← 辛普里丘

亚里士多德《范畴篇》注释

§395.12-396.27

缺乏的类型与状态同缺乏的固有对立

辛普里丘总结了扬布里柯关于习俗性、本分性的缺乏与属的不在场同严格意义缺乏的区别,引述了阿尔库塔斯对缺乏的三分法,随后辨析了带有缺乏前缀词汇在语义上的混乱(与否定、相反及恶相混),阐明亚里士多德所处理的状态与缺乏的固有对立乃是先后发生于同一主体之上的对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.3#3

οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἅμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τοῦ εἰθισμένου καὶ ὅτε εἴθισται τὴν στέρησιν.1 ὄντος γὰρ ἔθους ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὤν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν ἀλλ’ ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατὰ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκεν καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστιν δὲ καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου ὃ μὴ πέφυκεν ἔχειν· οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ᾖ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως, καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασιν καὶ ὅτε εἰώθασιν καὶ ἐνεστήσαντο2 ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντίθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν”. Ὁ μέντοι Ἀρχύτας τριχῶς τὴν στέρησιν διαιρεῖ λέγων· “ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχειν παντάπασιν, οἷον τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστήμην· ἢ ἐν τῷ μῇον ἔχεν, οἷον τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχειν οἷον τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν”. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ὄψεως, ἐνίοτε δὲ στερητικὰ ὀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνήσκειν, εἶτα μὴ ἀποθνήσκοντος χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχὴ κατὰ τὰς φωνάς ἐστιν τὰς στερητικάς. διὰ γὰρ τοῦ ᾱ καὶ αν̄ προαγομένων αὐτῶν ὥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσιν, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτάς. καὶ γὰρ ὥσπερ τῇ ἀνδρείᾳ ἡ δειλία ἐναντίον ἐστίν, οὕτω καὶ τῇ δικαιοσύνῃ ἡ ἀδικία, ἐναντία οὖσα τῇ δικαιοσύνῃ· καὶ τὸ κακὸν δὲ δηλοῦται πολλάκις, ὡς ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον· καὶ ἀποφάσεις δὲ δηλοῦνται διὰ στερητικῶν φωνῶν, ὥσπερ τὸ διάφορα ἀδιάφορα, λυσιτελῆ ἀλυσιτελῆ. πολλάκις δὲ καὶ πλείω σημαίνουσιν, ὡς καὶ ἀπόφασιν καὶ στέρησιν καὶ ἐναντίωσιν δηλοῦσθαι ὑπ’ αὐτῶν, ὡς τὸ ἄφωνος· αἱ δὲ καὶ διάφορα ἐναντία σημαίνουσιν, ὡς ἡ ἀκαιρία καὶ τὸ ἐναντίον τῷ καιρῷ δηλοῖ, στερητικὸν δὲ οὐδὲν ὅλως ἐμφαίνει, ἐπεὶ καὶ χρηστότητι μὲν ἐναντία ἡ πονηρία, ἡ ἀπονηρία δὲ στέρησις τῆς πονηρίας, ἔστιν δὲ ὅτε καὶ τὴν χρηστότητα ἐμφαίνει. πολλῆς δὲ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς Περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτῇ, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο, ἀλλὰ μόνον διελθεῖν περὶ τῶν κατὰ τὴν ἕξιν καὶ στέρησιν. κἂν λέγηται οὖν στερητικῶς πολλὰ καὶ τῶν ἐναντίων καὶ τῶν ἀποφατικῶν, ἀλλὰ δεῖ τὰς στερητικὰς τῶν ἕξεων ἀντιθέσεις κατὰ τὸν οἰκεῖον τρόπον λαμβάνειν· ἔστιν δὲ οὗτος ὁ τῆς ἐπιβαλλούσης ἕξεως τὴν οἰκείαν στέρησιν ἐν τῇ ἀντιθέσει λαμβάνων.3 γίνεται δὲ περὶ τὸ αὐτὸ ὑποκείμενον ἥ τε τοιαύτη ἕξις καὶ ἡ ἀντίθετος αὐτῇ στέρησις, οὐχ ἅμα δέ, οἷον περὶ ὀφθαλμὸν τυφλότης, περὶ ὃ καὶ ἡ ὄψις.

