← 辛普里丘

亚里士多德《范畴篇》注释

§38.19-40.13

斯珀西波斯对名称的五分法探讨

辛普利丘依据波埃托斯介绍了斯珀西波斯对名称的五种划分(同名异义、同名同义、异名、多名同义、派生词),讨论了多名同义与异名的定义与成立条件,并解释了毕达哥拉斯学派略去该分类的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

Σπεύσιππον τοίνυν ἱστορεῖ Βόηθος τοιαύτην διαίρεσιν παραλαμβάνειν τὰ ὀνόματα πάντα περιλαμβάνουσαν. τῶν γὰρ ὀνομάτων, φησί, τὰ μὲν ταὐτώνυμά ἐστιν, τὰ δὲ ἑτερώνυμα· καὶ τῶν ταὐτωνύμων τὰ μὲν ὁμώνυμά ἐστιν, τὰ δὲ συνώνυμα, κατὰ τὴν τῶν παλαιῶν συνήθειαν ἀκουόντων ἡμῶν τὰ συνώνυμα·1 τῶν δὲ ἑτερωνύμων τὰ μὲν εἶναι ἰδίως ἑτερώνυμα, τὰ δὲ πολυώνυμα, τὰ δὲ παρώνυμα. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἀποδέδοται, πολυώνυμα δέ ἐστιν τὰ διάφορα καὶ πολλὰ ὀνόματα καθ’ ἑνὸς πράγματος, ὅταν εἷς καὶ ὁ αὐτὸς αὐτῶν ᾖ λόγος, ὥσπερ ἄορ ξίφος μάχαιρα φάσγανον· ἑτερώνυμα δέ ἐστιν τὰ καὶ τοῖς ὀνόμασιν καὶ τοῖς πράγμασιν καὶ τοῖς λόγοις ἕτερα, οἷον γραμματικὴ ἄνθρωπος ξύλον. διαφέρει οὖν ἀλλήλων ταῦτα, ᾗ τὰ μὲν πολυώνυμα κοινωνεῖ τοῦ αὐτοῦ λόγου καὶ πράγματος, τὰ δὲ ἑτερώνυμα κατ’ ἄμφω διέστηκεν. πρὸς δὲ τὰ πρότερα τὰ μὲν πολυώνυμα τοῖς ὁμωνύμοις ἀντιστρέφει, καθόσον ἐπὶ μὲν τῶν ὁμωνύμων τὸ μὲν ὄνομα κοινὸν ἦν, ὁ δὲ ὅρος ἴδιος ἑκάστου, ἐπὶ δὲ τῶν πολυωνύμων τὸ ἀνάπαλιν τὸ μὲν πρᾶγμα καὶ ὁ ὅρος κοινός, τὰ δὲ ὀνόματα διάφορα· τὰ δέ γε ἑτερώνυμα τοῖς συνωνύμοις ἀντίκειται· ἐκείνων γὰρ κατ’ ἄμφω κοινωνούντων ταῦτα κατ’ οὐδέτερον κοινωνεῖ. δεῖ δὲ ἐπὶ τῶν πολυωνύμων παρατηρεῖν, μήποτε σφαλῶμεν τὰ μὴ πολυώνυμα νομίζοντες εἶναι πολυώνυμα. οὐ γὰρ εἰ ἑνὸς πλείονα ὀνόματα κατηγορεῖται, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ’ εἰ καὶ καθ’ ἓν τὸ αὐτὸ λέγεται·2 ὡς ἀμερὲς καὶ ἐλάχιστον δύο μέν ἐστιν ὀνόματα καὶ καθ’ ἑνὸς λέγεται πράγματος, οἷον τὸ στοιχεῖον τὸ ἄλφα ἢ τὸ βῆτα, καὶ τὸ κοῖλον καὶ τὸ κυρτὸν κατὰ τοῦ κύκλου, οὐ μὴν ἐστιν πολυώνυμον τὸ καθ’ οὗ λέγεται· οὐ γὰρ κατὰ τὸ αὐτὸ ὑπάρχει αὐτῷ ἑκάτερον, ἄλλος γὰρ ἑκατέρου λόγος. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ἐν τοῖς κυρίως πολυωνύμοις, ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅταν ὁ αὐτὸς μέροψ καὶ βροτὸς λέγηται, ἕκαστον τῶν ὀνομάτων κατ’ ἄλλην καὶ ἄλλην τοῦ ἀνθρώπου φύσιν ἀποδίδοται, τὸ μὲν κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου κατὰ τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως, καὶ ἄλλος τούτων ἑκάστου λόγος. τί οὖν; οὐκ ἔστιν ὅλως τὰ πολυώνυμα; ἢ ἐκεῖνα μόνα πολυώνυμά ἐστιν, ἐφ’ ὧν οὐ κατὰ τὰς διαφόρους φύσεις διάφορα κεῖται ὀνόματα, ἀλλ’ ὡς κατὰ τὴν αὐτήν, ἄλλου ἄλλως κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος ἢ κατὰ τὸ αὐτὸ διαφόρων ὀνομάτων ἀποδοθέντων, οὐκ ἐτυμολογικῶς, ἀλλὰ κατὰ τὴν ἐπιτυχοῦσαν τοῦ τιθέντος ἄδειαν· δηλοῖ δὲ τὸ τὰ ἐπ’ ἄλλων κείμενα πολλάκις εἰς ἄλλων ὀνόματα μετατιθέναι,3 ὡς τὸ ἀλλὰ μὴν ἐπὶ τοῦ οἰκέτου· ἔξεστι γὰρ ἡμῖν ὅσα ἂν βουλώμεθα καὶ οἷα τίθεσθαι οὐκ ἐτυμολογίᾳ ἀκολουθοῦντας. δεῖ δὲ καὶ τοῦτο τοῖς πολυωνύμοις προσεῖναι, τὸ κατὰ τὸ αὐτὸ ἔθνος πλεοναχῶς ἐπονομάζεσθαι· εἰ γὰρ μὴ τοῦτο, τὸ ἡμέρα καὶ ἁμέρα πολυώνυμον νομισθήσεται. καὶ τοῦτο δὲ ἐφιστάνουσιν καλῶς, ὅτι ἐπὶ μὲν τῶν ὁμωνύμων ἡ ὁμωνυμία καὶ τὸ ὄνομα τὸ ὁμώνυμον δηλοῖ καὶ τὴν σχέσιν αὐτήν, ἐπὶ δὲ τῶν πολυωνύμων ἡ πολυωνυμία τὸ πρᾶγμα δηλοῖ μόνον, ἀλλ’ οὐχὶ τὸ ὄνομα. καὶ ἔτι μέντοι τὸ μὲν ὁμώνυμον πρὸς ἄλλο λέγεται πάντως· “ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν”, τὸ δὲ πολυώνυμον οὐκ ἐν σχέσει τινὶ τὸ εἶναι ἔχει. Διὰ τί δὲ Ἀρχύτας παραλέλοιπεν ταύτην τὴν περὶ τῶν ὀνομάτων διδασκαλίαν ἐν τῷ Περὶ τῶν καθόλου λόγων; ἢ ἐπειδὴ φύσει τὰ ὀνόματα καὶ οὐ θέσει λέγουσιν οἱ Πυθαγόρειοι, καὶ τὰ ὁμώνυμα καὶ τὰ πολυώνυμα παραιτοῦνται, ὡς ἑνὸς ὀνόματος πρὸς ἓν πρᾶγμα κατὰ φύσιν λεγομένου.4 διακρίνειν οὖν ἐκείνους εἰκὸς τὰ μὲν ὁμώνυμα τῇ προγονικῇ ἢ κατ’ ἐλπίδα ἀναφορᾷ, τὰ δὲ πολυώνυμα δείξουσιν οὐ καθ’ ἓν λεγόμενα, ἀλλὰ κατὰ διαφόρους ἐτυμολογίας ἀποδιδόμενα, ὅταν ὄντως ὀνόματα ᾖ· τῶν δὲ παρωνύμων τὸν παρασχηματισμὸν οἰκείως ἐκεῖνοι ταῖς κατὰ τὰ πράγματα συζυγίαις ἐξηγήσονται.

