← 辛普里丘

亚里士多德《范畴篇》注释

§403.26-405.4

矛盾对立必然配分真假的固有特征

辛普利丘注解亚里士多德《范畴篇》13a37以下,论证唯独矛盾对立无例外地具有恒常配分真假的固有特征,而相反与缺乏对立属于无结合的语词,即便在结合为命題时也会因主词不存在等缘由而无法必然配分真假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.7#1

" Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται ἕως τοῦ ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἂν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἢ ἀληθὲς ἢ ψεῦδος εἶναι." Ὅτι μὲν καὶ ταῦτα τῶν ἀντικειμένων ἐστὶν καὶ ἃ μάλιστα ἀντικείμενα, πρόδηλον· ἀναιρετικὰ γὰρ μάλιστα ἀλλήλων ἐστὶν καὶ ἀσυνύπαρκτα, ἡ μὲν καθόλου ἀποφατικὴ τῇ μερικῇ καταφατικῇ, ἡ δὲ καθόλου καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ· οἱ γοῦν Στωικοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. τὴν δὲ διαφορὰν αὐτῶν τὴν πρὸς ἄλλους τρόπους τῶν ἀντιθέσεων σαφῶς παραδίδωσιν ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων·1 λαμβανέσθωσαν δὲ αἱ κυρίως ἀντικείμεναι προτάσεις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας διορίζεται. ἐπὶ δὲ τῶν ἄλλων ἀντικειμένων οὐ διαιρεῖται ταῦτα· οὔτε γὰρ τῶν ἐναντίων τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος, οὔτε τῶν πρὸς ἄλληλα λεγομένων οὔτε τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων. τοῦτο δὲ πιστοῦται μὲν καὶ διὰ τῶν παραδειγμάτων, πιστοῦται δὲ καὶ ἀποδεικτικῶς οὕτως· τὰ κατὰ τοὺς τρεῖς τρόπους ἀντικείμενα ἄνευ συμπλοκῆς λέγεται· τῶν δὲ ἄνευ συμπλοκῆς λεγομένων οὐδὲν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει. καὶ γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν προτάσει πάντως ἐστίν, πᾶσα δὲ πρότασις λόγος, ὁ δὲ λόγος ἐν συμπλοκῇ τινων. τῶν δὲ ἄλλων οὐδὲν κατὰ συμπλοκὴν λέγεται, ἀλλὰ ἐστιν ἁπλᾶ, οἷον λευκὸν μέλαν, διπλάσιον ἥμισυ, ὄψις τυφλότης. εἰπὼν δὲ ὅτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτον μὲν οὐχ οὕτως εἶπεν ὅτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ’ ἑαυτά, ἀλλ’ ὅπερ ἐφεξῆς ἐπέστησεν, δόξειεν ἄν τὸ τοιοῦτον συμβαίνειν,2 τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τῶν κατὰ συμπλοκὴν λεγομένων ἐναντίων. τοιαῦτα δέ ἐστιν ἐν οἷς τοῦ αὐτοῦ τἀναντία κατηγορεῖται, οἷον τὸ νοσεῖν Σωκράτη καὶ τὸ ὑγιαίνειν Σωκράτη· ἄμεσα γὰρ ἐναντία τὸ ὑγιαίνειν καὶ νοσεῖν· ταῦτα δὲ καθ’ αὑτὰ μὲν πράγματα σημαίνει καὶ φάσεις εἰσὶ μόνον, εἰ δὲ συμπλακείη, λόγος γίνεται ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής. δυνατὸν δὲ ταῦτα πρῶτον μὲν μηδὲ ἐναντία λέγειν, ἀλλὰ κατηγορεῖσθαι τοῦ αὐτοῦ τὰ ἐναντία. τὸ γὰρ αὐτὸ τῶν ἐναντίων ἐστὶ δεκτικόν· εἰ οὖν τοῦ Σωκράτη νοσεῖν καὶ τοῦ Σωκράτη ὑγιαίνειν μηδέν ἐστι δεκτικόν, οὐκ ἂν εἴη ταῦτα ἐναντία. κἂν συγχωρήσῃ δέ τις ἐναντία ταῦτα εἶναι, οὐδὲ οὕτως ἀναγκαῖόν ἐστιν τὸ μὲν αὐτῶν ἀληθὲς εἶναι, τὸ δὲ ψεῦδος· ὄντος μὲν γὰρ τοῦ Σωκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ·3 ὁ γὰρ μὴ ὢν οὔτε νοσεῖν οὔτε ὑγιαίνειν ὀρθῶς ἂν λέγοιτο. ἡ μέντοι ἀντίφασις ἀεὶ μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὄντος καὶ μὴ ὄντος τοῦ Σωκράτους. κατὰ γὰρ τοῦ μὴ ὄντος ἡ ἀπόφασις ἀληθὴς ἡ ‘Σωκράτης οὐχ ὑγιαίνει’ καὶ ἡ ‘Σωκράτης οὐ νοσεῖ’· οὐ γάρ ἐστιν ταὐτὸν τὸ μὴ νοσεῖν τῷ ὑγιαίνειν, ὥσπερ οὐδὲ τὸ μὴ ὁρᾶν τῷ τυφλὸν εἶναι· ἐπὶ γοῦν τοῦ τοίχου τὸ μὲν ‘οὐχ ὑγιαίνει οὐδὲ ὁρᾷ’ ἀληθὲς εἰπεῖν, τὸ δὲ ‘νοσεῖ καὶ τυφλός ἐστιν’ ψεῦδος. ταῦτα δὲ ῥητέον καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν τὴν στέρησιν καὶ ἕξιν ἐχόντων· καὶ γὰρ καὶ ἐπὶ τούτων δοκεῖ μὲν διαιρεῖσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μὴν ὄντως γε μερίζεται, ἀλλὰ μὴ ὄντος μὲν ψευδῆ ἄμφω, τό τε ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι, ὄντος δὲ οὐκ ἀναγκαῖον θάτερον, ὅταν μὴ πεφυκὸς ᾖ ἐπιδέχεσθαι, ὡς ἐπὶ τοῦ τοίχου, ἢ μηδέπω πεφυκός, ὡς ἐπὶ τοῦ σκυλακίου.

