← 辛普里丘

亚里士多德《范畴篇》注释

§393.36-395.12

缺乏与处于缺乏的区分及对立的诸涵义

辛普利丘阐明了亚里士多德从存在论与述谓论两方面区分“缺乏”与“处于缺乏”的论证,随后援引扬布里柯的观点,探讨了“状态”与“缺乏”的多重涵义(活动、持久的后天性质、本性构造、能力及习俗性缺乏)以及此种对立的成立条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.3#2

ὁμοίως δὲ τὸ τυφλὸν εἶναι οὐκ ἔστιν τυφλότης· δείκνυσιν δὲ αὐτὸ καὶ ἐκ τοῦ, εἰ ταὐτὸν ἦν, καθ’ οὗ τὸ ἕτερον1 κατηγορεῖτο, κατὰ τοῦ αὐτοῦ καὶ τὸ ἕτερον· νῦν δὲ οὐχ οὕτως· τυφλὸς μὲν γὰρ ὁ ἄνθρωπος λέγεται, τυφλότης δὲ οὐ λέγεται, καὶ ὄψιν μὲν ἔχειν λέγεται, ὄψις δὲ οὐ λέγεται. δοκοῦσι δὲ διαφέρειν ἀλλήλων αἱ ἐπιχειρήσεις τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ εἶναι, τὴν δὲ δευτέραν ἀπὸ τοῦ κατηγορεῖσθαι δεικνύναι τὸ προκείμενον. δείξας δὲ τὴν στέρησιν καὶ τὸ στέρησιν ἔχειν εἰκότως προσέθηκεν ὅτι, κἂν ἕτερα ᾖ, ἀλλ’ ὥσπερ ἡ ἕξις ἀντίκειται τῇ στερήσει, οὕτως καὶ τὸ ἔχειν ἕξιν καὶ τὸ ἐστερῆσθαι, καὶ ἔστιν ὁ αὐτὸς τρόπος τῆς ἀντιθέσεως, διότι καὶ ταῦτα ἀντίκειται κατὰ τὴν ἐπ’ ἐκεῖνα ἀναφορὰν καὶ ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός ἐστιν ἐπὶ τῶν κατηγορημάτων, ὅσπερ καὶ ἐπὶ τῆς ἕξεως καὶ στερήσεως· ὡς γὰρ ἡ τυφλότης τῇ ὄψει ἀντίκειται, οὕτως καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται. ἀλλὰ πρὸς μὲν τὴν τῆς λέξεως σαφήνειαν ἀρκεῖ τοσαῦτα. Τὰ δὲ πραγματικώτερα περὶ τούτων ὧδέ πως ὁ Ἰάμβλιχος παραδίδωσιν. “ἓν δόγμα κοινὸν τῶν τε ἀρχαίων ἐστὶ καὶ τῶν νεωτέρων τὸ μὴ εἶναι ἐναντία τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, οὐ μὴν ἔτι εἰς ἴδιον γένος ἀντιθέσεως τὸ κατὰ στέρησιν καὶ ἕξιν οἱ παλαιοὶ κατέταξαν, ὥσπερ Ἀριστοτέλης. ὅτι δέ ἐστιν ἄλλη, δῆλον γίνεται διελομένοις, ποσαχῶς ἕξις καὶ στέρησις λέγεται καὶ κατὰ ποῖα μάλιστα σημαινόμενα ἡ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντίθεσις γίνεται. λέγουσιν οὖν ὡς καθ’ ἕνα μὲν τρόπον ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου· ἕξις γὰρ ἱματίου λέγεται, ὅταν ὁ μὲν ἔχῃ, τὸ δὲ ἔχηται ὑπὸ τοῦ ἔχοντος, καὶ ἕξιν ὅπλων εἰπεῖν που Πλάτων ἐπὶ τοῦ ἔχοντος τὰ ὅπλα.2 καθ’ ἕτερον δὲ τρόπον ἕξεις λέγομεν τὰς ἐπικτήτους ποιότητας ἐμμόνους γεγονυίας, τάς τε φυσικὰς καὶ τὰς κατὰ τὰς τέχνας καὶ τὰς ἐπιστήμας, καθ’ ἃς καὶ ἑκτικοὶ οἱ ἐν αὐταῖς λέγονται· καὶ ἕξεις λέγονται κατὰ τοῦτο καὶ αἱ τέλειαι ἀρεταί· καὶ γὰρ λόγου ἀνάληψις ἐπ’ αὐτῶν θεωρεῖται. ἔτι δὲ ἕξις λέγεται ἡ φυσικὴ κατασκευή, ὅταν ἔμμονος ᾖ, ὥσπερ σωματικὰς ἕξεις καὶ ψυχικὰς καὶ ἀρετὰς ἐκ φύσεως ἢ κακίας ἐπί τινων νοοῦμεν· καὶ τὴν φυσικὴν δὲ δύναμιν αὐτὴν ἕξιν λέγεσθαί φασιν καὶ ταύτῃ τὴν στέρησιν ἀντικεῖσθαι πήρωσιν οὖσαν αὐτῆς. ἔνιοι δὲ οὐ τὴν φυσικὴν δύναμιν λαμβάνεσθαι ἐν τῇ τῆς ἕξεως καὶ στερήσεως ἀντιθέσει φασίν, ἀλλὰ μᾶλλον τὴν κατὰ τὸ πρῶτον σημαινόμενον ῥηθεῖσαν, ἥτις παρὰ τὸ ἔχειν ἕξις ὠνόμασται· καὶ γὰρ καὶ τὸν Χρύσιππον Ἀριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἁπλῶς, ἀλλ’ ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν, ὡς εἴρηται πρότερον. καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν. ἄλλως δὲ λέγεται στέρησις ἡ ἀπουσία τούτου οὗ δύναται ἔχειν ἐν τῷ δυνάμει θεωρουμένη, ἧς ἐν Φυσικοῖς μνημονεύει· τὸ γὰρ ὃ δύναται ἔχειν καὶ ὃ δυνάμει ἐστὶν μήπω ἔχον ἐνεργείᾳ ἐν στερήσει αὐτοῦ εἶναι λέγεται, μήποτε δέ, φησὶν Ἰάμβλιχος, οὐ καθ’ ἕν τι σημαινόμενον τῆς ἕξεως τὴν ἀντίθεσιν δεῖ λαμβάνειν τῆς στερήσεως, ἀλλὰ κατὰ πάντα· οὕτω γὰρ ἔσται τελέα πρὸς ἁπάσας τὰς ἕξεις πασῶν τῶν στερήσεων ἀντίθεσις, κοινῶς τε οὑτωσὶ καὶ ἑκάστης πρὸς ἑκάστην ἀντιτιθεμένης, οἷον τῆσδε τῆς στερήσεως πρὸς τήνδε τὴν ἕξιν κατὰ τὸν οἰκεῖον αὐτῶν τρόπον. ὅλως γὰρ τὴν ἀέχειαν τοῦ πεφυκότος ἔχειν καὶ ὅτε πέφυκεν στέρησιν εἶναι ῥητέον,3 πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου πολλαχῶς καὶ ἡ ἀέχεια καὶ ἡ στέρησις ἔσται. ἔστιν δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ καθ’ ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἣν Χρύσιππος ἐθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδετος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ στέρησιν λέγεται.

