← 辛普里丘

亚里士多德《范畴篇》注释

§397.29-399.8

对立差异的数量与状态缺乏对相关项的区分

辛普利丘阐明了亚里士多德的四种对立之差异总数为何为六的组合算术原理,并依据相关项的定义与缺乏换位性注解了状态与缺乏的对立如何不同于相关项的对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.5

" Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν· ἕως τοῦ οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις." Τεσσάρων οὐσῶν τῶν ἀντιθέσεων καὶ διαφερουσῶν ἀλλήλων ἓξ αἱ πᾶσαι γίνονται διαφοραί. καθόλου γάρ, ὅσα ποτὲ ἂν ᾖ τὰ διαφέροντα, δεῖ τὸν ἀριθμὸν αὐτῶν ἐπὶ τὸν παρὰ μονάδα1 πολλαπλασιάζειν καὶ 〈τοῦ〉 γενομένου ἀριθμοῦ τὸ ἥμισυ λαβόντα τοσαύτας λέγειν εἶναι τὰς τῶν διαφερόντων διαφοράς. καὶ ἐνταῦθα οὖν ἡ τῶν πρός τι ἀντίθεσις διαφέρει τῆς τε τῶν ὡς ἐναντίων καὶ τῆς 〈τῶν〉 ὡς ἕξις καὶ στέρησις ἀντικειμένων καὶ τῆς ὡς κατάφασις καὶ ἀπόφασις· τρεῖς γὰρ ἀφ’ ἑκάστου γίνονται σχέσεις, τριῶν ὄντων πρὸς ἃ ἡ σχέσις, διὸ καὶ ἐπὶ τὸν παρὰ μονάδα ἐπολλαπλασιάσαμεν τὸν ἐξ ἀρχῆς ἀριθμόν. πάλιν δὲ ἡ τῶν ἐναντίων ἀντίθεσις διαφέρει τῶν λοιπῶν δύο· ἡ γὰρ πρὸς τὰ πρός τι διαφορὰ ἤδη εἴληπται· γίνονται οὖν πέντε αἱ διαφοραί. καὶ λοιπὸν ἡ ὡς ἕξις καὶ στέρησις διαφέρει τῆς κατὰ ἀπόφασιν καὶ κατάφασιν· αἱ γὰρ πρὸς τὰ ἄλλα δύο ἤδη ἐλήφθησαν. ἵνα μὴ δὶς αἱ αὐταὶ διαφοραὶ λαμβάνωνται, ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἀρχομένων ἡμῶν, ποτὲ δὲ ἀπὸ τῶν ὑστέρων, διὰ τοῦτο [τῶν] ἐν τῇ μεθόδῳ τὸ ἥμισυ τοῦ ἐκ τοῦ πολυπλασιασμοῦ γενομένου ἀριθμοῦ λαμβάνειν κελευόμεθα. οὕτως οὖν καὶ κατὰ τὴν τοιαύτην τάξιν ἓξ γινομένων τῶν διαφορῶν ὁ Ἀριστοτέλης οὐχ οὕτως ἐπ’ αὐτὰς ἐπῆλθεν, ἀλλὰ πρῶτον μὲν ἔδειξεν ὅτι τὰ πρός τι διενήνοχε τῶν ἐναντίων, ὡς εἴρηται, νῦν δὲ δείξει, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὡς τὰ πρός τι, καὶ ἐφεξῆς, πῶς τὰ ὡς ἕξις καὶ στέρησις τῶν ὡς τἀναντία ἀντικειμένων, εἶτα μετὰ ταῦτα, πῶς τὰ ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα διαφέρει τῶν ὡς τἀναντία ἀντικειμένων καὶ τῶν ὡς τὰ πρός τι καὶ ἔτι τῶν ὡς στέρησις καὶ ἕξις. καὶ οὕτως τὰς ἓξ παραδέδωκεν διαφορὰς ἀπὸ τῶν δευτέρων ἀρξάμενος τρόπων ἐν ταῖς πέντε διαφοραῖς καὶ οὐκ ἀπὸ τῶν πρώτων, ὡς ἡμεῖς ἐποιήσαμεν. δείκνυσιν οὖν νῦν, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὡς τὰ πρός τι ἀντικειμένων, ἀπὸ τοῦ ὁρισμοῦ τῶν πρός τι τὴν ἀπόδειξιν ποιούμενος, ὥσπερ καὶ πρότερον, ὅτε τῶν ἐναντίων ἐχώριζεν τὰ πρός τι. λέγει οὖν ὅτι τὰ μὲν πρός τι αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων λέγεται, οὔτε δὲ ἡ ὄψις τυφλότητός ἐστιν ὄψις (καὶ τοῦτο πρόδηλον), ἀλλ’ οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης· ὀφθαλμοῦ γὰρ ἑκάτερον, καὶ ἡ ἕξις καὶ ἡ στέρησις. ὅτι δὲ οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης κατὰ τὰ πρός τι, διὰ τοῦ δευτέρου μάλιστα ἐπιχειρήματος δείκνυται· εἰ γὰρ ὡς πρός τι λέγοιτο πρὸς τὴν ὄψιν ἡ τυφλότης, ἐπειδὴ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ἐλέγετο ἂν καὶ ἡ ὄψις τυφλότητος ὄψις· νῦν δὲ οὐ λέγεται. διαφέροι δὲ ἄν, ὡς ἔφαμεν, καὶ τῷ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ φύσει, τὴν δὲ ἕξιν καὶ στέρησιν πρὸς τῷ μὴ συνεισάγειν ἄλληλα καὶ ἀναιρετικὰ εἶναι ἀλλήλων.2 εἰπὼν δὲ ἡ γὰρ ὄψις οὐκ ἔστιν τυφλότητος ὄψις προσέθηκεν οὐδὲ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται, διότι τὰ ἐναντία αὐτὰ μὲν ἅπερ ἦν οὐκ ἐλέγετο τῶν ἀντικειμένων, ἄλλως δὲ τὸ ἕτερον πρὸς τὸ ἕτερον ἐλέγετο· ἐναντίον γὰρ αὐτῷ λέγεται. ἀλλὰ καὶ ἡ στέρησις, εἰ μὴ καὶ αὐτὸ ὅπερ ἐστὶν τῆς ἕξεως λέγεται, ἀλλὰ στέρησίς γε αὐτῆς λέγεται, ἡ μέντοι ἕξις κατ’ οὐδὲν πρὸς τὴν στέρησιν λέγεται. διὰ μὲν οὖν τούτων ἔδειξεν οὐκ ὀνόματι μόνον ἀλλὰ καὶ πράγματι διαφέρουσαν τὴν τῆς ἕξεως καὶ στερήσεως ἀντίθεσιν πρὸς τὴν τῶν ὡς πρός τι ἀντικειμένων, διὰ δὲ τῶν ἑξῆς τὴν αὐτὴν πρὸς τὴν τῶν ἐναντίων παραβάλλει.