“凡作为肯定和否定相对立的……直到:以致唯独在这些事物上,它们之中总有一方或是真或是假才会是特有的性质。” 这些也属于对立物,并且最为对立,是显而易见的;因为它们彼此最为相互排斥且不可共存,全称否定[命题]与特称肯定[命题]相对立,全称肯定[命题]与特称否定[命题]相对立;至少斯多亚学派认为,唯独否定命题与肯定命题相对立。而他清楚地给出了它们相对于其他对立方式的区别,这是根据在唯独这种矛盾对立中诸命题必有一真一假;不过应当取严格意义上相对立的命题,正如在《解释篇》中所界定的那样。但在其他对立物上,这些并不被分割;因为在相反物中既非一为真而一为假,在相关联而被言说的事物中不是,在依状态与缺乏而相对立的事物中也不是。这一点不仅通过实例得到确证,而且也通过论证如下地得到确证:依三种方式相对立的事物是不带结合而被言说的;而不带结合而被言说的事物中,没有任何一种表示真或假。因为真与假在任何情况下都在命题之中,一切命题都是陈述,而陈述存在于某些事物的结合之中。但其余对立物中没有一个是依结合而被言说的,而是单纯的,例如白与黑、两倍与一半、视觉与盲目。他说在相反物上也不必然总是一真一假,首先他并不是在这个意义上说“不必然”,即仿佛相反物有时依其自身分割真与假,而是正如他接下来所指出的,分割真与假这样一回事,似乎可能发生在依结合而被言说的相反物上。此类情况就是关于同一事物述谓相反属性的情况,例如苏格拉底生病与苏格拉底健康;因为健康与生病是无中介的相反物;而这些依其自身只表示事物并且仅仅是述辞,但如果被结合起来,就产生出陈述,一真而一假。然而首先,甚至可能不把这些称为相反物,而是说关于同一事物述谓了相反属性。因为同一事物是相反属性的接受者;因此,如果没有任何东西是苏格拉底生病和苏格拉底健康的接受者,这些就不会是相反物。即使有人承认这些是相反物,即便如此,它们之中一真一假也并非必然;因为在苏格拉底存在时,将是一真一假,但在他不存在时,二者皆假;因为对不存在者而言,既不能正确地说生病,也不能正确地说健康。然而矛盾对立无论在苏格拉底存在还是不存在时,总是分配真与假。因为关于不存在者,否定命题“苏格拉底不健康”和“苏格拉底不生病”是真实的;因为不生病与健康并不相同,正如看不见与盲目并不相同;至少对墙而言,说“它不健康也不看”是真实的,而说“它生病且盲目”则是假的。关于依结合而具有缺乏与状态的事物,也必须这样说;因为在它们身上,真与假似乎也被分割,但绝非真正被配分,而是在不存在时二者皆假,即看见与盲目皆假;在存在时,若非天生能够接受,如在墙的情形下,或者尚未天生能够接受,如在幼犬的情形下,一方[的成立]也不是必然的。

语法注3 条
  1. 11.7ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων

    介词 ἐκ 支配带有冠词属格 τοῦ 的不定式短语 τοῦ ... εἶναι,指示亚里士多德据以说明这一区别的依据。不定式的逻辑主语是 τὴν μὲν 与 τὴν δὲ,属格 τῶν προτάσεων 用作部分属格修饰二者。

  2. 11.7εἰπὼν δὲ ὅτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτον μὲν οὐχ οὕτως εἶπεν ὅτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ’ ἑαυτά, ἀλλ’ ὅπερ ἐφεξῆς ἐπέστησεν, δόξειεν ἄν τὸ τοιοῦτον συμβαίνειν

    由分词 εἰπών 引出的起始句之后,主句采取 οὐχ οὕτως εἶπεν ... ὡς ... ἀλλʼ ... δόξειεν ἄν 的结构。短语 ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων 是表示假想原因的独立属格(“仿佛相反物曾依其自身分割真假”),属被排斥的解释。随后的 ὅπερ ἐφεξῆς ἐπέστησεν(正如他紧接着指出的那样)呈插入语结构,引导至主句动词潜在希求语气 δόξειεν ἄν。

  3. 11.7ὄντος μὲν γὰρ τοῦ Σωκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ

    ὄντος ... τοῦ Σωκράτους 与 μὴ ὄντος [τοῦ Σωκράτους] 构成表示条件的对比性独立属格。在后一分句 μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ 中,省略了前一分句的连系动词 ἔσται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:403.26-405.4