- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:406.16-407.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对尼コストラト斯就发誓、感叹及涉及未来的偶然命题提出的诘难,辛普利丘引述斯多亚派的定义以及漫步学派关于未来命题的观点(即矛盾命题作为整体非真即假,但其各个肢项仍是不确定的)加以反驳,并在最后引用阿尔库塔斯关于四种对立的范本式论述作结。
“πρὸς δὴ ταῦτα ἔνεστι μέν, φασί, λέγειν ὅτι τεττάρων ὄντων ἀντικειμένων τοῦ ἑνὸς ἴδιον τοῦτο οὐ πρὸς πάντα ἀλλ’ ὡς πρὸς τὰ τρία ἀποδέδωκεν· ὁ γὰρ εἰπὼν ὅτι τῶν τεττάρων τὸ ἓν μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ καθάπαξ τοῦτο ἀπεφήνατο, ἀλλ’ ἐπὶ μόνων τῶν ἀντικειμένων τοῦτο ἐποίησεν. χωρὶς δὲ τούτων, φασίν, πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσιν τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος.1 οὐδὲ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψεῦδος, ἀλλ’ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός, ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μώμῳ οὔτε ἀληθές ἐστιν ἢ ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν”. ἀλλ’ αὗται μὲν ἀπὸ τῆς Στωικῆς ἀκριβείας ἔστωσαν αἱ λύσεις. μήποτε δὲ ἁπλοϊκώτερον ἐπελθεῖν δεῖ τῷ λόγῳ· τὸ γὰρ ὀμοτικὸν νὴ τὴν Ἀθηνᾶν’ οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, συμπλεκόμενον δὲ πάντως προτάσει ἢ ἀληθεῖ ἢ ψευδεῖ, εἰ μὲν ἀληθὴς ἡ πρότασις, εὐορκεῖν ποιεῖ, ἀλλ’ οὐκ ἀληθεύειν (ἡ γὰρ πρότασις εἶχεν τὸ ἀληθές), ψευδεῖ δὲ συμπλεκόμενον ἐπιορκεῖν ἀναγκάζει, οὐ ψεύδεσθαι. καὶ τὸ θαυμαστικὸν δὲ τὸ ‘ὡς’ προτάσει συνάπτεται τῇ ‘καλὸς ὁ Πειραιεύς ἐστιν’, καὶ τὸ ψεκτικὸν ὁμοίως, τῶν προτάσεων τὸ ἀληθὲς ἐχουσῶν ἢ τὸ ψεῦδος. περὶ δὲ τῶν εἰς τὸν μέλλοντα χρόνον ἀντιφάσεων οἱ μὲν Στωικοὶ τὰ αὐτὰ δοκιμάζουσιν, ἅπερ καὶ ἐπὶ τῶν ἄλλων. “ὡς γὰρ τὰ περὶ τῶν παρόντων καὶ παρεληλυθότων ἀντικείμενα, οὕτως καὶ τὰ μέλλοντα αὐτά τε, φασίν, καὶ τὰ μόρια αὐτῶν· ἢ γὰρ τὸ ἔσται ἀληθές ἐστιν ἢ τὸ οὐκ ἔσται, εἰ δεῖ ἤτοι ψευδῆ ἢ ἀληθῆ εἶναι (ὥρισται γὰρ κατ’ αὐτοὺς τὰ μέλλοντα). καὶ εἰ μὲν ἔσται ναυμαχία αὔριον, ἀληθὲς εἰπεῖν ὅτι ἔσται· εἰ δὲ μὴ ἔσται, ψεῦδος τὸ εἰπεῖν ὅτι ἔσται· ἤτοι δὲ ἔσται ἢ οὐκ ἔσται· ἤτοι ἄρα ἀληθὲς ἢ ψεῦδος θάτερον’’. οἱ μέντοι Περιπατητικοὶ τὴν μὲν ἀντίφασιν τὴν εἰς τὸ μέλλον ἀληθῆ ἢ ψευδῆ εἶναι λέγουσιν, πότερον δὲ ἔσται μόριον αὐτῶν ἀληθὲς καὶ πότερον ψεῦδος, ἄληπτον εἶναι τῇ φύσει καὶ ἄστατον. τὴν μὲν γὰρ ἀντίφασιν ἐφ’ οὑτινοσοῦν χρόνου οὐ κωλύει λέγεσθαι, τὸ ‘ἢ ἔσται ἢ οὐκ ἔσται’, τῶν δὲ ἐμπεριεχομένων ἐν αὐτῇ μορίων ἑκάτερον οἷον τὸ ‘ἔσται’ ἢ ‘οὐκ ἔσται’ ἀφωρισμένως ἐπὶ μὲν τοῦ παρόντος καὶ παρεληλυθότος χρόνου ἤδη ἐστὶν ἢ ἀληθῆ ἢ ψευδῆ·2 ὅσα δὲ περὶ τοῦ μέλλοντος ἀποφαίνεται, ἤδη μὲν οὐκ ἔστιν ἢ ἀληθῆ ἢ ψευδῆ, ἔσται δὲ ἢ τοῖα ἢ τοῖα. ταῦτα μὲν οὖν ἀρκείτω πρὸς τὸν Νικόστρατον. Συμπληρωθέντος δὲ τοῦ παρὰ Ἀριστοτέλει περὶ τῆς τῶν ἀντικειμένων διαφορᾶς λόγου καλῶς ἂν ἔχοι καὶ τὰ Ἀρχύτου περὶ αὐτῶν ἐν τῷ Περὶ ἀντικειμένων βιβλίῳ ἀρχέτυπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι, καὶ μάλιστα, ὅτι οὐδὲ ὁ θεῖος Ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τι τοῖς ὑπομνήμασιν ἐνέταξεν, καὶ ἴσως οὐκ ἦλθεν εἰς αὐτόν· οὐ γὰρ ἂν αὐτὸ παρῆκεν ὁ τὸ τοῦ Ἀριστοτέλους Περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάμενος. ἔχει δὲ οὕτως· ‘‘καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ὡς ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὰ θανάτῳ καὶ ὄψις τυφλότητι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις καὶ ἀπόφασις, οἷον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν3 καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν’’.
