← 辛普里丘

亚里士多德《范畴篇》注释

§405.4-406.16

苏格拉底范例疑难与斯多亚派及尼科斯特拉托斯的反驳

辛普利丘讨论了亚里士多德在缺乏与状态中借用苏格拉底为范例所引发的疑难与解答,介绍了斯多亚学派关于否定言辞不构成相反物的论证,并引述了尼コストラト斯关于真假分割并非矛盾对立所特有的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.7#2

ἐπὶ μέντοι τῆς ἀντιφάσεως καὶ ὄντος καὶ μὴ ὄντος καὶ πεφυκότος καὶ μὴ ἀεὶ θάτερον ἢ ἀληθὲς ἢ ψεῦδός ἐστιν, ὡς εἴρηται πρότερον. ταῦτα μὲν οὖν ἀκριβῶς δέδεικται. Πῶς δὲ περὶ Σωκράτους λέγων ὅτε μήπω φησὶν πέφυκεν ἔχειν ὄψιν, ἀμφότερα ψευδῆ ἐστιν, καὶ τὸ ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι;1 ἅμα γὰρ τῷ γενέσθαι τὸν Σωκράτη πέφυκεν ὁρᾶν, καὶ εὐθὺς ἐπ’ αὐτοῦ τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος. λέγουσιν δὲ πρὸς τοῦτο, ὡς τοῦ Σωκράτους καὶ ἐπὶ τῶν ἐναντίων καὶ ἐπὶ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν εἰς παράδειγμα παραληφθέντος μεταβὰς ἐπὶ τὴν στέρησιν καὶ ἕξιν τῷ αὐτῷ πάλιν ἀντὶ τοῦ κυνιδίου ἐχρήσατο, εἰς ἐκεῖνο ἀναφέρων τὴν ἐπὶ τῶν ἅμα τῇ γενέσει μηδετέραν ἐχόντων διάταξιν,2 ἅμα μὲν ἐπὶ τοῦ αὐτοῦ πάντα ἀποδεικνύναι βουλόμενος ὡς ἐπιστημονικωτέρου τούτου ὅταν ᾖ δυνατόν, ἅμα δὲ ὥσπερ εἴωθεν καταφρονεῖ τῶν παραδειγμάτων, ὅταν τὸ πρᾶγμα ἀληθὲς ὑπάρχῃ. μήποτε δέ, φασίν, οὐδὲ ὁ ἄνθρωπος ἐξ ἀρχῆς ἔχει τὴν ὄψιν ὡς ἔχει τὴν ἁφὴν οὐδὲ χρώμενος εὐθὺς αὐτῇ φαίνεται, ἕως διανοίξῃ τὰ βλέφαρα ἡ μαῖα καὶ ἀπομάξῃ· κατὰ δὲ τὴν ἁφὴν εὐθὺς ἅμα τῷ πεσεῖν τοῦ ἔξω ἀέρος πληροῦντος αἰσθόμενον τὸ βρέφος κλαίει. εἰ δὲ τοῦτο, καὶ ἐπὶ τούτου ἁρμόσει λέγειν ὅτι ἅμα τῷ γίνεσθαι αὐτὸν ἀμφότερα ἐπ’ αὐτοῦ ψευδῆ ἐστιν. φανερὸν οὖν ὅτι μόνα τὸ ἀληθὲς ἢ ψεῦδος διαιρεῖ, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται· εἰ δὲ τοῦτο, διαφέροι ἂν τῶν ἄλλων τριῶν εἰδῶν τοῦ ἀντικειμένου. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διισχυρίζονται ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετὴ καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ ἵππου καὶ λίθου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν), ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων· ἔσται οὖν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία. ἔτι δὲ εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, ἀλλ’ ἡ οὐ κακία, συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ φαύλοις· ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτά. καὶ μὴν καὶ τὸ δυεῖν ἐναντίων ὑφ’ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ’ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν (ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστιν), καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον.3 οὕτω μὲν οὖν καὶ παρὰ τοῖς Στωικοῖς διώρισται τά τε ἐναντία καὶ τὰ ἀντιφατικῶς ἀντικείμενα. Ὁ δὲ Νικόστρατος αἰτιᾶται κἀνταῦθα λέγων μὴ ἴδιον εἶναι τῶν κατὰ ἀντίφασιν ἀντικειμένων τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. “οὔτε γὰρ μόνοις οὔτε πᾶσιν αὐτοῖς ὑπάρχει· οὐ μόνοις μέν, ὅτι καὶ τοῖς ὀμοτικοῖς καὶ τοῖς ἀπομοτικοῖς λόγοις ὑπάρχει τὸ ἐξ ἀνάγκης θάτερον, οἷον ‘νὴ τὴν Ἀθηνᾶν ἔπραξα τάδε’· ‘οὐ μὰ τὴν Ἀθηνᾶν οὐκ ἔπραξα’. ἀλλὰ καὶ τοῖς θαυμαστικοῖς, φησί, τὸ αὐτὸ ὑπάρχει· ‘ὡς καλός γε ὁ Πειραιεύς’, καὶ τοῖς ψεκτικοῖς, οἷον ‘φαῦλός ἐστιν’, ‘οὐ φαῦλός ἐστιν’. οὐκ ἄρα μόνοις ὑπάρχει τοῖς κατὰ ἀντίφασιν τοῦτο, ἀλλ’ οὐδὲ πᾶσιν, φησίν. αἱ γὰρ εἰς τὸν μέλλοντα χρόνον ἐγκεκλιμέναι προτάσεις οὔτε ἀληθεῖς εἰσιν οὔτε ψευδεῖς διὰ τὴν τοῦ ἐνδεχομένου φύσιν· οὔτε γὰρ τὸ ‘ἔσται ναυμαχία’ ἀληθὲς οὔτε τὸ ‘οὐκ ἔσται’, ἀλλ’ ὁπότερον ἔτυχεν”.

