← 辛普里丘

亚里士多德《范畴篇》注释

§388.30-390.19

相反性的适用对象与有无中介项的区分

辛普里丘阐明了斯多亚派如何依据亚里士多德的《论对立者》区分相反性的承受者(状态、述谓、具性质者及定义),并探讨了相反者区分为无中介与有中介的学说,反驳了尼科斯特拉托的质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.2#3

κυριώτατα μὲν οὖν ἐπὶ τῶν ἕξεων καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται, δεύτερον δὲ ὡς ἐναντία λέγεται τὰ κατηγορήματα καὶ τὰ παρακείμενά πως ἐκείνοις· προσάγει δὲ ἁμωσγέπως πρὸς τἀναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασιν τἀναντία θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως οὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε. τοιαύτης δὲ οὔσης τῆς Στωικῆς διδασκαλίας ἴδωμεν, πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο. οὗτος γὰρ ἐν τῷ Περὶ ἀντικειμένων τὴν δικαιοσύνην πρὸς τὴν ἀδικίαν ἐναντίαν λέγει, οὐ λέγεσθαι δὲ τὸν δίκαιον τῷ ἀδίκῳ ἐναντίον φησίν, ἀλλ’ ἐναντίως διακεῖσθαι. “εἰ δὲ καὶ ταῦτα ἐναντία, φησίν, διττῶς ῥηθήσεται τὸ ἐναντίον· ἢ γὰρ καθ’ αὐτὰ ἐναντία ῥηθήσεται, οἷον ἀρετὴ καὶ κακία, κίνησις στάσις, ἢ τῷ μετέχειν ἐναντίων, οἷον τὸ κινούμενον τῷ ἑστηκότι καὶ τὸ ἀγαθὸν τῷ κακῷ”. ἐν οἷς ἐδίδαξεν, διὰ τί τοὺς ποιοὺς οὐκ εἶπεν ἐναντίους. ἐπεὶ γὰρ κατὰ μετοχὴν οἱ ποιοί εἰσιν διάφοροι, οὐκ ἂν τὸ μετέχον ὁμοίως οὗ μετέχει λέγοιτο,1 ἀλλὰ μᾶλλον ἐκείνου μετέχειν, καὶ παρώνυμα, εἴπερ ἄρα, ἀπ’ αὐτῶν εἶναι, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν. ἐπεὶ οὖν ἡ φρόνησις τῇ ἀφροσύνῃ ἐναντίον, οὐκ ἂν καὶ οἱ μετέχοντες ῥηθεῖεν ἐναντίοι, ἀλλὰ μετέχειν ἐναντίων· εἰ δὲ καὶ ταῦτά τις καλοῖ ἐναντία, διελέσθαι, φησίν, ὀφείλει, καὶ τὰ μὲν λέγειν ἁπλῶς ἐναντία, τὰ δὲ τῷ μετέχειν ἐναντίων κεκλῆσθαι ἐναντία. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατὰ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι’ ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσιν, πότερον 〈ἐναντία〉 ἐστὶν τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ 〈καὶ τὰ〉 κατὰ τοὺς ὅρους. καὶ ὁ γε Χρύσιππος ἐφίστησιν, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, οἱ δὲ οὔκ εἰσιν· πολλὰ γὰρ ἐν