“针对这些,人们说,可以说的是:既然对立物有四种,他将这特有属性赋予这单一者,并非针对一切事物,而是针对其余三者;因为说四者之中的一者分割真与假的人,并没有毫无条件地做出这一断言,而唯独是在对立物的范围内这样做的。除此以外,人们说,在对命题定义的解释中,这些问题早已有了解答,该定义将命题规定为‘非真即假者’。因为发誓言明不可能或是真或是假;倒是在誓言中合乎常理的是守誓或违誓,但在其中说真话或说假话却是不可能的,即便某人是就真实或虚假的事项发誓。感叹言明由于感叹超出命题,谴责言明由于责备而超出,它们既不是真的也不是假的,而是类似于真实或虚假的东西”。然而,姑且让这些作为源自斯多亚派精细论证的解答吧。不过,也许应当以一种更平易的方式来探讨这一论点:因为发誓言明‘凭雅典娜起誓’既不表示真也不表示假,但总是与一个或真或假的命题相结合;如果命题是真的,它就使人守誓,却不是使人说真话(因为具有真实性的是命题);而当与假命题相结合时,它迫使人违誓,却不是使人说假话。感叹言明的‘多么’也是附着于‘比雷埃夫斯港是美丽的’这个命题上,谴责言明也是同样,具有真或假的是那些命题。关于涉及未来时间的矛盾对立,斯多亚派赞同与在其他情形下完全相同的观点。“人们说,正如关于现在和过去事物的对立物那样,未来的事物也是如此,无论是它们自身还是它们的组成部分;因为或者‘将发生’是真的,或者‘将不发生’是真的,如果它们必须非假即真的话(因为在他们看来,未来的事物是已被确定的)。如果明天将有海战,说‘将发生’就是真的;如果将不发生,说‘将发生’就是假的;然而或者将发生或者将不发生;因此二者之一必定非真即假”。然而漫步学派的人却说,涉及未来的矛盾对立本身是非真即假的,但在它们的组成部分中哪一个是真的、哪一个是假的,在本性上却是不可把握且不确定的。因为矛盾对立在任何时间都可以被言说并不受妨碍,即‘或者将发生或者将不发生’;然而其中包含的各个组成部分,例如‘将发生’或‘将不发生’,在现在和过去的时间中已经确定地非真即假;凡关于未来的断言,在目前虽尚未非真即假,但将来必定会是这种或那种。因此,针对尼科斯特拉托斯,这些话就足够了。 既然亚里士多德关于对立物差异的论述已经完成,那么把阿尔库塔斯在《论对立物》一书中关于它们的论述记录下来也是适宜的,因为这些论述正是前面所说内容的范本;尤其是因为就连神圣的伊安布利柯也没有从这本书中将任何内容编入其注解中,也许这书并未流传到他手中;因为考查过亚里士多德《论对立物》一书的人绝不会忽略它。其文如下:“无论依习俗还是依本性,彼此对立被言说的情形:有些是作为相反物,例如善对恶,健康对患病,真对假;有些是作为状态对缺乏,例如生对死,视力对盲目,知识对遗忘;有些是作为具有某种状况的关系物,例如双倍对一半,统治对被统治,主宰对被主宰;有些是作为肯定和否定,例如是人对不是人,高尚对不高尚”。
- 11.7τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος
现在分词 ἀφοριζομένου 为中间态,意为“(这一定义本身)加以规定”。关系代词从句 ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος 表达定义的实质内容,与被定义的名词(命题)构成同格。
- 11.7ἤδη ἐστὶν ἢ ἀληθῆ ἢ ψευδῆ
虽然语法主语是中性单数的 ἑκάτερον,但述语形容词却采用了中性复数(ἀληθῆ ἢ ψευδῆ)。这是一种依意合态(constructio ad sensum),是由于 ἑκάτερον 涵盖了其下的两个组成部分(‘将发生’与‘将不发生’)所致。
- 11.7τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν
ἦμεν 是多利斯方言中对应雅典方言 εἶναι 的不定词形式。不定词短语通过中性定冠词 τὸ 与 τῷ 名词化,承接前文各对对立物中主格与与格对置的句式结构(如 ἀγαθὸν κακῷ 等)。
