← 辛普里丘

亚里士多德《范畴篇》注释

§399.9-400.26

状态与缺乏同两种相反对立的区别

针对亚里士多德《范畴篇》第10章(12b26),辛普利丘将状态与缺乏的对立分别与无中介及有中介的相反者进行比较,指出其差异在于属性是“始终”具备还是仅在符合本性的适当时期“在某个时候”具备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.6#1

" Ὅτι δὲ οὐδ’ ὡς τἀναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἕως τοῦ οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν." Δείκνυσιν ἐν τούτοις, ὅτι τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἀντικεῖσθαι διαφέρει τῶν ὡς ἐναντίων ἀντικειμένων τῶν τε ἀμέσων καὶ τῶν ἐμμέσων, ὧν τὴν διαφορὰν ἀναγκαίως προέλαβεν,1 ἵνα κατ’ ἄμφω τὴν τῶν ἐναντίων πρὸς τὰς ἄλλας ἀντιθέσεις διαφορὰν ἐπιδείξῃ· καὶ πρῶτον μὲν τῶν ἀμέσων ἐναντίων χωρίζων τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀμφοτέρων τῶν τοῦ ἀμέσου τρόπων ἐμνημόνευσεν, τῶν τε ἐν ὑποκειμένῳ ὄντων καὶ τῶν καθ’ ὑποκειμένου λεγομένων, εἰπὼν ἐν οἷς πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖται. παραδείγματα δὲ τῶν μὲν ἐν ὑποκειμένῳ ὑγίειαν καὶ νόσον παρέθετο ἐν σώματι γινόμενα, τῶν δὲ καθ’ ὑποκειμένου περιττὸν καὶ ἄρτιον κατὰ τοῦ ἀριθμοῦ λεγόμενα, ἢ ὡς εἶπον πρότερον, τὸ δίχα διαιρεῖσθαι κατὰ τοῦ ἀρτίου ἀριθμοῦ·2 τὰ γὰρ εἴδη οὐ λέγεται καθ’ ὑποκειμένων τῶν γενῶν, ἀλλ’ αἱ διαφοραὶ καθ’ ὑποκειμένων τῶν εἰδῶν. ἀμφοῖν δὲ τούτοιν τῶν ἐναντίων χωρίζει τὰ κατὰ στέρησιν καὶ ἕξιν, ὅτι τούτων μὲν ἀνάγκη ἀεὶ θάτερον τῷ δεκτικῷ ὑπάρχειν· τὸ γὰρ σῶμα ἢ ὑγιαίνει ἢ νοσεῖ, καὶ ὁ ἀριθμὸς ὁ ἐν τοῖς εἴδεσιν ἢ δίχα διαιρεῖται ἢ οὔ· τῆς δὲ στερήσεως καὶ ἕξεως οὐκ ἀνάγκη ἀεὶ θάτερον τῷ δεκτικῷ ὑπάρχειν· οὐ γὰρ ἁπλῶς ἀντέκειτο, ἀλλ’ ὅτε ἐπεφύκει· τὰ γοῦν κυνίδια, ὅταν μήπω πεφυκότα ᾖ ἔχειν ὄψιν, οὐδέτερον λέγεται, οὔτε ὄψιν ἔχειν οὔτε τυφλὰ εἶναι, καὶ τὰ παιδία τὰ μήπω πεφυκότα ὀδόντας ἔχειν οὔτε ὀδόντας ἔχειν ῥηθείη οὔτε νωδὰ εἶναι· ἀφ’ οὗ δ’ ἂν ἔχειν πεφυκότα ᾖ, ἀπ’ ἐκείνου τὰ μὲν ὁρᾶν λέγεται ἢ τυφλὰ εἶναι, τὰ δὲ ὀδόντας ἔχειν ἢ νωδὰ εἶναι. γέγονεν οὖν ἡ διαφορὰ παρὰ τὸ ἀεὶ ἢ ποτέ· τὰ μὲν γὰρ ἄμεσα ἐναντία εὐθὺς ἀπὸ πρώτης γε ἔχει τὴν διάστασιν, ἡ δὲ στέρησις καὶ ἡ ἕξις οὐκ εὐθὺς ἀπ’ ἀρχῆς ἀλλ’ ἀφ’ οὗ χρόνου ἔχειν πέφυκεν. εἰ δέ τινα εὐθὺς ἀπ’ ἀρχῆς τὴν ἕξιν ἔχει3 ὥσπερ τὰ ζῷα πάντα τὴν ἁφὴν καὶ εἰ τύχοι ἀπ’ ἀρχῆς στερούμενα αὐτῆς, καὶ τὴν στέρησιν ἀπ’ ἀρχῆς ἔχει· ἀλλ’ οὐκ ἐπὶ πάντων ἀληθὲς τοῦτο, ἀλλ’ εἴπερ ἄρα, ἐπὶ τῶν ἐξ ἀρχῆς πεφυκότων. τὰ δὲ ἄμεσα ἐναντία πάντα οὕτως ἐξ ἀρχῆς πέφυκεν, ὥστε αὕτη ἂν εἴη ἡ διαφορά, ὅτι τὰ μὲν ἄμεσα ἐναντία πάντα οὕτως, τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν τὰ μὲν οὕτως, τὰ δὲ οὐχ οὕτως. ἐπὶ δὲ τῶν ἐμμέσων ἐναντίων οὐχ ὁ αὐτὸς τρόπος γίνεται τῆς ἀντιθέσεως τούτων τε καὶ τῶν κατὰ ἕξιν καὶ στέρησιν, διότι τῶν μὲν ἐμμέσων ἐναντίων οὐδέποτε ἀναγκαῖον θάτερον παντὶ ὑπάρχειν τῷ δεκτικῷ· οὔτε γὰρ λευκὸν ἢ μέλαν πᾶν ἀναγκαῖον εἶναι τὸ δεκτικόν (ἐγχωρεῖ γὰρ καὶ ξανθὸν εἶναι), οὔτε θερμὸν καὶ ψυχρόν (ἐγχωρεῖ γὰρ καὶ χλιαρὸν εἶναι), ἐπὶ δὲ τῆς ἕξεως καὶ στερήσεώς ποτε ἀνάγκη θάτερον· ἀφ’ οὗ γὰρ ἦν πεφυκὸς ἔχειν, ἀπὸ τοῦδε ἐξ ἀνάγκης ἢ ἐστέρηται ἢ ἔχει τὴν ἕξιν. ἐπεὶ δέ τινα καὶ τῶν ἐμμέσων ἐναντίων ἔστιν ὧν φύσει τὸ ἕτερον ὑπάρχει, ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ τούτων διοίσει τὰ κατὰ ἕξιν καὶ στέρησιν. ἐπὶ μὲν γὰρ τούτων ἀφωρισμένως τὸ ἕτερον οἷον τῇ χιόνι ἡ λευκότης καὶ ἐξ ἀνάγκης ἀεὶ καὶ πρόδηλον πότερον, ἐπὶ δὲ τῶν κατὰ ἕξιν καὶ στέρησιν οὔτε ἀφωρισμένως οὔτε ἀεὶ θάτερον ὑπάρχει καὶ ἄδηλον πότερον· οὔτε γὰρ ἡ ὄψις οὔτε ἡ τυφλότης ὡρισμένως ἀεὶ παραγίνονται. ἡ διαφορὰ οὖν τῶν κατὰ ἕξιν καὶ στέρησιν πρὸς τὰ ἐναντία κατὰ τὸ ἀεὶ καὶ κατὰ τὸ ποτὲ γίνεται· καὶ γὰρ τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει τῷ ἐκείνων μὲν ἐξ ἀνάγκης ἀεὶ πάντως θάτερον ὑπάρχειν τῷ δεκτικῷ, οἷον ἢ ὑγιαίνει ἢ νοσεῖ, τούτων δὲ οὐκ ἐξ ἀνάγκης ἀεὶ πάντων, ἀλλὰ τινῶν ποτέ· τὸ γὰρ σκυλάκιον οὐδέτερον ἔχει· τῶν δὲ ἐμμέσων, ὅτι ἐκείνων μὲν οὐδέποτε ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῷ δεκτικῷ, τούτων δὲ ποτὲ ἐξ ἀνάγκης θάτερον ὑπάρχει ἀφ’ οὗ πέφυκεν, τινῶν δὲ καὶ ἀπ’ ἀρχῆς.

