- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:400.26-402.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了依本性产生的状态与缺乏同相反者之间的区别,引入了相互转变之可能与否(相反者能够相互转变,而缺乏不能回归状态)这一根本差异,并探讨了克律西波斯提出的疑难以及关于德性不可丧失性的斯多亚派观点。
ἀλλὰ κἀκείνων οἷς φύσει τὸ ἓν ὑπάρχει διοίσει τῷ ποτὲ καὶ τῷ ἀφωρισμένως·1 ἐκείνων μὲν γὰρ πάντως ἀεὶ τὸ ἕτερον, τούτων δὲ τινῶν ποτέ, κἀκείνων μὲν ἀφωρισμένως θάτερον, ἐπὶ δὲ τούτων οὐκ ἀφωρισμένως ἀλλ’ ὁπότερα ἔτυχεν. εἰπόντος δὲ Ἀριστοτέλους, ὡς ἀναγκαῖον ἦν παντὶ θάτερον ὑπάρχειν, δοκεῖ τισιν ἀσάφειαν ἐμποιεῖν τὸ παντὶ προσκείμενον. οὐ μὴν ἔχει γε οὕτως, ἀλλ’ ἀντιδιαστολὴν διασαφεῖ πρὸς τὸ τισὶν ἀναγκαῖον, ὡς τοῖς σύμφυτον ἔχουσιν ἓν τῶν ἐναντίων, οὐ πᾶσιν δέ. Τί οὖν, εἰ ἀπὸ γεννήσεως ἐγγίνοιτο ἡ ὅρασις ὡς ἐπ’ ἀνθρώπων ἀεί; οὐχὶ καὶ ἐπὶ τούτων ἔσται ἢ ἕξις ἢ στέρησις, καὶ οὐδὲν διοίσει τῶν ἀμέσων ἐναντίων; τί δέ, εἴ τις λέγοι ὡς ἐπὶ μὲν τῶν μὴ πεφυκότων τὰ κατὰ ἕξιν καὶ στέρησιν οὕτως ἀντίκειται ὡς τὰ ἔμμεσα ἐναντία (οὐδέτερον γὰρ ἐξ ἀνάγκης), ἐπὶ δὲ τῶν ἤδη πεφυκότων ὡς τὰ ἄμεσα (θάτερον γὰρ ἐξ ἀνάγκης); λύει τοίνυν καὶ τὰς τοιαύτας πάσας ἀμφισβητήσεις ἑτέραν διαφορὰν αὐτῶν προστιθείς, ὅτι τὰ μὲν ἐναντία ἐπαμείβεται ἐν τοῖς δεκτικοῖς, ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι· τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ’ ὧν τὰ βλέφαρα κέκλεισται· τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα,2 οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν· διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν ἡ τοιαύτη γίνεται μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν· ἐκ γὰρ τῆς τοιαύτης οὐκ ἔστιν ἐπάνοδος ἐπὶ τὴν ἕξιν. ἄλλη γὰρ στέρησις ἦν, ἧς ἐν Φυσικοῖς μνημονεύει, ἣν κατὰ συμβεβηκὸς αἴτιον τῶν γινομένων φησίν, τὴν ἐν τῇ πρώτῃ ὕλῃ ἀπουσίαν τῶν ἐν αὐτῇ πεφυκότων γίνεσθαι εἰδῶν θεωρῶν οὐδὲν ἔλαττον τῆς τοῦ εἴδους παρουσίας κατὰ φύσιν οὖσαν τῇ τῶν γενητῶν ὕλῃ· ἡ δὲ ἐνταῦθα στέρησις ἐν τοῖς συνθέτοις κατὰ τὴν παρὰ φύσιν αὐτῶν διάθεσιν