- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:402.9-403.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对尼科斯特拉托斯依据德性的不可丧失性及依循习俗之缺乏的可逆性对状态与缺乏的界分所提出的质疑进行反驳,论证亚里士多德仅指合乎本性的状态与缺乏,并在援引扬布里柯对缺乏属性的讨论后,转入对肯定与否定对立的考察。
φανερὸν δὲ καὶ ἐκεῖνο γέγονεν, ὡς οὔτε τοῖς ἀμέσοις ἐναντίοις οὔτε τοῖς ἀφωρισμένον τὸ ἓν ἔχουσιν κατὰ φύσιν1 τὰ αὐτά ἐστιν τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα. Τούτων δὲ προειλημμένων ῥᾴδιον λοιπὸν καὶ τὰς Νικοστράτου ἀπορίας διαλύειν, ὅς φησιν μὴ ἀκριβῶς ταύτην ἀποδεδόσθαι τὴν διαφοράν· μήτε γὰρ τὰ ἐναντία εἰς ἄλληλα πάντως μεταβάλλειν, διότι ἀπὸ σπουδαίου φαῦλος οὐ γίνεται, μήτε πᾶσαν στέρησιν ἀμετάβλητον εἶναι εἰς ἕξιν· “καὶ γὰρ ἐκ πεφωτισμένου καὶ ὡπλισμένου καὶ ἠμφιεσμένου γένοιτο ἂν ἐσκοτισμένον καὶ ἄνοπλον καὶ γυμνόν, καὶ ἐκ τῶν στερήσεων αὖθις ἡ ἕξις· ἄτοπον οὖν τὰ ἀμφοτέροις ὑπάρχοντα διακρίνειν καὶ τὰ μὲν προσνέμειν τῷ ἑτέρῳ, τὰ δὲ τῷ λοιπῷ”. πρὸς δὴ ταῦτα ῥᾴδιον λέγειν ὡς προχείρως εἴληπται τὸ ἀναπόβλητον εἶναι τὴν ἀρετήν. καὶ γὰρ Θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς ἱκανῶς ἀπέδειξεν καὶ Ἀριστοτέλει δοκεῖ οὐκ ἀνθρώπειον εἶναι τὸ ἀναπόβλητον· ἔτι δὲ καὶ οἱ Στωικοὶ ἐν κάροις καὶ μελαγχολίαις καὶ ληθάργοις καὶ ἐν φαρμάκων λήψεσι συγχωροῦσιν ἀποβολὴν γίνεσθαι μεθ’ ὅλης τῆς λογικῆς ἕξεως καὶ αὐτῆς τῆς ἀρετῆς, κακίας μὲν οὐκ ἀντεισαγομένης, τῆς δὲ βεβαιότητος χαλωμένης καὶ εἰς ἣν λέγουσιν ἕξιν μέσην οἱ παλαιοὶ μεταπιπτούσης. τοῦτο μὲν οὖν οὕτως· ἀτόπως δὲ ἐκ τῶν κατὰ ἔθος στερήσεων τὰς ἐπιχειρήσεις ποιούμενος καὶ στέρησιν εἰς ἕξιν μεταβάλλειν φησίν. ὁ γὰρ ἀνάριστος καὶ ἄοπλος κατὰ συνήθειαν ὄντες ἐν στερήσει ῥᾳδίως μεταβάλλουσιν εἰς τὰς ἕξεις,2 ὁ μὲν ἀριστήσας, ὁ δὲ ὁπλισάμενος· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐπὶ τῶν ἐξ ἔθους ἀλλ’ ἐπὶ τῶν φύσει τὴν ἕξιν καὶ τὴν στέρησιν παρέλαβεν, ἐφ’ ὧν καὶ κυρίως ἡ κατὰ ἕξιν καὶ στέρησιν ἀντίθεσις λέγεται. χρησώμεθα οὖν αὐτοῖς τοῖς Ἀριστοτέλους πρὸς τὸν Νικόστρατον. ἐν γὰρ τῷ Περὶ τῶν ἀντικειμένων αὐτός φησιν ὡς αἱ μὲν στερήσεις τῶν κατὰ φύσιν λέγονται, αἱ δὲ τῶν ἐν ἔθει, αἱ δὲ τῶν κτημάτων, αἱ δὲ ἄλλων τινῶν· τυφλότης μὲν τῶν φύσει, γυμνότης δὲ 〈τῶν〉 ἐν ἔθει, ἀργυρίου δὲ στέρησις τῶν ἐν χρήσει παραγινομένων· εἰσὶν δὲ καὶ ἄλλαι στερήσεις πλείονες, καὶ ἐνίων μὲν στερήσεων οὐκ ἔστιν ἀπαλλαγή, ἐνίων δὲ ἔστιν. πολλῶν δὲ ὄντων τῆς στερήσεως τρόπων καὶ ἑνὸς τῶν κατὰ φύσιν, ἐπὶ τῶν κατὰ φύσιν γεγονυίας τῆς πρὸς τἀναντία διαφορᾶς οὐκ ἐχρῆν ἐκ τῶν ἄλλων τρόπων παραφέροντα δοκεῖν ἐλέγχειν τὸν λόγον. Ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν, τινὰ δὲ καὶ ὁ Ἰάμβλιχος παρέγραψεν ἔχοντα οὕτως· “πολλαχῶς τοῦ ἔχειν λεγομένου, ὡς ἤδη παρεδείξαμεν, ἡ στέρησις διατείνει μὲν ἐπὶ πάντα τὰ σημαινόμενα τοῦ ἔχειν, οὐκέτι μέντοι καὶ ἐπὶ πάντα τἀναντία. ἀπωλείᾳ γὰρ ἴσον ἡ στέρησις, ὥστε οὐκ ἄν τοῦ κακοῦ λέγοιτο στέρησις, ὅτι μηδὲ ἀπώλεια κακοῦ γένοιτο ἄν ἢ βλαβεροῦ ἀλλ’ ἀγαθοῦ ἢ χρησίμου· οὐ γὰρ ὁ νόσου ἢ πενίας ἀπαλλαγεὶς ῥηθείη ἄν ἀπεστερῆσθαι νόσου ἢ πενίας, ἀλλὰ μᾶλλον [ὡς] ὁ ὑγείας ἢ πλούτου ἀφαιρεθείς. ἀγαθοῦ μὲν στέρησις ἡ τυφλότης· ἀγαθὸν γὰρ ἡ ὄψις· ἀδιαφόρου δὲ ἡ γυμνότης· ἀδιάφορον γὰρ τὸ ἱμάτιον καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. διὸ στέρησις οὐδεμία ἀγαθόν, ἀλλ’ ἤτοι κακὸν ἢ ἀδιάφορον. καὶ ἀγαθῶν δὲ στέρησις γένοιτο ἂν ἤτοι τῶν πάντων ἢ τῶν πλείστων. ἥκιστα δέ φησιν Ἀριστοτέλης τῶν ἐν ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων γενέσθαι στέρησιν·3 οὐδεὶς γὰρ λέγει δικαιοσύνης ἐστερῆσθαι, καὶ ὁ εἰπὼν ὅτι ‘ἐπιστάμαν οὐδεὶς φέρει’ ἀπὸ τῆς αὐτῆς ἐννοίας εἴρηκεν. μᾶλλον οὖν πλούτου δόξης τιμῆς τῶν τοιούτων καὶ μάλιστα τῶν περὶ τὰς κτήσεις καλουμένων ἀγαθῶν εἰσιν αἱ στερήσεις. διὸ καὶ ἔλεοι καὶ οἶκτοι ἐπακολουθοῦσιν ταῖς πλείσταις στερήσεσιν. ὁ μέντοι Ἀριστοτέλης τῶν φυσικῶν στερήσεων νῦν τὴν ἀντίθεσιν πρὸς τὴν τῶν ἐναντίων παραβέβληκεν”. ἀλλὰ ταῦτα μὲν ἀρκούντως. ἑξῆς δὲ μεταβαίνει ἐπὶ τὴν τῆς καταφάσεως ἀντίθεσιν, τὴν διαφορὰν αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἀντιθέσεις παραδιδούς, λέγει δὲ οὕτως·
