- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:390.19-392.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘回顾了亚里士多德在《论对立者》中关于中介有无的讨论,梳理了界定四种对立之间差异的语境,并引述阿尔库塔斯关于相反者各种分类(有无中介、善恶对立方式以及属与种的层级)的论述作了对比。
αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ ἐζήτησεν, εἰ θάτερον ἀποβαλών τις μὴ ἐξ ἀνάγκης θάτερον λαμβάνῃ, ἆρά ἐστίν τι τούτων ἀνὰ μέσον ἢ οὐ πάντως·1 ὁ γὰρ τὴν ἀληθῆ δόξαν ἀποβαλὼν οὐκ ἐξ ἀνάγκης ψευδῆ δόξαν λαμβάνει οὐδὲ ὁ ψευδῆ ἀληθῆ, ἀλλ’ ἐνίοτε ἐκ τῆς δόξης ταύτης ἢ εἰς τὸ μηδὲν ὅλως ὑπολαμβάνειν ἢ εἰς ἐπιστήμην μεταβάλλει, δόξης δὲ ἀληθοῦς καὶ ψευδοῦς οὐδέν ἐστιν ἀνὰ μέσον, εἰ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη.2 εἰσὶν δὲ καὶ ἄλλαι διαφοραὶ τῶν ἐναντίων, ὧν καὶ αὐτὸς προϊὼν ἐφάψεται· τούτων δὲ μάλιστα ἐμνήσθη, τῆς τε ἀμέσου καὶ τῆς ἐμμέσου, ὅτι ἐκ τούτων τὸ πρὸς τὰ ἄλλα ἀντικείμενα διάφορον τῶν ἐναντίων παρίστησιν· καὶ γὰρ πρόκειται μὴ πᾶσι τοῖς προσοῦσι καθ’ ἕκαστον τῶν ἀντικειμένων ἐπεξελθεῖν, τοῖς δὲ κυριωτάτοις αὐτῶν μόνοις, ἕνεκα τοῦ τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν παραδεῖξαι. δείξει δὲ ὅτι τὰ τέσσαρα γένη τῶν ἀντικειμένων ἀλλήλων διενήνοχε, καὶ ὅπως μὲν τὰ ὡς πρός τι τῶν ἐναντίων διαφέρει, δεδήλωκεν, ὅπως δὲ ἄμφω ταῦτα τῶν ὡς στέρησις καὶ ἕξις, δηλώσει τὰ ἴδια ἑκάστων προσθείς, καὶ τότε πάντων τὴν διαφορὰν τὴν πρὸς τὴν ὡς κατάφασιν καὶ ἀπόφασιν ἀποδείξει. Καλὸν δὲ ἂν εἴη λοιπὸν καὶ τὰ Ἀρχύτου παραθέσθαι περὶ τῆς τῶν ἐναντίων διαφορᾶς ἔχοντα οὕτως· “διαιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων εἰς τὰ ποτεχέα εἴδεα ἀλλάλοις. τῶν γὰρ ἐναντίων ἃ μὲν ἄμεσά ἐντι, ἃ δὲ ἔχει μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδὲν ἐντι μέσον οὐδὲ ἀρεμίας καὶ κινάσιος οὐδὲ ἐγραγορότος καὶ ὑπνόωντος οὐδὲ εὐθέος καὶ καμπύλω οὐδὲ τᾶν ἀλλᾶν ἐναντιοτάτων, πολλῶ δὲ καὶ ὀλίγω μεταξὺ τὸ μέτριον, καὶ ὀξέος δὲ καὶ βαρέος τὸ ὁμόφωνον καὶ ταχέος καὶ βραδέος τὸ ἰσοταγὲς καὶ μέζονος καὶ μείονος τὸ ἴσον. τὸ καθόλω † μὲν ἀναγκαιότατον ἀναγκαῖον μίαν ἦμεν περὶ τὸ ἐπιδεκτικὸν αὐτᾶν, αὗται δὲ οὐκ ἐπιδέχονται μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ νοσὲν ἢ ὑγιαίνεν, οὐδὲ ἐγραγόρσιος καὶ ὕπνω, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἐγρηγορὲν ἢ εὕδεν, οὐδὲ ἠρεμίας καὶ κινάσιος, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἠρεμὲν ἢ κινέεσθαι. ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα·3 μεταξὺ γὰρ λευκῶ καὶ μέλανος τὸ φαιόν, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ λευκὸν ἢ μέλαν ἦμεν, καὶ μεγάλω καὶ μικρῶ τὸ ἴσον, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ μέγα ἢ μικρὸν ἦμεν, καὶ σκληρῶ καὶ μαλακῶ τὸ εὐαφές, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ σκλαρὸν ἢ μαλακὸν ἦμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὸ μὲν ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγεία νόσῳ, τὸ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὸ δὲ ὡς οὐδέτερον ἑτέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ. ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον, καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ κακίᾳ ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνης, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, 〈καὶ〉 ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας. τὰ μὲν οὖν πρᾶτα γένη, ἃ καὶ γένη γενῶν ὀνυμάζομεν, ἐπιδέχεται † μὲν τομάν, τὰ δ’ ἔσχατα εἴδεα καὶ ποτὶ τὰν αἴσθασιν * * * οὐκ ἂν γένη γε μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα· τὸ γὰρ τρίγωνον τοῦ μὲν ὀρθογωνίω καὶ ἰσοπλεύρω καὶ σκαληνέος γένος, * * * τῶ δὲ ἀγαθῶ εἶδος”. ἐν δὲ τούτοις τὰ μὲν ἄλλα σύμφωνα πρὸς τὴν Ἀριστοτέλους παράδοσιν, ἡ δὲ τελευταία διαφορά, καθ’ ἣν τὰ μὲν ἐν γένεσι γενῶν ἐστιν ἐναντία, τὰ δὲ ἐν γένεσιν εἰδῶν, τὰ δὲ ἐν εἴδεσιν, ὑπὸ τοῦ Ἀριστοτέλους ἴσως ἐν τούτοις ὡς οὐ πάντῃ πραγματειώδης παραλέλειπται. ἀλλ’ ἐπὶ τὴν τρίτην ἀντίθεσιν τῶν καθ’ ἕξιν καὶ στέρησιν τρεπτέον.