τούτοις συμπαραλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν, ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φασιν, ἐπ’ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασιν. ταῦτα δὲ παρὰ τῷ Ἀριστοτέλει πρώτῳ διώρισται, ἀσύνθετον μὲν μὴ ἀξιοῦντι ἐναντίον εἶναι τῷ τοῦ ἐναντίου ὅρῳ, οἷον τὴν φρόνησιν μὴ εἶναι ἐναντίον τῇ ἀγνοίᾳ τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἀλλ’ εἰ ἄρα, κατὰ συζυγίαν ὅρον ὅρῳ ἀντιτιθέναι καὶ ἐναντίους λέγειν τούτους τῷ ἐναντίων εἶναι πραγμάτων. φιλοτεχνεῖ δὲ περὶ τούτων ἐπὶ πλέον, ὡς λόγος ὁριστικὸς λόγῳ ἐναντίος ἐστίν, ἐὰν τῷ γένει τι ᾖ ἐναντίον ἢ ταῖς διαφοραῖς ἢ ἀμφοτέροις. οἷόν ἐστιν τοῦ καλοῦ ὁρισμός, εἰ οὕτω τύχοι, συμμετρία μερῶν πρὸς ἄλληλα, τούτῳ ἐναντίον ἀσυμμετρία μερῶν πρὸς ἄλληλα, καὶ ἔστιν τῷ γένει ἡ ἐναντίωσις. ἀλλαχοῦ δὲ ταῖς διαφοραῖς, οἷον λευκὸν χρῶμα διακριτικὸν ὄψεως, μέλαν δὲ χρῶμα συγκριτικόν· ἐν γὰρ τούτοις τὸ μὲν γένος τὸ αὐτό, κατὰ δὲ τὰς διαφορὰς ἐναντίωσις. εἴρηται οὖν πῶς λόγος λόγῳ ἐναντίος ἐστίν· κἂν οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι ἐναντία ἔσται.2 ἀλλὰ ταῦτα μὲν ἀρκούντως μέχρι τοῦδε προήχθω. Διελόντος δὲ τοῦ Ἀριστοτέλους τὰ ἐναντία εἴς τε τὰ ἄμεσα καὶ τὰ ἔμμεσα καὶ ἄμεσα μὲν λέγοντος ἐκεῖνα ὧν ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῷ δεκτικῷ καὶ ἀνὰ μέρος πάρεστιν τῷ ὑποκειμένῳ, εἰ μὴ τῶν συμφυῶν εἴη ὡς ἡ θερμότης τῷ πυρί, ἀλλὰ τῶν συμβεβηκότων, γίνεται λόγος τῶν ἀμέσων τοιοῦτος, ὅτι ἐστὶν ἄμεσα ἐναντία ἐν οἷς τὸ ἕτερον ἐξ ἀνάγκης ὑπάρχει περὶ τὸ δεκτικόν, ἔμμεσα δὲ ὧν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον. εἰπόντος δὲ Ἀριστοτέλους τῇ τῶν ἄκρων ἀποφάσει τὰ μέσα χαρακτηρίζεσθαι, ἀντιλέγει Νικόστρατος, ὡς “εἰ ἡ ἀπόφασις τὸ μέσον δηλοῖ, καὶ τὸ οὐκ ἄνθρωπος καὶ οὐχ ἵππος μεσότητα δηλώσει· δεῖ οὖν, φησίν, προσκεῖσθαι ‘ἐν τῷ αὐτῷ γένει λαμβανομένου τοῦ μέσου, ἐν ᾧπέρ ἐστιν αὐτοῦ τὰ ἄκρα’”. ἀλλ’ οὐ προσποιεῖται ὁ ταῦτα λέγων, ὅτι3 οὔτε ἄκρα ἐστὶν ἵππος καὶ ἄνθρωπος οὔτε ἐναντία, περὶ δὲ ἄκρων καὶ ἐναντίων ἦν ὁ λόγος.