而且这一点也已变得显明,即:按照状态与缺乏相对立的事物,既不同于无中介的相反者,也不同于本性上确定地具有其一的事物。而在这些已预先明了之后,此后消解尼科斯特拉托斯的疑惑也是容易的,他说这种差异并未被准确给出;因为相反者并非完全可以相互转变,由于低劣者并不会由优秀者产生;而且并非所有缺乏都不可转变为状态:“因为从被照亮者、武装者和着衣者,可以产生变暗者、无武装者和赤身裸体者,并且从这些缺乏又能反过来产生状态;因此,把属于两者共有的东西区分开来,并将一部分分配给这一方,把另一部分分配给其余者,是荒谬的”。针对这些说法,很容易指出:将德性设定为不可丧失是草率的。因为泰奥弗拉斯托斯关于德性的转变作了充分的论证,且亚里士多德也认为不可丧失不是属于人类的;此外,斯多亚派在昏迷、忧郁症、嗜眠症以及服药的情形下,也承认德性本身会连同整个理性状态一同发生丧失,虽然并未相应地引入恶习,但其稳固性被削弱并跌入古人所说的中间状态。这一方面确实如此;然而他从依循习俗的缺乏出发进行反驳,并断言缺乏也能转变为状态,则是荒谬的。因为未进午餐者和无武装者是依惯例处于缺乏之中,他们很容易转变为状态,前者通过进餐,后者通过武装;但亚里士多德并不是就依循习俗的事物,而是就依循本性的事物来采纳状态与缺乏的,对于这些事物而言才是严格意义上所说的按照状态与缺乏的对立。因此,让我们用亚里士多德自己的话来针对尼科斯特拉托斯。因为在他自己的《论对立》中说,缺乏有些是就合乎本性者而言的,有些是就习俗中的事物而言的,有些是就财产而言的,有些是就其他某些事物而言的;盲目属于本性者,裸体属于习俗中的事物,缺乏金钱则属于使用中产生的事物;而且缺乏还有更多的其他方式,有些缺乏是无法摆脱的,而有些缺乏则是可以摆脱的。在缺乏的方式有许多种,而合乎本性者只是其中之一的情况下,既然与相反者的区别是在合乎本性者的情形下作出的,他就不应当从其他方式中引申例证,而显得反驳了该论述。不过,关于缺乏的完备论述既可以从亚里士多德的书中也可以从克律西波斯的书中获得,而扬布里柯也附记了某些要点,内容如下:“正如我们已经指出的,既然‘拥有’有多种说法,缺乏便扩展到‘拥有’的所有含义,但不再扩展到所有的相反者。因为缺乏等同于丧失,以至于不能说是对恶的缺乏,因为绝不会有对恶或有害之物的丧失,而只有对善或有用之物的丧失;因为免于疾病或贫困的人不会被称为被剥夺了疾病或贫困,而是健康或财富被夺去的人才会如此被称呼。盲目是对善的缺乏,因为视力是善;而裸体则是对无记之物的缺乏,因为外套是无记之物,既非善亦非恶。因此,没有哪种缺乏是善,而要么是恶要么是无记之物。而且对于善,要么是全部要么是绝大多数,都可能产生缺乏。然而亚里士多德说,灵魂中的善以及依凭抉择的善最不可能产生缺乏;因为没有人会说自己被剥夺了正义,而说出‘没有人能夺走知识’的人也是出于同样的观念。因此,缺乏毋宁是关于财富、名望、荣誉、此类事物,尤其是关于被称为关乎所有物的善。因此,同情与怜悯也伴随着绝大多数的缺乏。然而亚里士多德现在是将本性缺乏的对立与相反者的对立作了比较”。不过,这些论述已经足够了。接下来,他转向肯定的对立,传授它与其他对立的差异,并这样说道:
- 11.6οὔτε τοῖς ἀφωρισμένον τὸ ἓν ἔχουσιν κατὰ φύσιν
与格短语 τοῖς ... ἔχουσιν 与前文的 οὔτε τοῖς ἀμέσοις ἐναντίοις 形成并列,同为谓语 τὰ αὐτά 的支配对象。在分词短语内部,τὸ ἓν 为分词 ἔχουσιν 的直接宾语,ἀφωρισμένον 则作谓语性补足语(表“确定地”或“作为被确定者”)。
- 11.6ὁ γὰρ ἀνάριστος καὶ ἄοπλος κατὰ συνήθειαν ὄντες ἐν στερήσει ῥᾳδίως μεταβάλλουσιν εἰς τὰς ἕξεις
主语由单数冠词连接两个形容词(ὁ ... ἀνάριστος καὶ ἄοπλος)构成,但由于涵盖两类不同的人,分词 ὄντες 和主动态动词 μεταβάλλουσιν 依语义一致(constructio ad sensum)采用了复数形式。随后的 ὁ μὲν ἀριστήσας, ὁ δὲ ὁπλισάμενος 则对二者进行了分别照应。
- 11.6ἥκιστα δέ φησιν Ἀριστοτέλης τῶν ἐν ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων γενέσθαι στέρησιν
在由 φησιν 支配的“带对格的不定式”结构中,στέρησιν 是不定式 γενέσθαι 的逻辑主语。前置的属格短语 τῶν ἐν ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων 作修饰 στέρησιν 的对象属格,最高级副词 ἥκιστα 前置以强调发生程度极低。
