← 辛普里丘

亚里士多德《范畴篇》注释

§407.26-409.12

阿尔库塔斯论四种对立的相互差异

辛普里修引用阿尔库塔斯《论对立物》中关于四种对立(相反物、状态与缺乏、关系物、肯定与否定)相互差异的论述,涉及同时生成消亡、相互转化及有无中间物的问题,随后引出亚里士多德接下来的文本。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.7#4

ἐκθέμενος οὕτως τὰς τέσσαρας ἀντιθέσεις ἐπάγει ταῦτα περὶ τῆς διαφορᾶς αὐτῶν· ‘‘διαφέροντι δὲ ταῦτα ἀλλάλων, ὅτι τὰ μὲν ἐναντία οὐκ ἀναγκαῖα ἅμα γίνεσθαι οὐδ’ ἅμα φθείρεσθαι· ὑγίεια γὰρ νόσῳ ἐναντίον καὶ ἀρεμία κινήσει, ἀλλ’ οὔτε ὑγεία νόσῳ συνυπάρχει οὔτε ἀρεμία κινήσει, οὐδὲ μὰν ἅμα γίνεται οὐδὲ μὰν ἅμα φθείρεται ἑκάτερον αὐτῶν· ἕξις δὲ [γενέσιος] καὶ στέρησις διαφέροντι τούτῳ, ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰς ἄλλαλα, οἷον τὸ ὑγιὲς ἐς τὸ κάμνον καὶ τὸ κάμνον ἐς τὸ ὑγιὲς καὶ τὸ ὀξὺ ἐς τὸ βαρὺ καὶ τὸ βαρὺ ἐς τὸ ὀξύ, ἕξις δὲ καὶ στέρησις οὐκέτι, ἀλλ’ ἕξις μὲν ἔρχεται εἰς τὰν στέρασιν, στέρησις δὲ οὐκ ἔρχεται εἰς τὴν ἕξιν· τὸ μὲν γὰρ ζῷον θνάσκει, τὸ δέ γε θνᾷσκον οὐδέποκα ζήσει· ὅλως δὲ ἕξις μέν ἐντι συνοχὰ τῶ κατὰ φύσιν, στέρησις δὲ ἔκλειψις τῶ κατὰ φύσιν. τὰ δὲ πρός τι ἅμα ἀναγκαῖα καὶ γίνεσθαι καὶ φθείρεσθαι· ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μὴ, ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μὴ, καὶ αἴκα τι γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται. κατάφασις δὲ καὶ ἀπόφασις καὶ † λόγος εἴδεα καὶ μᾶλλόν ἐντι καὶ ἀλαθέος καὶ ψευδέος μᾶλλόν ἐντι σημαντικά. τὸ γὰρ ἦμεν ἄνθρωπον ἀληθές ἐστιν, ὅκκα ὑπάρχῃ, ψευδὲς δὲ, ὅκκα μὴ ὑπάρχῃ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τᾶς ἀποφάσιος· καὶ γὰρ αὐτὰ ἀλαθὴς ἢ ψευδὴς παρὰ τὸ πρᾶγμα τὸ σημαινόμενον· ἀληθὴς μέν, ὅκκα ὑπάρχῃ, ψευδὴς δέ, ὅκκα μὴ ὑπάρχῃ. ἔτι ἀγαθῶ μὲν καὶ κακῶ μέσον τι, τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ πολλῶ καὶ ὀλίγω τὸ μέτριον, καὶ βραδέος καὶ ταχέος τὸ ἰσοταχές, ἕξιος δὲ καὶ στερήσιος οὐδέν ἐντι μέσον· ζωᾶς τε γὰρ καὶ θανάτω μεταξὺ οὐδὲν καὶ ὁράσιος καὶ τυφλότητος, εἰ μή τις λέγοι τὸ μήπω γενόμενον ζῷον ἀλλὰ γινόμενον μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω1 καὶ τὸ μήπω βλέπον κυνίδιον μεταξὺ ἦμεν τῶ τετυφλῶσθαι καὶ ὁρῆν· οὕτω δὲ λέγων κατὰ συμβεβηκὸς ἀποδώσει τὰν μεσότατα, οὐ κατὰ τὸν οἰκεῖον ὅρον τῶν ἐναντιοτάτων. τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τῶ δεσπόζοντος καὶ δούλω τὸ ἐλευθέριον καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον καὶ μεταξὺ τοῦ πλατέος καὶ στενῶ τὸ ἐφαρμόζον. καὶ τῶν ἄλλων ἐναντίων εὑρεθήσεταί τι μέσον, ἢ καὶ ὠνυμασμένον ἢ καὶ ἀνώνυμον. καταφάσιος δὲ 〈καὶ ἀποφάσιος〉 μεταξὺ οὐδέν ἐντι, οἷον τῶ τε ἦμεν ἄνθρωπον καὶ τῶ μὴ ἦμεν ἄνθρωπον καὶ τῶ ἦμεν μουσικὸν καὶ τῶ μὴ μουσικόν. καὶ ἄλλως δὲ ἀνάγκα καταφῆσαι ἢ ἀποφῆσαι λέγοντα περί τινος· καταφῆσαι μέν, ὅκκα τι εἶναι δηλοῖ, οἷον ἄνθρωπον, ἵππον, καὶ συνυπάρχον τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μωσικῷ ἦμεν, ἵππῳ δὲ τὸ πολεμιστᾷ·2 ἀποφῆσαι δέ, ὅκκα μὴ ἦμέν τι δαλοῖτο, οἷον μὴ ἦμεν ἄνθρωπον ἢ μὴ ἦμεν ἵππον, ἢ μὴ συνυπάρχον τι τούτῳ, οἷον μὴ ἦμεν τὸν ἄνθρωπον μουσικὸν ἢ μὴ ἦμεν τὸν ἵππον πολεμιστάν. μεταξὺ δέ γε τᾶς καταφάσιος αὐτᾶς καὶ ἀποφάσιος οὐδέν”. ταῦτα μὲν οὖν καὶ Ἀρχύτας περὶ τῆς τῶν ἀντικειμένων πρὸς ἄλληλα διαφορᾶς ἀνέγραψεν, ἅμα καὶ τὴν φύσιν αὐτῶν παραδεικνὺς ἀκριβέστερον, καὶ τούτοις τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα ἀκόλουθά ἐστιν, ὡς ἐκ τῶν εἰρημένων δῆλον γέγονεν. ἑξῆς δὲ ὁ Ἀριστοτέλης διαίρεσίν τινα τῶν ἐναντίων προστίθησιν, ἣν καὶ Ἀρχύτας παραδέδωκεν, καὶ μετ’ αὐτὴν ἄλλα τινὰ περὶ τῶν ἐναντίων ἐπάγει. ἔχει δὲ οὕτως τὰ [ὑπὸ] τοῦ Ἀριστοτέλους·