因此,在最本真的意义上,相反性是在状态、关系、现实活动以及与这些相近的事物中被观察到的;第二位地,述谓以及在某种程度上与那些相邻的事物被说成是相反者;而“明智地”与“愚妄地”也以某种方式引向相反者。总的来说,相反者是在事物自身中被观察到的,明智直接这样相对于不明智而被说是相反的,而不是这个[明智]相对于这个[不明智]。既然斯多亚派的学说是这样的,就让我们看看他们是如何从亚里士多德的传授中引申出它的。因为亚里士多德在《论对立者》中说正义与不正义相反,但他却说正义的人并不被说成与不正义的人相反,而是处于相反的状态。“如果这些也是相反者,”他说,“相反者就将以双重方式被述说:因为它们要么作为自身而被称为相反者,如德性与恶德、运动与静止;要么通过分有相反者而被述说,如处于运动者相对于处于静止者,善的事物相对于恶的事物。”在这些话中他讲明了为什么他没有把具有某种性质者[直接]称为相反者。因为既然具有某种性质者是通过分有而相异的,那么分有者就不会以与它所分有者相同的方式被述说,而是宁可被说成分有那者,且如果确是如此,它们便是从那些事物派生得名的,正如白物派生于白。因此,既然明智与不明智相反,分有者自身就不会被称为相反者,而是被称为分有相反者;但他说,如果有人也将这些称为相反者,他就应当作出区分,并且说一类是单纯的相反者,而另一类则是因分有相反者而被叫作相反者。既然可能既通过非复合的语词来表达同一事物(如明智与不明智),又通过定义来表达(如关于善、恶及中立者的知识,以及不明智是对相同事物的无知),他们便探讨究竟只有依照单纯语词的事物是〈相反者〉,还是依照定义的事物〈也是如此〉。克律西波提醒注意:是否唯有通名且单纯的语词才是相反者,而定义则不是;因为在这些[定义]中,我们连带采纳了许多带有冠词、连词以及其他解释性成分的内容,而其中的每一项若被纳入相反者的论说(定义)中都会是不恰当的;正因如此,他说虽然明智与不明智相反,但他们说定义与定义不再以同等方式相反,而是将指称朝向那些事物,并且也将定义成对地对立起来。但这些事情最先是由亚里士多德规定的,他不赞成非复合的语词与相反者的定义相反——例如明智不与对善、恶及中立者的无知相反——而是认为,如果要对立,就应当成对地将定义与定义对立起来,并因它们属于相反的事物而称这些定义为相反的。他还对此作了更深入的技术性探讨,指出如果某个事物在属上相反,或者在属差上相反,或者在两者上都相反,那么定义性的言述就与言述相反。例如(若恰好如此)美的定义是“部分彼此之间的匀称”,与此相反的是“部分彼此之间的不匀称”,而相反性在于属中。但在其他情况下则在属差中,例如白是“离散视觉的颜色”,黑是“凝聚视觉的颜色”;因为在这些之中属是相同的,但相反性是依照属差的。因此,言述如何与言述相反已经被说明了;而且即使是表明实体(本质)的言述也将是相反的。不过,这些问题到此为止已经探讨得足够了。当亚里士多德将相反者划分为无中介者与有中介者,并且说无中介者是两端中必有一者必然属于接受者且轮流存在于底层物中的事物时——只要它不是生就固有的(如热对于火),而是属于偶性的话——,关于无中介者的说明就成为这样:无中介的相反者是其中一者必然属于接受者的事物,而有中介者是其中一者并非必然[属于]的事物。当亚里士多德说中介项是由两极的否定来表征时,尼科斯特拉托反驳道:“如果否定表明中介项,那么‘非人亦非马’也将表明中介状态;因此,”他说,“应当补充‘当在其中存在着它的两极的同一属中选取中介项时’。”但说这话的人却忽略了:马和人既非两极,亦非相反者,而论述所关涉的乃是两极与相反者。

语法注3 条
  1. 11.2οὐκ ἂν τὸ μετέχον ὁμοίως οὗ μετέχει λέγοιτο

    关系代词 οὗ 因受动词 μετέχει 支配而取属格,ὁμοίως 所支配的与格先行词[τούτῳ]被省略。句法骨架为 οὐκ ἂν τὸ μετέχον λέγοιτο ὁμοίως [τούτῳ] οὗ μετέχει,意为“分有者不会以与它所分有者相同的方式被述说”。

  2. 11.2κἂν οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι ἐναντία ἔσται

    主语 οἱ ... λόγοι 是阳性复数,而表语 ἐναντία 则是中性复数,在此作名词化用法,泛指“相反的事物(相反者)”。此处 κἂν 相当于 καὶ εἰ(“即使……”)。

  3. 11.2ἀλλ’ οὐ προσποιεῖται ὁ ταῦτα λέγων, ὅτι

    短语 οὐ προσποιεῖται 是习惯用法,意为“假装不知道”或“忽视、不顾”,后接 ὅτι 引导的宾语从句。主语是分词短语 ὁ ταῦτα λέγων(“说这些话的人”,即指尼科斯特拉托)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:388.30-390.19