因为我们既不会说牛未穿外衣,也不会说我们在沐浴时是赤足的,也不会在天亮时就说鸟类或我们自己未进午餐;相反,必须同时指明习惯之物以及习惯时期的缺乏。因为既然存在在某个规定时间进餐的习惯,受该习惯约束的人,当他不在规定的时间进餐时,并非按照缺乏取消了本性的涵义,而是取消了习惯的涵义。因此,未拥有既有出于本性的,也有依照习惯的,并且在各事物本性上适于且习惯于[拥有它们]的方面存在着否定。而且很多时候,缺乏指明的不是习惯的脱落,而是义务或本分的脱落,例如在‘未经邀请而赴宴’的情形中,当我们伴随指明他既非合乎义务地来临,也非按照合乎习俗的做法来临。在另一种意义上,缺乏也属于同名异义而言的事物;因为只要某个整个属本性上不适于拥有某物,我们就说它缺乏那它本性上不适于拥有的东西;这样我们说植物缺乏感觉,乃由于它们本性上不适于拥有感觉。而当在一个属之中的事物里,有些本性上适于拥有,有些本性上不适于拥有时,那些不适于拥有的就被称为处于缺乏,正如在动物属中鼹鼠[缺乏]视力,并且我们说这一点,比起说遭受强力剥夺的情形更是如此。但在严格意义上,缺乏乃是就那些本性上适于拥有、却在它们本性上适于且习惯并确立要拥有的时期未曾拥有者而言的,这确实也被视为对立于状态;而在这些事物中的对立被称为依照状态与缺乏的对立。” 然而阿尔库塔斯把缺乏分为三类,说:“缺乏与处于缺乏有三重说法:要么由于完全没有,如盲者之于视觉,无牙者之于声音,无知者之于知识;要么在于拥有得较少,如重听者之于听觉,睫毛脱落者之于视觉;要么在于没有按应有的方式拥有,如弯腿者之于双脚,声音嘶哑者之于声音。” 这一点也必须知晓:有时非缺乏性的名称表示缺乏,例如贫困表示财产的缺乏,盲目者表示视力的缺乏;有时缺乏性的名称却并不表示缺乏;因为‘不死的’虽然具有字词上的缺乏形式,却并不意味着缺乏;因为我们并非把这一名称用于本性上适于死亡然后却不死的事物。关于缺乏性的语词存在着极大的混乱。因为由于它们是通过字母阿尔法和安-而构成的,正如‘无家者’和‘无炉灶者’,有时就会发生它们与否定混淆,有时又与相反者混淆的情况。因为正如怯懦相反于勇敢,不正义对于正义也是如此,它相反于正义[尽管带有缺乏前缀];而且恶也常常通过它们被表示,正如我们把声音嘶哑的悲剧演员称为‘无声者’;否定命题也通过缺乏性语词被表示,如‘有区别的、无区别的’,‘有利的、不利的’。很多时候它们甚至表示更多的含义,以至于否定、缺乏和相反都被它们所表示,例如‘无声者’;有些还表示不同的相反者,例如‘不合时宜’表示相反于合时,而完全不伴随指明任何缺乏性的东西,既然恶相反于善良,而‘无恶’则是恶的缺乏,并且有时它也伴随指明善良。由于存在着大量的反常现象,克律西波斯在《论缺乏性表达》中详加考察,但亚里士多德的目的并非在此,而只是论述依照状态与缺乏的事物。因此,即使许多相反者和否定性的事物都以缺乏性的方式表达,但仍必须按照固有的方式来把握状态的缺乏性对立;而这一[固有方式]乃是在对立中把握应有状态的固有缺乏的方式。这样的状态及其所对立的缺乏乃是就同一主体而言发生的,但并非同时发生,正如盲目发生于眼,视力也正发生于眼一样。

语法注3 条
  1. 11.3ἀλλὰ δεῖ συνεμφαίνεσθαι τοῦ εἰθισμένου καὶ ὅτε εἴθισται τὴν στέρησιν

    在非人称动词 δεῖ 支配的被动(中动)不定式 συνεμφαίνεσθαι 中,宾格短语 τὴν στέρησιν 作其主语:“必须同时指明习惯之物以及习惯时期的缺乏”。属格 τοῦ εἰθισμένου 是依存于 τὴν στέρησιν 的宾格性属格,并与时间副词从句 καὶ ὅτε εἴθισται 并列。

  2. 11.3ἐνεστήσαντο

    动词 ἐνίστημι 的中动过去时,带间接反身用法,意为“确立为自己的规则/定例”。它与前面的 πεφύκασιν(本性上适于)和 εἰώθασιν(习惯于)并列,构成了规定应拥有时期的三层条件。

  3. 11.3ἔστιν δὲ οὗτος ὁ τῆς ἐπιβαλλούσης ἕξεως τὴν οἰκείαν στέρησιν ἐν τῇ ἀντιθέσει λαμβάνων

    指示代词主语 οὗτος 指代前文的“固有方式”(κατὰ τὸν οἰκεῖον τρόπον),表语分词短语 ὁ ... λαμβάνων 同样省略了 τρόπος:“[这种方式]乃是在对立中把握应有状态的固有缺乏[的方式]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:395.12-396.27