立。然而正如前文所述,他在《论对立》一书中确实补充了这一点,说存在一种非善非恶之物对非善非恶之物的对立形式;但他没有称它们为无差别者,据我认为,这是因为“无差别者”这一名称是斯多亚派所确立的较晚出的名称。

语法注3 条
  1. 11.8οὐκ ἀνάγκη τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ ἕτερον πάντως εἶναι, ἐπὶ μέντοι τῶν ἀτόμων πάντως οὐκ ἔστιν

    τοῦ ἑτέρου... ὄντος 为属格独立结构(“当相反者之一存在时”)。随后的分句 ἐπὶ μέντοι τῶν ἀτόμων πάντως οὐκ ἔστιν 中,主语承前指代 τὸ ἕτερον,而 πάντως οὐκ 的语序构成完全否定(“绝非存在 / 完全不存在”)。

  2. 11.8εἰ μὲν κατὰ τὸ αὐτὸ τῇ θρασύτητι ἑκάτερον ἀντέκειτο, ἄτοπος ἂν ἦν ὁ λόγος

    采用未完成过去式直陈式的反事实条件句(ἀντέκειτο 与 ἄν ἦν:“如果按同一方面……对立,该论断本会是荒谬的”)。κατὰ τὸ αὐτό 意为“按同一方面 / 准则”,为后文通过 εἰ δὲ ὡς μὲν... ὡς δὲ... 展开的不同维度划分提供了对比基准。

  3. 11.8τῷ δὲ μέσῳ ὡς ἓν ἄμφω τὰ ἄκρα ἐναντία

    处于对称结构(τοῖς μὲν ἄκροις... τῷ δὲ μέσῳ...)中的表语分句。系动词 ἐστί 省略,主语为 ἄμφω τὰ ἄκρα,谓语形容词为 ἐναντία。ὡς ἓν(“作为一物 / 如同一个整体”)作副词性修饰,说明两极就中道而言是在“失衡对均整”这一单一性质维度上相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:409.13-410.30