于是波埃托斯记载,斯珀西波斯采纳了这样一种包罗所有名称的划分。他说,在名称中,有些是‘同名类者’,有些是‘异名类者’;而在同名类者中,有些是同名异义者,有些是同名同义者——只要我们按照古人的惯例来理解‘同名同义者’——;而在异名类者中,有些是严格意义上的异名者,有些是多名同义者,有些是派生词。关于其他各项已作了说明,而多名同义者是指针对单一事物的多样且繁多的名称,只要它们的定义是同一且唯一的,例如‘剑’、‘利刃’、‘短剑’、‘佩剑’;而异名者则是在名称、事物以及定义上皆各异者,例如‘语法学’、‘人’、‘木头’。因此,这两者彼此不同,因为多名同义者共享相同的定义与事物,而异名者在两方面皆相分离。而相对于先前所说的各项,多名同义者与同名异义者恰好逆向对应,因为在同名异义者中,名称是共同的,但定义各自特定;而在多名同义者中则相反,事物与定义是共同的,而名称是多样的;至于异名者,则与同名同义者相对立,因为后者在两方面皆共享,而前者在任一方面皆不共享。但在多名同义者上必须仔细观察,免得我们误将非多名同义者当作多名同义者。因为并非只要对单一事物述谓较多的名称,就必定已经是多名同义者,而是唯有依据同一单一方面言说时才是如此。正如‘无部分的’与‘最小的’是两个名称,且针对单一事物言说,例如字母阿尔法或贝塔;而‘凹的’与‘凸的’针对圆言说,但它们所针对言说的事物绝非多名同义者;因为两者并非依据同一方面属于该事物,两者的定义是各异的。 然而值得注意的是,即便在真正的多名同义者中,例如在人的情形中,当同一个人被称为‘有声之人’与‘必死之人’时,各个名称乃是依据人的不同本性而被赋予的:其一依据推理能力,其一依据各民族方言的差异,其一依据构造的必死性,且这些名称中每一个的定义都是各异的。那么究竟如何?难道多名同义者根本不存在吗?抑或唯有在那些并非依据不同本性确立不同名称、而是仿佛依据同一本性确立名称的情形中,即不同的人因偶然以不同方式命名,或依据同一方面赋予不同名称,且非依据词源、而是依据命名者偶然的任意行事时,它们才是多名同义者吗?将原用于他物的词句频繁转用作他物的名称——例如把家仆命名为‘然而实在’——清楚表明了这一点;因为我们尽可不依从词源,随心所欲地确立任意数量与类型的名称。此外,多名同义者还必须具备这一条件:即在同一民族内以多种方式被命名;若非如此,‘赫梅拉’与‘哈梅拉’〔表示‘日子’的方言形式〕便会被认为是多名同义的。人们还正确地提醒了这一点:在同名异义者中,‘同名异义性’既表示同名异义的名称,亦表示这种关系本身;而在多名同义者中,‘多名同义性’仅表示事物,而不表示名称。再者,同名异义者无论如何都是相对于他者而言说的——正如‘福佑之达耳达诺斯子孙的同名者啊’——,而多名同义者的存在并不在于某种关系中。 那么,阿尔库塔斯为何在《论普遍言说》中略去了关于名称的这一教导?是因为毕达哥拉斯学派主张名称源于自然而非源于约定,并且他们排斥同名异义者与多名同义者,认为单一名称依据自然乃是相对于单一事物而言说的?因此,可以想见他们将同名异义者通过祖先的指称或出于希冀的指称加以区分;而多名同义者,只要它们真正是名称,他们将表明其并非依据单一方面言说,而是依据不同的词源被赋予的;至于派生词,他们将依据事物间的对应配对,恰当地解释其形态上的变构。

