← 辛普里丘

亚里士多德《范畴篇》注释

§392.15-393.36

第三种对立即状态与缺乏的定义与条件

辛普利丘根据《范畴篇》12a26的条目,分析了第三种对立即“状态与缺乏”的定义与成立条件,探讨了它与相反者的相似之处及其在必须归属于同一部位这一特征上的差异,并阐明了拥有状态或缺乏与状态或缺乏本身之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.3#1

" Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτό τι ἕως τοῦ οὕτω καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται." Τρίτον εἶδος τῶν ἀντικειμένων τὸ κατὰ ἕξιν καὶ στέρησιν παρατίθεται, προηγούμενον τῇ φύσει τοῦ κατὰ κατάφασιν καὶ ἀπόφασιν, διότι ἐκεῖνο μὲν ἐν λόγοις ἔχει τὴν ὑπόστασιν, τοῦτο δὲ ἐν πράγμασιν. καὶ λέγεται μὲν ἡ στέρησις πλεοναχῶς, ἧς δὲ νῦν ἐμνημόνευσεν, ἀπουσία τίς ἐστι παντελὴς ἀπὸ τοῦ πεφυκότος ἔχειν καὶ ἐν ᾧ πέφυκεν καὶ ὅτε πέφυκεν καὶ ὅπου.1 τοῦ μὲν πεφυκότος, ἐπειδὴ τὸν τοῖχον οὐκ ἄν τις εἴποι τυφλόν, ἐπεὶ μηδὲ ὅλως πέφυκεν ὁρᾶν· ὅτε δὲ πέφυκεν, διότι τὰ σκυλάκια τὰ ἄρτι τεχθέντα οὐκ ἄν τις εἴποι τυφλά, ὅτι μήπω πέφυκεν ὁρᾶν, οὐδὲ τὰ παιδία νωδὰ ἄν τις εἴποι τὰ ἀρτιγενῆ, ὅτι μήπω ὀδόντας ἔχει· τὸ δὲ ἐν ᾧ πρόσκειται, ἵνα τὸ οἰκεῖον μόριον λαμβάνωμεν, ἐν ᾧ ἐγγίνεται ἡ ἕξις· οὐ γὰρ εἴ τις μὴ ἐν τοῖς ποσὶν ὀφθαλμοὺς ἔχῃ, ἐστέρηται ὀφθαλμῶν, ἀλλ’ εἴ τις ἐν τῷ οἰκείῳ τόπῳ μὴ μετείληφεν ὀμμάτων. αὐτὸς δὲ διὰ βραχέων συνέλαβεν πάντα, τὸ μὲν πεφυκὸς καὶ τὸ μόριον ἐν ᾧ ἐγγίνεται ἡ ἕξις ὁμοῦ δηλώσας διὰ τοῦ ἐν ᾧ πέφυκεν, τὸν δὲ χρόνον καὶ τὸν τρόπον τὸν ἐπιβάλλοντα καὶ τὰ ἄλλα τὰ συνεμφαινόμενα ἐν τῷ ὅτε πέφυκεν ὑπάρχειν συνέλαβεν· τὸ γὰρ καθῆκον ἔχειν καὶ ὡς προσῆκόν ἐστιν ἔχειν ὅταν μηδαμῶς ὑπάρχῃ,2 τότε ἐν στερήσει λέγεται εἶναι. διό τινες τῷ εἰρημένῳ τῆς στερήσεως λόγῳ προστιθέασιν τὸ ‘καὶ ὡς πέφυκεν’· καὶ γὰρ ἀτραχήλους λέγομεν τοὺς βραχυτραχήλους, ἐπεὶ μὴ κατὰ φύσιν ἔχουσι τοὺς τραχήλους, καὶ ἀπύρηνον τὴν ῥοιὰν ὡς ἐλάττονας τοῦ κατὰ φύσιν τοὺς πυρῆνας ἔχουσαν, τὴν τοῦ κατὰ φύσιν ἐλάττωσιν ὡς τοῦ παντὸς στέρησιν ὀνομάζοντες. οὐχ ἁπλῶς δὲ εἶπεν ὅτι περὶ ταὐτὸν ἡ ἕξις καὶ ἡ στέρησις λέγεται, ἀλλὰ περὶ ταὐτόν τι, διὰ τῆς τοῦ τὶ προσθήκης ἐνδειξάμενος, πῶς περὶ ταὐτὸν λέγει. καὶ γὰρ τἀναντία περὶ ταὐτόν, εἴγε ταὐτόν ἐστι τῶν ἐναντίων δεκτικόν, ἀλλ’ ἐπὶ μὲν τῶν ἐναντίων οὐ πάντως περὶ ταὐτὸν κατ’ ἀριθμὸν ὑποκείμενον τἀναντία ἐστίν (ἄλλου γὰρ ὄντος μορίου λευκοῦ, οἷον τῶν ὀδόντων, οὐδὲν κεκώλυται ἄλλο εἶναι μέλαν, ὡς τὸ περὶ τὴν κόρην), ἐπὶ δὲ τῆς στερήσεως οὐχ οἷόν τε τοῦτο, ἀλλ’ ἐν ᾧ μορίῳ ἡ ἕξις, ἐν τούτῳ καὶ ἡ στέρησις. καὶ τοῦτο εἰκότως· ἀπουσία γὰρ μόνον ἐστὶν ἡ στέρησις, καὶ ἀνάγκη ἐκεῖ εἶναι τὴν ἀπουσίαν, ὅπου καὶ ἡ παρουσία ἐστίν, τὰ δὲ ἐναντία εἴδη ὄντα οὐδὲν κωλύεταί ποτε καὶ ἐν διαφόροις τῷ ἀριθμῷ ὑποκειμένοις ὄντα τὸν λόγον σῴζειν τῆς ἐναντιώσεως. φανερὸν δὴ οὖν ἐκ τούτων, ὅτι τὰ οὕτως ἀντικείμενα καὶ ὁμοιότητά τινα ἔχει πρὸς τὰ ἐναντία καὶ ἀνομοιότητα. τά τε γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον γίνεσθαι πέφυκεν, οἷον περὶ ὃ ἡ ὑγεία, περὶ τοῦτο καὶ ἡ νόσος· οὐ γὰρ περὶ τὰ ἄψυχα, ἀλλὰ περὶ τὰ ζῷα· ὡσαύτως δὲ καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα· ὄψις γὰρ περὶ ζῷον, περὶ δὲ ἄψυχον οὐκέτι· οὐκοῦν καὶ ἡ τυφλότης περὶ ζῷον· οὐδεὶς γὰρ ἂν τὸν κίονα τυφλὸν εἴποι. τοῦτο μὲν οὖν τοῖς ἐναντίοις ὅμοιον ἔχει τὰ κατὰ στέρησιν ἀντικείμενα. διαφέρει δὲ αὐτῶν, ὡς εἴρηται, τῷ τὰ μὲν ἐναντία, κἂν ἐν τῷ αὐτῷ εἴδει ἐστίν, ἀλλὰ μὴ καὶ ἐν τῷ αὐτῷ πάντως τοῦ εἴδους μορίῳ, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν καὶ ἐν μορίῳ τῷ αὐτῷ βούλεσθαι εἶναι.3 δείκνυσιν δὲ ἐφεξῆς ὁ Ἀριστοτέλης, ὅτι τὸ ἐστερῆσθαι ἢ τὸ στέρησιν ἔχειν οὐκ ἔστιν ταὐτὸν τῇ στερήσει, ἀλλ’ οὐδὲ τὸ ἕξιν ἔχειν ταὐτὸν τῇ ἕξει. δείκνυσιν δὲ αὐτὸ ἐκ τοῦ τὴν ὄψιν ἕξιν εἶναι, τὸ δὲ ἔχειν τὴν ὄψιν μὴ εἶναι τὴν ὄψιν, ὥστε καὶ τὸ ἔχειν ἕξιν οὐκ ἔστιν ἕξις.

