← 辛普里丘

亚里士多德《范畴篇》注释

§396.28-397.28

陈述与事实的区分及矛盾对立的对应

辛普里丘针对《范畴篇》12b6的引文,阐明了陈述(肯定与否定)与其下的实在事物(活动)之间的区别,解释了事物之间的相互排斥如何与矛盾命题的对立相对应,并进而过渡到状态与缺乏的对立同其他对立形式的比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.4

" Οὐκ ἔστιν δὲ οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν κατάφασις καὶ ἀπόφασις ἕως τοῦ οὕτως καὶ τὸ ὑφ’ ἑκάτερα πρᾶγμα ἀντίκειται, τὸ καθῆσθαι τῷ μὴ καθῆσθαι." Δείξας ὅτι ἄλλο ἐστὶν ἕξις καὶ ἄλλο τὸ ἕξιν ἔχειν, καὶ ἄλλο στέρησις καὶ τὸ στέρησιν ἔχειν, καὶ ὅμως καὶ τὸ ἕξιν ἔχον καὶ στέρησιν ἔχον ὑπὸ τὴν αὐτὴν ἀντίθεσίν ἐστιν τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, * * * πιστοῦται τοῦτο διὰ παραδείγματος.1 καὶ γὰρ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς καταφάσεως δηλούμενον οὐκ ἔστιν κατάφασις, καὶ τὸ ὑπὸ τῆς ἀποφάσεως οὐκ ἔστιν ἀπόφασις, εἴπερ λόγοι μὲν ἡ κατάφασις καὶ ἀπόφασις, οὐ λόγοι δὲ τὰ ὑπ’ αὐτῶν σημαινόμενα· κἂν μὴ τὰ αὐτὰ δέ ἐστιν, καὶ ταῦτα ὑπὸ τὴν αὐτὴν ὅμως ἐστὶν ἀντίθεσιν τὴν τῆς καταφάσεως καὶ ἀποφάσεως, ὡσαύτως τὰ ἔχοντα ἕξιν καὶ τὰ ἔχοντα στέρησιν ὑπὸ τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως. ὅταν γὰρ Σωκράτη καθήμενον διανοηθῶ, ζῷον λογικὸν οὕτως ἐνεργοῦν κατ’ αὐτὸ τὸ πρᾶγμα ὑπολαμβάνω· ὁ δὲ λόγος ὁ λέγων ὅτι Σωκράτης κάθηται, ἐξ ὀνόματος 〈καὶ ῥήματος〉 συγκείμενος, ἕτερός ἐστιν αὐτοῦ τοῦ πράγματος. εἴτε οὖν ἐν φωναῖς εἴτε ἐν τοῖς διανοήμασιν εἴτε ἐν τοῖς παρυφισταμένοις ἀσωμάτοις λεκτοῖς αἱ προτάσεις ὑφεστήκασιν, διεστήκασιν αὗται τῶν ποιῶν σωμάτων· καὶ τὰ μὲν ὡς προτάσεις λέγεται ἀντικεῖσθαι, ὡς ἀπόφασις καὶ κατάφασις, τὰ δὲ ὑπὸ τὰς προτάσεις καὶ αὐτὰ ἀντίκειται κατὰ τὸν αὐτὸν τρόπον. ἀλλ’ οὐδεὶς ἂν εἴποι, φασί, τὸν Σωκράτη αὐτὸν ἑαυτῷ ἀντικεῖσθαι. ἢ οὐ κατὰ τοῦ ἑτέρου φαμὲν γίνεσθαι τὴν ἀντίθεσιν, ἀλλὰ κατὰ τὴν ἐνέργειαν2 τὴν τοῦ καθῆσθαι καὶ μὴ καθῆσθαι· καὶ τούτοις δὲ ἡ ἀντίθεσις κατὰ τὴν τῆς ἀντιφάσεως γίνεται ἀντίθεσιν, τῷ ταῦτα τὰ σημαινόμενα ἀναιρετικὰ ἀλλήλων εἶναι, τούτῳ καὶ ἡ ἀντίφασις ἀντίκειται.3 καὶ ἀνάπαλιν τῷ τοὺς λόγους εἶναι τοιούτους καὶ τὰ πράγματα ἀλλήλων ἐστὶν ἀναιρετικά, καὶ γίνεται ἡ ἀναλογία κατὰ τὸν αὐτὸν τρόπον, ὡς τὸ δηλούμενον πρᾶγμα πρὸς τὸ δηλούμενον, οὕτως ὁ δηλωτικὸς λόγος πρὸς τὸν δηλωτικόν, καὶ ἀνάπαλιν. κἂν τὰ σημαινόμενα δὲ ὑπὸ τῶν φωνῶν ἀντικείμενα λαμβάνοιμεν, ταῦτα δέ εἰσιν αἱ λογικαὶ διανοήσεις αἱ περὶ Σωκράτους καθημένου ἢ μή, ὁμοίως καὶ ταῦτα τῇ καταφάσει καὶ ἀποφάσει ἀντικεῖσθαι λέγεται· καὶ ταῦτα γὰρ ὑπὸ τὴν ἀπόφασίν ἐστιν καὶ τὴν κατάφασιν. δείξας δὲ μέχρι τούτων, τίνα ἐστὶν τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα, ἀκολούθως ἐπάγει, τί διενήνοχε τῆς τῶν πρός τι καὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως, καὶ πρῶτόν γε τί τῶν ὡς πρός τι ἀντικειμένων δηλῶν ἐπάγει·