然而亚里士多德本人在《论对立者》一书中曾探讨过:如果某人在失去一者时并非必然获得另一者,那么在它们之间是否存在某种中介,还是并非在所有情况下都如此;因为失去真意见的人并不必然获得假意见,失去假意见的人也不必然获得真意见,而是有时从这一意见转变为完全不作判断,或转变为知识,然而在真意见与假意见之间并不存在任何中介,如果无知和知识都不是[中介]的话。相反者之间还有其他差异,他自己在后文中也将涉及;但他最提到了这些——即无中介者与有中介者——是因为由此他阐明了相反者相对于其他对立者的差异;因为此处的目的并不是详尽阐述属于每一对立者的全部属性,而仅仅是阐述其中最根本的属性,以便揭示它们彼此之间的差异。他将表明对立者的四个属互不相同;关于作为关系者的对立如何与相反者相异,他已经阐明了;而这两者如何与作为缺乏和状态的对立相异,他将在补充了各自的固有特征之后予以说明;届时他将证明所有这些对立相对于作为肯定和否定的对立的差异。接下来,引述阿尔库塔斯关于相反者差异的如下论述也将是适宜的:“属于这些对立的事物也被划分为彼此相邻的种。因为在相反者中,有些是无中介的,有些则具有中介;因为在健康与疾病之间没有任何中介,在静止与运动之间、在醒着与熟睡之间、在直线与弯曲之间以及在其他相反性之间也没有;但在多与少之间有适度,在锐音(高音)与钝音(低音)之间有同音,在快与慢之间有同速,在较大与较小之间有相等。普遍而言,就接受它们的事物来说必然存在其一,而这些并不接纳中介;因为在健康与疾病之间没有任何中介,且一切动物必然要么患病要么健康;在醒与睡之间也没有,且一切动物必然要么醒着要么睡着;在静止与运动之间也没有,且一切动物必然要么静止要么运动。而那些相反性,若两者或其中之一并非必然存在于接受它们的事物中,则接纳中介性;因为在白与黑之间有灰色,且并非一切动物都必然要么是白要么是黑;在大与小之间有相等,且并非一切动物都必然要么大要么小;在硬与软之间有触感良好的事物,且并非一切动物都必然要么硬要么软。此外,相反者有三种差异:一种是作为善与恶对立,如健康对疾病;另一种是作为恶与恶对立,如鄙啬对挥霍;还有一种是作为中立者与另一[中立者]对立,如白对黑、重对轻。再者,在相反者中,有些发生在属的属中;因为善与恶相反,善是诸德性的属,而恶是诸恶德的属;有些发生在种的属中;因为德性与恶德相反,德性是明智与节制的属,而恶德是不明智与放荡的属;还有些发生在种中;因为勇敢与怯懦相反,正义与不正义相反,正义和勇敢是德性的种,而不正义和放荡是恶德的种。因此,我们称之为属的属的最先的属接纳划分,而最底层的种以及切近感觉的……将不仅是属,而且也是种;因为三角形是直角[三角形]、等边[三角形]与不等边[三角形]的属,但……是善的种。”在这些话中,其他方面与亚里士多德的传授相符,但最后一种差异——即有些相反者在属的属中,有些在种的属中,有些在种中——在此处或许被亚里士多德当作不完全切合实际科学探讨而略去了。然而,我们应当转向第三种对立,即依照状态与缺乏的对立。
- 11.2εἰ θάτερον ἀποβαλών τις μὴ ἐξ ἀνάγκης θάτερον λαμβάνῃ, ἆρά ἐστίν τι τούτων ἀνὰ μέσον ἢ οὐ πάντως
这是一个多层疑问句结构:条件从句 εἰ ... λαμβάνῃ(接虚拟语气)被嵌套在由 ἐζήτησεν 引导的间接疑问中,而其核心提问则结合了直接疑问标记 ἆρα。
- 11.2εἰ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη
从属于前句 δόξης δὲ ἀληθοῦς καὶ ψευδοῦς οὐδέν ἐστιν ἀνὰ μέσον,充当除外或条件的状语从句,意为“如果无知与知识都不是[中介]的话”,承前省略了表语补足语 μέσον。
- 11.2ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα
先行词被并入关系分句中(ὧν ... ἐναντιοτάτων),主节由指示代词 αὗται(阴性复数,指代多利亚方言阴性名词 ἐναντιότας[=ἐναντιότης,相反性]的复数)承接。其骨干为:在那些并非必然存在其一的相反性中,这些接纳中介性。