语法注4 条
  1. 1.4κατὰ τὴν τῶν παλαιῶν συνήθειαν ἀκουόντων ἡμῶν τὰ συνώνυμα

    属格绝对结构。ἀκουόντων ἡμῶν 起条件性作用(“只要我们理解……”),表明此处是在古人用法(名称与说明皆相同)的意义上接受‘同名同义者’这一概念的限定。

  2. 1.4οὐ γὰρ εἰ ἑνὸς πλείονα ὀνόματα κατηγορεῖται, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ’ εἰ καὶ καθ’ ἓν τὸ αὐτὸ λέγεται

    相关条件结构:οὐ γὰρ εἰ... ἤδη πάντως... ἀλλ’ εἰ...(“因为并非只要……就必定……,而是唯有当……时才如此”)。述词 πολυώνυμα 作中性复数表语。

  3. 1.4δηλοῖ δὲ τὸ τὰ ἐπ’ ἄλλων κείμενα πολλάκις εἰς ἄλλων ὀνόματα μετατιθέναι

    动词 δηλοῖ 的主语是带冠词的不定式短语 τὸ... μετατιθέναι(“……的转用”)。τὰ ἐπ’ ἄλλων κείμενα 是中性复数分词短语,意为“用于他物的事物/词句”。

  4. 1.4ὡς ἑνὸς ὀνόματος πρὸς ἓν πρᾶγμα κατὰ φύσιν λεγομένου

    由 ὡς 引导的属格绝对结构,表达毕达哥拉斯学派排斥这些名称的主观理由:“认为单一名称依据自然乃相对于单一事物而言说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:38.19-40.13