“而缺乏和状态并非作为相关项而对立,这是显然的……直至:因为视力并不被称为盲目的视力。” 当对立有四种且彼此相异时,总共产生六种差异。因为普遍而言,无论相异之物有多少,都应当将其数目乘以减一之数,并取所得数目的一半,称相异之物的差异有这么多。因此在这里,相关项的对立也不同于相反者的对立、作为状态与缺乏而对立者的对立,以及作为肯定与否定的对立;因为从每一项出发产生三种关系,既然关系所指向的对象有三项,这就是为何我们将最初的数目乘以减一之数。再者,相反者的对立不同于其余两种,因为相对于相关项的差异已被选取;由此产生了五种差异。最后,作为状态与缺乏的对立不同于按照否定与肯定的对立,因为相对于其余两者的差异已被选取。为了不使同一些差异被重复选取——有时由我们从在先者开始,有时从在后者开始——正因如此,在运算法则中我们被要求取乘法所得数目的一半。因此,尽管按照这样的次序产生了六种差异,亚里士多德却并非如此探讨它们,而是首先表明相关项不同于相反者,如前所述;而现在他将指明作为状态与缺乏而对立者如何不同于相关项,继而指明作为状态与缺乏而对立者如何不同于作为相反者而对立者,然后在此之后,指明作为肯定与否定而对立者如何不同于作为相反者而对立者、相关项,以及作为缺乏与状态而对立者。他就这样在五种差异中从第二种方式开始,而非像我们那样从第一种开始,传授了这六种差异。因此,他现在指明作为状态与缺乏而对立者如何不同于作为相关项而对立者,其证明乃是从相关项的定义出发的,正如他此前将相关项与相反者分开时一样。因此他说,相关项乃是就其自身之所是而言被称为属于对立项的,但视力并非盲目的视力(这显而易见),盲目也不是视力的盲目;因为状态和缺乏两者都属于眼睛。而盲目并非按照相关项被称为视力的盲目,这一点尤为通过第二个论证来表明;因为如果盲目作为相关项相对于视力而言,既然相关项是相对于可换位项而言的,那么视力也应被称为盲目的视力;但事实并非如此称呼。正如我们所说,它们还因以下一点而不同:相关项在本性上是共存的,而状态与缺乏除互不相涵之外,更是互为否定的。在说了“因为视力并非盲目的视力”之后,他又加上了“也绝不以任何其他方式相对于它而言”,因为相反者虽然就其自身之所是而言并不被称为属于其对立项,但以另一种方式一者相对于另一者而言;因为被称为它的相反者。而且缺乏即使就其自身之所是而言不被称为属于状态,至少也被称为它的缺乏,然而状态却绝不相对于缺乏而言。因此,通过这些论证,他表明了状态与缺乏的对立与作为相关项而对立者的对立不仅在名称上而且在事实上都是不同的,并且通过接下来的部分将同一对立与相反者的对立进行比较。

语法注2 条
  1. 11.5τὸν παρὰ μονάδα

    介词 παρά 接宾格表示“除了……之外”或“减去……”,在算术语境中构成表示“减一之数”(即 n − 1)的专门术语。它指代计算两两组合数公式 n(n − 1)/2 中的 (n − 1)。

  2. 11.5πρὸς τῷ μὴ συνεισάγειν ἄλληλα καὶ ἀναιρετικὰ εἶναι ἀλλήλων

    介词 πρός 支配带冠词的不定词与格 τῷ μὴ συνεισάγειν 表伴随或追加(“除互不相涵之外”),随后的 καὶ ἀναιρετικὰ εἶναι 则构成了与表原因的与格结构 τῷ ... ἅμα εἶναι 相对比的谓词成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:397.29-399.8