“但在肯定和否定之下的事物也并非肯定和否定……直至:这样在各自之下的事物,即坐着相对于不坐着,也是对立的。” 在指明了状态是一回事而拥有状态是另一回事、缺乏是一回事而拥有缺乏是另一回事,并且尽管如此,拥有状态者和拥有缺乏者仍在状态与缺乏的同一对立之下之后,[……]他通过一个例子证实了这一点。因为通过肯定所表明的事物并非肯定,而通过否定〔所表明〕的事物并非否定,既然肯定和否定是言语陈述,而由它们所表示的事物并非言语陈述;即使它们不是同一的,但这些[事物]仍处于肯定与否定的同一对立之下,正如拥有状态者和拥有缺乏者处于状态与缺乏的[对立]之下一样。因为当我思想坐着的苏格拉底时,我是依照事物本身把一个如此活动的理性动物设想出来的;而说苏格拉底坐着的陈述,乃由名词〈和动词〉组成,是不同于事物本身的。因此,无论命题是在发音中、在思想中,还是在伴随生成的非物体可表述体中成立,它们都与具有性质的物体有别;前者作为命题,即作为否定和肯定,被称为对立的,而在命题之下的事物本身也以同样的方式对立。但他们说,没有人会说苏格拉底自己与自己对立。难道我们不应说,对立并非相对于那另一个[基底全体]发生,而是关于坐着与不坐着的活动发生吗?并且在这些事物中,对立也是按照矛盾的对立发生的:由于这些被表示的事物互为否定,正因这一点矛盾也对立着。反之,由于言语陈述具有如此性质,事物也互为否定,并且比例关系以同样的方式发生:正如所表明的事物相对于所表明的事物,能表明的陈述相对于能表明的陈述也是如此,反之亦然。即使我们把由发音所表示的事物视为对立物——而这些就是关于苏格拉底坐着或不坐着的理性思想——这些同样也被称为由肯定与否定而对立;因为这些也处于否定和肯定之下。在指明了截至目前为止哪些事物是作为状态与缺乏而对立的之后,他接着提出它们与相关项的对立和相反者的对立有何不同,并首先阐明它们与作为相关项而对立的事物有何[不同],接着说:

语法注3 条
  1. 11.4Δείξας ὅτι ἄλλο ἐστὶν ἕξις καὶ ἄλλο τὸ ἕξιν ἔχειν, καὶ ἄλλο στέρησις καὶ τὸ στέρησιν ἔχειν, καὶ ὅμως καὶ τὸ ἕξιν ἔχον καὶ στέρησιν ἔχον ὑπὸ τὴν αὐτὴν ἀντίθεσίν ἐστιν τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, * * * πιστοῦται τοῦτο διὰ παραδείγματος.

    句首不定过去时分词 Δείξας 修饰主句动词 πιστοῦται(省略的主语为亚里士多德)。底本虽标出脱漏( *),但整句的句法骨架仍可理解为:“在指明了……之后,[……]他通过例子证实了这一点”。

  2. 11.4ἢ οὐ κατὰ τοῦ ἑτέρου φαμὲν γίνεσθαι τὴν ἀντίθεσιν, ἀλλὰ κατὰ τὴν ἐνέργειαν

    小词 ἤ 用于引入注解者对前面异议(“没有人会说苏格拉底自己与自己对立”)的解答或反驳,意为“或者我们应该说……”。短语 κατὰ τοῦ ἑτέρου 意指“相对于另一方[作为整体基底者]”,与后面的 ἀλλὰ κατὰ τὴν ἐνέργειαν(“而是关于其活动”)形成对比。

  3. 11.4τῷ ταῦτα τὰ σημαινόμενα ἀναιρετικὰ ἀλλήλων εἶναι, τούτῳ καὶ ἡ ἀντίφασις ἀντίκειται

    带冠词不定词与格 τῷ ... εἶναι 与指示代词与格 τούτῳ 构成相呼应的因果/理由结构:“因这些被表示的事物互为否定,正是由此矛盾也对立着”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:396.28-397.28