“而按照缺乏与状态而言者并不作为相反者而对立……直至:亦未曾在无齿之时生出牙齿。” 在这些话中他表明,被称为按照缺乏与状态而对立者,不同于作为相反者而对立者,无论是无中介的还是有中介的,他必然预先把握了后者的差异,以便根据这两种情况指明相反者相对于其他对立的差异。首先,在将按照状态与缺乏而言者与无中介的相反者分开时,他提到了无中介的两种方式,即在主体之中的和依主体而言的,他说“在它们本性上生于其中的事物之中,或者被它们述说的事物”。作为在主体之中的例子,他列举了产生于身体之中的健康与疾病;作为依主体而言的例子,他列举了就数而言的奇与偶,或者正如我之前所说,就偶数而言的“被二等分”;因为种并非依作为主体的属而言,而是种差依作为主体的种而言。他将按照缺乏与状态而言者与这两种相反者分离开来,是因为在后者的情形下,受体必然始终具有其中之一——因为身体要么健康要么患病,而处于种之中的数要么被二等分要么不被二等分——但在缺乏与状态的情形下,受体并不必然始终具有其中之一;因为它们并不是无条件地对立,而是在本性上应当具有之时[对立]。至少幼犬在尚未到本性上应当具有视力的时期时,两者都不被言及,既不被说具有视力,也不被说是盲的;而尚未到本性上应当长出牙齿的幼儿,既不会被说具有牙齿,也不会被说无齿;但从它们本性上应当具有之时起,从那时起前者被说看得见或是盲的,后者被说有牙齿或是无齿。因此,差异乃是基于“始终”或“在某个时候”而产生的;因为无中介的相反者确实从一开始就具有这种分离,而缺乏与状态并非从一开始,而是从其本性上应当具有的时间起才具有。即便某些事物从一开始就具有状态,就像所有动物具有触觉那样,而若碰巧从一开始就缺乏它,它也从一开始就具有缺乏;但这并非在一切情形下都属实,而至多是在那些从一开始就具有这种本性的事物上属实。然而无中介的相反者全都是从一开始就具有这种本性,因此相异之处就在于:无中介的相反者全都是如此,而按照缺乏与状态而言者则是有些如此,有些不如此。另一方面,在有中介的相反者情形下,它们与按照状态与缺乏而言者的对立方式并不相同,因为在有中介的相反者情形下,决非必然每一个受体都具有其中之一;因为并不必然每一个受体都是白或黑(因为也可以是黄的),也不必然是热或冷(因为也可以是温的);但在状态与缺乏的情形下,在某个时候必然具有其中之一;因为从它本性上应当具有之时起,从那时起它必然要么处于缺乏要么具有状态。而且,既然在有中介的相反者中,也有些事物本性上具有其中之一,如热属于火,那么按照状态与缺乏而言者与这些事物也将有所不同。因为在这些事物的情形下,确定地具有其中之一,如白属于雪,并且出于必然始终具有,且哪一者是显而易见的;而在按照状态与缺乏而言者的情形下,既非确定地亦非始终具有其中之一,且哪一者并不显见;因为视力与盲目都并非确定地始终出现。因此,按照状态与缺乏而言者相对于相反者的差异,是根据“始终”和“在某个时候”而产生的;因为一方面它不同于无中介的相反者,在于在那些事物的情形下必然始终全然具有其中之一于受体之中,例如要么健康要么患病,而在这些事物的情形下并非其中全部都必然始终有一者属于〔受体〕,而是其中某些在某个时候如此(因为幼犬两者皆不具有);另一方面它不同于有中介的相反者,在于在那些事物的情形下决非必然有一者属于受体,而在这些事物的情形下,从本性所及之时起在某个时候必然具有其中之一,而在某些事物中甚至从一开始就是如此。