εἴληπται. ἔτι δὲ στέρησιν ληπτέον τὴν κατὰ φύσιν· οὐ γὰρ δὴ τὴν κατὰ ἔθος· ἀπὸ γὰρ τῆς κατὰ ἔθος στερήσεως, οἷον τῆς γυμνότητος, ἐπάνοδος γίνεται ἐπὶ τὴν ἕξιν, οἷον τὴν ἀμφίεσιν. ἀλλ’ οὐ τούτων μνημονεύει νῦν Ἀριστοτέλης, ὅσαι ἔθους ἔχονται, ἀλλ’ ὅσαι φυσικαί τέ εἰσιν καὶ ἐν ταῖς πηρώσεσιν θεωροῦνται. φησὶν δὲ εἰς ἄλληλα μεταβολὴν γίνεσθαι τῶν ἐναντίων, ὅταν ὑπάρχῃ τὸ δεκτικόν, ἐὰν μὴ τὸ ἓν φύσει τινὶ ὑπάρχῃ, οἷον τῷ πυρὶ τὸ θερμόν. παραδείγματα δὲ τῶν τοιούτων λαμβάνει τὰ μὲν ὁμολογούμενα, ὡς ὑγίειαν καὶ νόσον, τὰ δὲ ἀμφισβητούμενα, ὡς σπουδαῖον καὶ φαῦλον. ἀπὸ μὲν γὰρ φαύλου [φησίν] τινὲς οἴονται σπουδαῖον γενέσθαι, ἀπὸ δὲ σπουδαίου φαῦλον ἀδύνατον.3 καὶ αὐτὸς μὲν τὸ ἕτερον τούτων διὰ πλειόνων κατεσκεύασεν λέγων ὅτι ἐὰν ὁ φαῦλος εἰς βελτίους ἄγηται διατριβάς, ἀεί τι σμικρὸν ἐπιδώσει, ἀεὶ δὲ σμικρὰν ἐπίδοσιν λαμβάνων καὶ ἐπιτηδειότερος γινόμενος ἐπὶ τῷ τέλει τελέως ἂν μεταβάλοι καὶ εἰς τὴν ἐναντίαν ἕξιν ἀποκατασταίη, ἐάνπερ μὴ χρόνῳ ἐξείργηται, ἢ πληρῶν τὸν χρόνον καὶ ἀποθνῄσκων ἢ πάνυ γεγηρακώς· ὁ γὰρ τοιοῦτος οὐκ ἔχει ἐπίδοσιν τελέαν. τοῦτο μὲν γὰρ οὕτως αὐτὸς κατεσκεύασεν. τὸ δὲ ἀνάπαλιν οἱ Στωικοὶ οὐ διδόασιν· οὐκ εἶναι γὰρ ἀποβλητήν φασι τὴν ἀρετήν. ἤτοι οὖν κοινότερον τὸν σπουδαῖον εἴληφεν, οὐ τὸν τὰς τελείας ἀρετὰς ἔχοντα, ἀλλὰ τὸν κατὰ εὐφυΐαν ἢ μελέτην καὶ προκοπὴν ἢ λόγον μόνον σπουδαῖον, ἢ ἴσως οὕτως κινεῖσθαι λέγει τὴν ἀρετήν, ὥσπερ εἶπεν ἐν τοῖς ἔμπροσθεν, ὑπὸ μεγάλου πάθους ἢ νόσου σωματικῆς λήθης ἐγγινομένης, χαλεπῶς δὲ καὶ οὐ ῥᾳδίως ταῦτα συμπίπτειν· καὶ γὰρ καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς μονιμωτάτην τὴν ἀρετὴν εἶναι μαρτυρεῖ. τὸ μέντοι ἐκ πάντων συμβαῖνον ἐκεῖνό ἐστιν· εἰ γὰρ ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δεκτικοῦ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει, ἐπὶ δέ γε τῆς ἕξεως καὶ τῆς στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, φανερὸν ὅτι ἄλλη μέν ἐστι τῶν ἐναντίων ἀντίθεσις, ἄλλη δὲ ἡ κατὰ ἕξιν καὶ στέρησιν.