“缺乏与状态是就某同一事物而言的……直至:同样,处于盲目与拥有视力也是对立的。” 此处提出了对立者的第三种种,即依照状态与缺乏的对立,它在本性上先于依照肯定与否定的对立,因为后者在言辞中具有其实存,而前者在实在事物中具有其实存。缺乏虽有多重涵义,但他现在所提及的,乃是指从本性上适于拥有它的事物、在它本性上适于存在的部位、本性上适于存在的时期以及地方的完全不在场。“从本性上适于拥有它的事物”,是因为没有人会说墙壁是瞎的,既然墙壁根本不具有看的本性;“在它本性上适于存在的时期”,是因为没有人会说刚出生的小狗是瞎的,因为它们尚未处于本性上适于看的时期,也没有人会说初生的婴儿是没有牙齿的,因为他们尚未长出牙齿;而补充“在其中”,是为了让我们把握状态于其中生成的固有的部位;因为一个人并不是因为脚上没有眼睛就是缺乏眼睛,而是因为在固有的地方没有分有眼睛。〔亚里士多德〕本人则简明扼要地概括了一切:通过“在它本性上适于存在于其中”同时表明了本性上接受的事物以及状态于其中生成的部位,而在“在它本性上适于属于的时期”中概括了时间、适宜的方式以及其他伴随呈现的方面;因为当拥有应当拥有之物以及按照应当拥有之方式拥有完全不成立时,那时就被称为处于缺乏之中。因此,有人在上述缺乏的定义中增加了“以及按照本性所适于的方式”;因为我们确实把脖子短的人称为“无颈者”,既然他们没有本性相符的脖子,又把石榴称为“无籽的”,由于它的籽比依本性应有的更小,他们将依本性之物的缩减称作对全体的缺乏。此外,他没有单纯地说状态与缺乏是就“同一事物”而言的,而是说就“某同一事物”而言,通过增加“某”,他指明了他是在何种意义上就同一事物而言的。因为如果同一事物能够接纳相反者,相反者也是就同一事物而言的;但在相反者的情况下,相反者并非在一切情况下都就数目上同一的主体而言(因为当一个部位例如牙齿是白的,并不妨碍另一个部位例如瞳孔周围是黑的),但在缺乏的情况下这却是不可能的,而是在状态所在的同一部位中,也存在着缺乏。这也是合乎情理的;因为缺乏仅仅是不在场,而在场在何处,不在场也必然在何处;相反者作为形式,即使存在于数目相异的主体中,也丝毫不妨碍其保持相反性的定义。由此显而易见,以此种方式对立的事物与相反者既有某种相似性,也有不相似性。因为相反者在本性上适于就同一主体生成,例如健康所关涉的主体,疾病也关涉它;这并非关涉无生命之物,而是关涉动物;依缺乏与状态对立的事物也是如此;因为视力关涉动物,而不关涉无生命之物;因此盲目也关涉动物,因为没有人会说柱子是瞎的。因此,在这方面依缺乏对立的事物与相反者是相似的。但如前所述,它们与相反者的不同之处在于:相反者即使在同一物种(个体)中,也未必完全在该物种的同一部位中,而依缺乏与状态对立的事物则要求也在同一部位中。接下来,亚里士多德表明:处于被剥夺(缺乏)状态或具有缺乏并不等同于缺乏本身,具有状态也不等同于状态本身。他从视力是一种状态、而具有视力并不是视力本身这一点来证明这一点,因而具有状态也不是状态。