同样,处于盲目并不是盲目本身。而他也从以下事实证明了这一点:如果它们是同一的,那么前一者所被述说的主体,后一者也将被述说于该同一主体;但事实上并非如此;因为人被称为是盲目的,但并不被称为是盲目本身;人被称为拥有视力,但并不被称为是视力本身。这些论证似乎彼此不同:第一个论证是从存在出发证明所提出的论点,而第二个论证是从述谓出发证明它的。在证明了缺乏与拥有缺乏[的区别]之后,他合乎情理地补充道:即使它们彼此相异,但正如状态对立于缺乏,拥有状态与处于缺乏也是如此对立的,并且对立的方式是相同的,因为这些事物也是根据对那些事物的关联而对立的,而在谓词上的对立方式,恰如在状态与缺乏上的对立方式一样;因为正如盲目对立于视力,同样处于盲目也对立于拥有视力。然而,对于字句的明晰性而言,这些就足够了。 关于这些问题,扬布里柯大致如下传述了更为实质的理论:“依照缺乏与状态而说的诸事物并非相反者,这是古代人与近代人所共有的一个学说,然而古代人并未像亚里士多德那样,把依照缺乏与状态的对立归入一个独特的对立属。而对于区分了状态与缺乏有多少种说法、以及尤其依照何种意义依状态与缺乏的对立得以产生的人而言,显而易见它是另一类对立。于是他们说,在一种意义上,状态被称为拥有者与被拥有者的活动;因为当一者拥有而另一者被拥有者所拥有时,它被称为斗篷的状态,且柏拉图在某处也曾就拥有武器者谈到武器的状态。在另一种意义上,我们把那些已经变得持久的后天获得的性质称为状态,包括自然的性质以及依照技艺与科学的性质,依据这些性质,处于其中的人也被称为熟练者;依此,完全的德性也被称为状态;因为在它们之中可以看到对理性的获得。此外,当自然的构造保持持久时也被称为状态,正如我们在某些人身上构想身体与灵魂的状态以及出于本性的德性或恶习一样;他们说本性的能力本身也被称为状态,缺乏作为它的残损而与之对立。但有些人说,在状态与缺乏的对立中所取的并非本性的能力,而是依照第一种意义所说的那种——即由于‘拥有’而被命名为‘状态’的那种;因为克律西波斯追随亚里士多德,也把所有那些在伴随指明‘拥有’的本性的同时将其取消的事物称为缺乏性的,这不是无条件的,而是如前所述,当其指明本性上适于者以及适于的时期时。缺乏对立于从‘拥有’而说的状态,且不仅有性质的缺乏,也有活动的缺乏,例如盲目之于看的活动,跛足之于行走的活动。在另一种意义上,缺乏被称为在潜能中被考察的可拥有之物的不在场,他在《物理学》中提到了这一点;因为那尚未在现实中拥有其所能拥有之物及其在潜能中所是之物者,就被称为处于对它的缺乏之中。然而扬布里柯说,或许不应当只按照状态的某一种意义来取缺乏的对立,而应当按照所有意义;因为这样一来,所有缺乏相对于所有状态的对立才会是完全的,无论是如此普遍地对立,还是每一个相对于每一个而对立,例如这一缺乏按照其固有的方式对立于这一状态。因为总的来说,必须把本性上适于拥有者在适于的时期未拥有称为缺乏,而既然‘拥有’有多重含义,未拥有与缺乏也将有多重含义。在自然的缺乏之外还存在着某种其他的缺乏——我指的是不同于我们在本性上适于者以及适于的时期所说的那种——克律西波斯称之为‘习俗性的缺乏’;因为‘未穿外衣的’、‘赤足的’和‘未进午餐的’既表示单纯的否定,也表示某种伴随的涵义,而在那时它也就是依照缺乏而说的。”