在如此列出四种对立之后,他关于它们的差异接着说道:“这些对立彼此不同:因为相反物不必同时产生也不必同时消亡;健康与疾病相反,静止与运动相反,但健康既不与疾病共存,静止也不与运动共存,它们各自更绝不是同时产生,也绝不是同时消亡。而状态与缺乏在这一点上有所不同:相反物在本性上相互转化,例如健康者转化为患病者,患病者转化为健康者,高音转化为低音,低音转化为高音;但状态与缺乏却不再如此,而是状态进入缺乏,缺乏却不进入状态;因为活着的生物会死,但已死之物绝不会复活;总的来说,状态是顺应本性之物的持存,而缺乏则是顺应本性之物的丧失。然而,关系物必然同时产生也同时消亡;因为双倍存在而一半不存在,或一半存在而双倍不存在,这是不可能的;如果某物成为双倍,同时一半也产生,如果某个双倍被毁灭,同时一半也被毁灭。肯定和否定特别作为言辞的形式,更能指示真与假。因为‘是人’在符合实际时是真的,在不符合实际时是假的。同样的道理也适用于否定;因为它本身也是依所指示的事实而非真即假:在符合实际时是真的,在不符合实际时是假的。此外,在善与恶之间有某种中间物,即既不善也不恶者;在多与少之间有适度;在迟缓与迅速之间有匀速;但在状态与缺乏之间没有任何中间物;因为在生与死之间毫无所有,在视力与盲目之间也是如此,除非有人说尚未出生而在生成过程中的动物处于生与死之间,尚未睁眼的小狗处于变瞎与看见之间;但这样说的人是按偶性赋予中间物,而不是按照对立极点的本然界说。然而,关系物接纳中间物;因为在主宰者与奴隶之间有自由身份,在较大与较小之间有相等,在宽与窄之间有相称。在其他相反物之间也会发现某种中间物,或是有名称的,或是无名称的。但在肯定与否定之间没有任何中间物,例如在‘是人’与‘不是人’之间,以及在‘懂音乐’与‘不懂音乐’之间。从另一角度说,对某事做出言说的人必然要么肯定要么否定:当某人指出某物存在时便做出肯定,例如人、马,以及与此共存之物,例如就人而言是懂音乐,就马而言是作战马;当指出某物不存在时便做出否定,例如不是人或不是马,或者非与此共存之物,例如人不懂音乐或马不是战马。但在肯定本身与否定之间没有任何中间物”。 那么,阿尔库塔斯关于对立物相互之间的差异也记录了这些内容,同时也更为精细地展示了它们各自的本性;从前文所言已清楚看出,亚里士多德所说的内容与这些是完全一致的。接下来,亚里士多德补充了关于相反物的某种划分,阿尔库塔斯也曾传授过这一划分,在此之后他又提出了关于相反物的其他一些论点。亚里士多德的原文如下:

语法注2 条
  1. 11.7εἰ μή τις λέγοι τὸ μήπω γενόμενον ζῷον ἀλλὰ γινόμενον μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω

    小句 εἰ μή τις λέγοι(现在希求法)引入一个潜在的反驳性假设,其支配的不定词 ἦμεν(多利斯方言,相当于 εἶναι)以宾格短语 τὸ μήπω γενόμενον ζῷον ἀλλὰ γινόμενον 作为逻辑主语。后文的分词短语 οὕτω δὲ λέγων 承接该假设的主语,驳斥这一反例仅仅是基于偶性设立的中间物。

  2. 11.7καὶ συνυπάρχον τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μωσικῷ ἦμεν, ἵππῳ δὲ τὸ πολεμιστᾷ

    带有冠词的不定词 τὸ ... ἦμεν 支配与格的表语名词 μωσικῷ(即 μουσικῷ)和 πολεμιστᾷ,与表示主语或从属者的与格 ἀνθρώπῳ 和 ἵππῳ 发生格一致(即哲学中常见的 τὸ εἶναι 伴与格的本性/属性表达句式),意为“就人而言是懂音乐的,就马而言是作战马的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:407.26-409.12