语法注3 条
  1. 11.3ἀπουσία τίς ἐστι παντελὴς ἀπὸ τοῦ πεφυκότος ἔχειν καὶ ἐν ᾧ πέφυκεν καὶ ὅτε πέφυκεν καὶ ὅπου

    介词短语 ἀπὸ τοῦ πεφυκότος ἔχειν 修饰 ἀπουσία,表示“从本性上适于拥有它的事物那里的不在场”。接下来的 καὶ ἐν ᾧ πέφυκεν καὶ ὅτε πέφυκεν καὶ ὅπου 是并列的副词性关系从句,分别规定了缺乏成立所必需的限制条件(部位、时期与地点)。

  2. 11.3τὸ γὰρ καθῆκον ἔχειν καὶ ὡς προσῆκόν ἐστιν ἔχειν ὅταν μηδαμῶς ὑπάρχῃ

    中性定冠词 τό 将两个不定词短语 καθῆκον ἔχειν(“拥有应当拥有之物”)与 ὡς προσῆκόν ἐστιν ἔχειν(“以适宜的方式拥有”)名词化并联结在一起,共同构成 ὅταν 从句的主语。

  3. 11.3διαφέρει δὲ αὐτῶν, ὡς εἴρηται, τῷ τὰ μὲν ἐναντία, κἂν ἐν τῷ αὐτῷ εἴδει ἐστίν, ἀλλὰ μὴ καὶ ἐν τῷ αὐτῷ πάντως τοῦ εἴδους μορίῳ, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν καὶ ἐν μορίῳ τῷ αὐτῷ βούλεσθαι εἶναι.

    句子的主要动词是 διαφέρει(主语承前指依缺乏对立的事物)。与格冠词 τῷ 引导的不定词短语表示差异的依据(“在……这一方面”)。在 τῷ 所管辖的结构中,形成了 τὰ μέν... τὰ δέ... 的对比;前半句 τὰ μέν 中省略了动词(εἶναι),与后半句明确出现的 βούλεσθαι εἶναι 相互呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:392.15-393.36