语法注3 条
  1. 11.3εἰ ταὐτὸν ἦν, καθ’ οὗ τὸ ἕτερον κατηγορεῖτο, κατὰ τοῦ αὐτοῦ καὶ τὸ ἕτερον

    虚拟条件句结构,归结分句中省略了动词(κατηγορεῖτο ἄν)。对应于条件从句“如果它们是同一的(εἰ ταὐτὸν ἦν)”,归结分句表达了对称的述谓推论:“前一者所被述说的主体,后一者也将[被述说于]该同一主体”。

  2. 11.3καὶ ἕξιν ὅπλων εἰπεῖν που Πλάτων ἐπὶ τοῦ ἔχοντος τὰ ὅπλα

    不定式 εἰπεῖν 在此没有独立的支配动词,是由于承接前文间接引语(λέγουσιν οὖν ὡς...)的转述。尽管部分手抄本有宾格 Πλάτωνα 的异读,但依据正文的主格 Πλάτων,应理解为松散承接间接引语的引用结构,或主节谓语有所省略。

  3. 11.3ὅλως γὰρ τὴν ἀέχειαν τοῦ πεφυκότος ἔχειν καὶ ὅτε πέφυκεν στέρησιν εἶναι ῥητέον

    由动词性形容词 ῥητέον 支配的带不定式的宾格句结构。其核心骨架为双重宾格“τὴν ἀέχειαν ... στέρησιν εἶναι”(即“未拥有乃是缺乏”),其间插入了修饰性的属格短语“τοῦ πεφυκότος ἔχειν”(本性上适于拥有者)以及时间从句“καὶ ὅτε πέφυκεν”(以及在适于的时期)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:393.36-395.12