语法注3 条
  1. 11.6ὧν τὴν διαφορὰν ἀναγκαίως προέλαβεν

    关系代词 ὧν 的先行词是紧接在前的“无中介的与有中介的[相反者]”。它指亚里士多德在先前章节(11b38起)建立的相反者的两类区分,动词 προέλαβεν 的主语为亚里士多德。

  2. 11.6τὸ δίχα διαιρεῖσθαι κατὰ τοῦ ἀρτίου ἀριθμοῦ

    此宾格短语与前文 παρέθετο(列举)的宾语相并列。辛普利丘在此补充了他早先的解释:由于“偶”自身是种,不能作为依作为主体的属而言的述语,因此作为依主体而言者(καθ’ ὑποκειμένου)的严格例证,应当是偶数的种差即“被二等分”。

  3. 11.6εἰ δέ τινα εὐθὺς ἀπ’ ἀρχῆς τὴν ἕξιν ἔχει ... καὶ τὴν στέρησιν ἀπ’ ἀρχῆς ἔχει

    该条件句(εἰ...)结构略带破格:在提出触觉这种从一开始就具有状态的情况后,补充说明若碰巧从一开始就发生缺乏,则缺乏也是从一开始就具备的,但紧接着用 ἀλλ’ οὐκ ἐπὶ πάντων ἀληθὲς τοῦτο(但这并非对所有事物都成立)对此让步做出了限制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:399.9-400.26