然而在矛盾对立的情形下,无论[主词]存在还是不存在,无论天生能够接受还是不能,总是有一方或是真或是假,正如之前所说的那样。因此这些已被精确地证明了。但是,他在谈到苏格拉底时说“当他尚未天生具有视力时,看见与盲目二者皆假”,这又是怎么说的呢?因为苏格拉底一出生就天生能够看见,因而在他身上随即就是一真一假。对此人们说,由于在相反物和肯定与否定的情形下都采用了苏格拉底作为例子,当过渡到缺乏与状态时,他再次用同一个人代替幼犬,把在出生时二者皆不具有者身上的规定应用到了苏格拉底身上;这既是因为只要可能,他就希望在同一事物上证明一切,因为这更具科学性,也是因为正如他的习惯那样,只要事情本身真实,他就并不在意例子。人们说,或者也许人类从一开始也并不像拥有触觉那样拥有视觉,在接生婆掰开眼睑并擦净之前,他似乎也没有立即使用它;而在触觉方面,婴儿一降生感知到充斥四周的外在空气,就哭泣起来。如果是这样,在这个事例上说他刚一出生时二者在他身上皆假,也将是贴切的。因此显而易见,唯有作为肯定和否定相对立的事物才分割真或假;如果是这样,它就将有别于对立物的其他三种形式。 斯多亚学派的人也坚决主张,依否定而被言说的事物中没有任何一个与任何事物相反;因为若是那样,非德性就将与德性相反,非恶德就将与恶德相反,而恶德和许多其他事物都落在非德性之下(因为马、石头以及除德性之外的所有事物都落在它之下),德性以及所有其他事物都落在非恶德之下;于是一切事物都将与单一事物相反,而且同样的事物将既与德性相反又与恶德相反。再者,如果与恶德相反的不是德性而是非恶德,那么中介事物就既与有德之人相反又与卑劣之人相反;但这荒谬不经,尤其是如果它们还是同样的事物。更有甚者,在两个相反物中,落在其中一个之下的所有事物都是性质,如在德性与恶德之下;而落在另一个之下的则既有性质又有带性质之物,如在非德性与非恶德之下(因为在它们之下既有性质、带性质之物,又有活动以及无论什么东西),这同样是悖谬的。因此,在斯多亚学派那里,相反物与矛盾相对立的事物也是这样被区分开的。 然而尼科斯特拉托斯在此处也加以指责,说分割真与假并不是矛盾相对立之物的特有性质。 “因为这既不唯独属于它们,也不属于它们全体:不唯独属于它们,是因为在发誓肯定与发誓否定的言明中,也必然有一方成立,例如‘凭雅典娜起誓我做了这些事’,‘凭雅典娜起誓我没有做’。不仅如此,在感叹言明中,”他说,“同样的事也成立:‘比雷埃夫斯港多么美丽啊!’,在谴责言明中也是如此,例如‘他是卑劣的’,‘他不是卑劣的’。因此这不仅不唯独属于矛盾对立物,而且也不属于它们全体,”他说。 “因为涉及未来时间的命题由于偶然事物的本性,既不是真的也不是假的;因为‘将有一场海战’不是真的,‘将没有海战’也不是真的,而是取决于哪一种情况凑巧发生”。

语法注3 条
  1. 11.7Πῶς δὲ περὶ Σωκράτους λέγων ὅτε μήπω φησὶν πέφυκεν ἔχειν ὄψιν, ἀμφότερα ψευδῆ ἐστιν, καὶ τὸ ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι;

    句子的核心骨架为“Πῶς δὲ λέγων ... φησίν, [ὅτι] ἀμφότερα ψευδῆ ἐστιν”,其中 φησίν 为主动词,λέγων 为修饰主语的主格分词。ὅτε 从句(ὅτε μήπω ... πέφυκεν ἔχειν ὄψιν)限定被讨论的语境,随后引出两者皆假(ἀμφότερα ψευδῆ ἐστιν)的命题。

  2. 11.7λέγουσιν δὲ πρὸς τοῦτο, ὡς ... ἐχρήσατο, εἰς ἐκεῖνο ἀναφέρων τὴν ἐπὶ τῶν ἅμα τῇ γενέσει μηδετέραν ἐχόντων διάταξιν

    结构 λέγουσιν ... ὡς ... ἐχρήσατο 属于间接引语,由 ὡς 引出陈述语气过去时动词 ἐχρήσατο。句首的属格独立结构(τοῦ Σωκράτους ... παραληφθέντος)交代背景条件,主语(亚里士多德)通过分词 μεταβάς 与 ἀναφέρων 与谓语 ἐχρήσατο 相连接。

  3. 11.7καὶ μὴν καὶ τὸ δυεῖν ἐναντίων ὑφ’ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ’ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν ... καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον.

    该句为一个复指性结构:由定冠词 τὸ 统领的冗长不定式短语(δυεῖν ἐναντίων ὑφ’ ὃ μὲν ... εἶναι ... ὑφ’ ὃ δὲ ...)作为前置主题充当逻辑主语,随后在 καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον 中被指示代词 τοῦτο 所复指,并与表语 ἀπεμφαῖνον 结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:405.4-406.16