然而,它与那些本性上具有其一的事物也将根据“在某个时候”和“确定地”而有所区别;因为在那些事物的情形下必然始终具有其中之一,而在这些事物的情形下则是对于某些事物“在某个时候”具有,且在那些事物的情形下是确定地具有其中之一,但在这些事物的情形下并非确定地,而是碰巧是哪一者就具有哪一者。而当亚里士多德说〔受体〕全都必然具有其中之一时,“全都”这一附加在某些人看来似乎引入了含混。然而事实绝非如此,而是明确了与对于某些事物是必然的情形之间的对比,就如同对于那些天生具有相反者之一的事物,但并非对所有事物而言。那么,如果视力像在人身上那样始终从出生起就产生,情况又会如何呢?在这些事物上岂不是也将要么是状态要么是缺乏,从而与无中介的相反者毫无差异吗?或者,如果有人说,在尚未具备本性的事物上,按照状态与缺乏而言者的对立如同有中介的相反者(因为两者皆非出于必然),而在已经具备本性的事物上,其对立如同无中介的相反者(因为其中之一出于必然),情况又会如何呢?因此,他又补充了它们之间的另一个差异,从而也解决了所有此类争议,即:相反者在受体之中是相互交替的,而状态与缺乏则不可能发生彼此之间的转变;因为盲目是由视力产生的,然而反过来则不再如此。由此克律西波斯也曾探究:患有白内障但能够通过穿刺术恢复视力的人,以及眼睑闭合的人,是否应当被称为盲人;因为既然能力依然存在,他们便类似于紧闭双眼的人,或者类似于由于某种遮挡物而被阻碍看见的人,一旦移除了遮挡物,便毫无阻碍其看见;因此这种转变也不是由缺乏向状态的转变。而他现在是将缺乏理解为由损残所致的缺乏;因为由这种缺乏并不存在向状态的回归。因为他在《物理学》中所提及的缺乏是另一种缺乏,他说那是生成之物的附带原因,他认为第一质料之中缺乏本性上应当产生于其中的形式,对于生成之物的质料而言,其合乎本性的程度绝不亚于形式的临在;而这里的缺乏,则是在复合事物之中按照其违反本性的状况而被理解的。此外,应当将缺乏理解为合乎本性的缺乏;因为这绝不是依循习俗的缺乏;因为从依循习俗的缺乏(如裸体)是可以向状态(如着衣)回归的。但亚里士多德现在提及的并不是那些依循习俗的缺乏,而是那些既属本性又在损残中显现的缺乏。他说,只要受体存在,相反者之间就会发生彼此的转变,除非其中之一本性上属于某物,如热属于火。作为此类事物的例子,他既列举了公认的事物(如健康与疾病),也列举了存在争议的事物(如优秀与低劣)。因为有些人认为,可以由低劣变为优秀,但不可能由优秀变为低劣。而他自己则通过较多的论述确立了其中的前者,他说如果低劣者被引导至更好的生活实践中,他将始终取得微小的进步,并且通过始终获得微小的进步并变得更加适宜,他最终将完全转变并恢复到相反的状态,只要他不被时间所阻碍,即要么到了寿限而死去,要么完全衰老(因为这样的人无法获得完全的进步)。这一方面是他自己如此确立的。但反过来的情形斯多亚派则不承认;因为他们说德性是不可丧失的。因此,要么他是以更宽泛的意义理解优秀者,指的不是具有完全德性的人,而是仅依资质、练习、进步或理性而言优秀的人;要么他或许是在说德性是以这种方式被动摇的,正如他在前文中说过的,是在巨大的痛苦或身体疾病导致遗忘产生时,而这些情况是艰难且不易发生的;因为他自己在《伦理学》中也证明德性是最为持久的。然而,从这一切中得出的结论是:如果在相反者的情形下,只要受体存在且并非其中之一本性上属于某物,彼此之间的转变是可能的,而在状态与缺乏的情形下彼此之间的转变是不可能的,那么显然,相反者的对立是一回事,而按照状态与缺乏的对立是另一回事。
- 11.6ἀλλὰ κἀκείνων οἷς φύσει τὸ ἓν ὑπάρχει διοίσει τῷ ποτὲ καὶ τῷ ἀφωρισμένως
κἀκείνων 是 καὶ ἐκείνων 的合音,作动词 διοίσει 所支配的比较属格,关系从句 οἷς φύσει τὸ ἓν ὑπάρχει 修饰先行词 ἐκείνων。τῷ ποτὲ 和 τῷ ἀφωρισμένως 是表方面的与格,表明造成区别的标准(“在某个时候”与“确定地”)。
- 11.6τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα,
τῆς γὰρ δυνάμεως οὔσης 是属格独立结构(“由于能力依然存在”)。不定式 ἐοικέναι 用于间接引语中表达克律西波斯的推论结果,其隐含主语为白内障患者或闭眼者。随后的 οὗ ἀφαιρεθέντος 亦为属格独立结构,意为“一旦该[遮挡物]被移除”。
- 11.6ἀπὸ μὲν γὰρ φαύλου [φησίν] τινὲς οἴονται σπουδαῖον γενέσθαι, ἀπὸ δὲ σπουδαίου φαῦλον ἀδύνατον.
在后半句 ἀπὸ δὲ σπουδαίου φαῦλον ἀδύνατον 中,承接前半句省略了不定式 γενέσθαι 以及支配动词 οἴονται(或宾格不定式结构中的 εἶναι),即“[他们认为]由优秀变为低劣[是]不可能的”。
