← 辛普里丘

亚里士多德《范畴篇》注释

§387.14-388.30

相反者的定义与斯多亚派分类的考察

在解决了关于偶数与奇数如何被述谓的疑难之后,辛普里丘概述了亚里士多德与斯多亚派对相反者之古老定义(同一属中相距最远者)的考察,以及尼科斯特拉托的批评与斯多亚派的分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.2#2

ἢ οὐχὶ τοῦ ὡς γένους ἀριθμοῦ1 κατηγορεῖται τὸ ἄρτιον καὶ περιττὸν τὰ ὡς εἴδη, ἀλλὰ τοῦ ἀρτίου ἀριθμοῦ τοῦ ὡς εἴδους κατηγορεῖται ἡ τοῦ δίχα διαιρεῖσθαι διαφορά, ἣν ἴσως ἄρτιον ἐκάλεσεν ὡς τοῦ ἀρτίου εἰδοποιόν. Ἀλλ’ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. τῶν γὰρ Στωικῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων σπουδάζουσιν δεικνύναι ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὃ Περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο. καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον, ὅσα δὲ συμφώνως οἱ Στωικοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ἐστὶν ὅσα ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ηὔθυνεν τοῦτον τὸν ὅρον Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν· καὶ γὰρ εἰ τὰ διαφέροντα ἐναντία ἐστὶν ἐπέστησεν καὶ εἰ ἡ διαφορὰ ἐναντιότης εἶναι δύναται καὶ εἰ ἡ πᾶσα διάστασίς ἐστιν ἢ τὸ πλεῖστον διαφέρουσα καὶ εἰ ταὐτὸν τὰ πλεῖστον ἀπέχοντα τῷ τὰ πλεῖστον διαφέροντα καὶ τίς ἡ ἀπόστασις καὶ πῶς τοῦ πλεῖστον ἀπέχειν ἀκουστέον, ὧν ἀτόπων φανέντων2 προσληπτέον τι τῷ γένει, ἵνα ᾖ ὅρος τὰ πλεῖστον ἀπέχοντα ἐν τῷ αὐτῷ γένει, καὶ τίνα τούτῳ ἄτοπα ἕπεται καὶ εἰ ἑτερότητός ἐστιν ἡ ἐναντιότης καὶ εἰ τὰ μάλιστα ἕτερα ἐναντία, ἄλλους τε ἔθηκεν ἐλέγχους πλείονας. χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. ὁ μέντοι Νικόστρατος αἰτιᾶται, ὅτι μὴ μόνον ἐν τῷ αὐτῷ γένει * * * τῷ χρώματι τὸ λευκὸν καὶ μέλαν, καὶ γλυκὺ καὶ πικρὸν ἐν τῷ χυμῷ, δικαιοσύνη δὲ καὶ ἀδικία ἐξ ἐναντίων γενῶν· τῆς μὲν γὰρ ἀρετή, τῆς δὲ κακία τὸ γένος· αὐτὴ δὲ ἡ ἀρετὴ καὶ ἡ κακία τρόπον μέν τινα ἐκ τοῦ αὐτοῦ γένους (ἕξις γὰρ ἀμφοῖν τὸ γένος καὶ ποιότης), τρόπον δὲ ἄλλον ἐξ ἐναντίων γενῶν (τῆς μὲν γὰρ ἀρετῆς γένος τὸ ἀγαθόν, τῆς δὲ μοχθηρίας τὸ κακόν, τὸ δὲ ἀγαθὸν καὶ κακὸν αὐτὰ γένη δοκεῖ, εἰ μὴ ἄρα ἐν ποιότητι καὶ ταῦτα ὡς γένει· ὁ μέντοι γε Ἀριστοτέλης πολλαχοῦ φαίνεται τὸ ἀγαθὸν καὶ τὸ κακὸν μὴ ὡς γένη ἀλλ’ ὡς ὁμωνύμους φωνὰς τιθείς). τοῦτο δὲ πολλοστὸν μέν ἐστι μέρος ὧν ὁ Ἀριστοτέλης ἐν τῷ λόγῳ τῷ περὶ τῶν ἐναντιοτήτων ἠπόρησεν. ἄξιον δὲ ἐπὶ πάντων τῶν τοιούτων ζητημάτων δικαιολογεῖσθαι ὡς εἰώθασιν οἱ ἀρχαῖοι, κἂν ὑπαίτιος ᾖ τις ὑπογραφή, χρῆσθαι αὐτῇ, ὅταν μηδὲν καταβλάπτῃ πρὸς ἃ χρῶνται· διὸ ἐν μὲν τοῖς περὶ τοῦ ποσοῦ βουληθεὶς τὸ κάτω τῷ ἄνω ἐναντίον δεῖξαι ἐχρήσατο τῷ ὅρῳ ὡς ἂν ἀπὸ τῆς κατὰ τόπον ἐναντιώσεως ἀποδόντων αὐτὸν τῶν πρεσβυτέρων, ἐνταῦθα μέντοι ἐν τῇ περὶ τῶν ἐναντίων διδασκαλίᾳ οὐ κέχρηται αὐτῷ ὡς ἄνω μὲν προρρηθέντι, μὴ ὄντι δὲ ἀνυπαιτίῳ. τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσι καὶ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλους κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ Περὶ τῶν ἀντικειμένων συγγράμματι, ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον ὡς ἐκεῖνος, οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφραίνειν, καὶ τὰς μεσότητας, οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ἐναντίους ὑπέλαβον, ἀλλ’ ἐναντίως ἔχειν καὶ τοῦτον τούτῳ, ἀλλ’ ἀμέσως τὸν φρόνιμον τῷ ἄφρονι λέγουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα * ποιούμεθα τὴν σημασίαν, ὥς φασιν.

或者,并不是作为种的偶数与奇数被述谓于作为属的数,而是分成两等份的属差被述谓于作为种的偶数,而他或许将这属差称为“偶数”,视其为形成偶数之种的形式?但是,既然亚里士多德的文句已经变得清晰,就让我们也看看更著名的注解家们在这一论题上进一步发挥了哪些内容。因为斯多亚派人在逻辑学的精炼上抱有极大的自豪,在其他事物中尤其在相反者上,〔注解家们〕热衷于展示亚里士多德在一卷题为《论对立者》的书里提供了一切事物的出发点,而在那本书中有着不可胜数的疑难,那些人〔斯多亚派〕只提出了其中的一小部分。虽然在一篇导论中插入其余的讨论并不合宜,但斯多亚派人与亚里士多德一致规定的那些内容则是必须讲述的。既然关于相反者提出了一个古老的定义(我们在前面也曾提及),即它们是“在同一属中彼此相差最甚的事物”,亚里士多德便在《论对立者》中多方面地审视并批判了这一定义;因为他考察了有差异的事物是否即是相反者,差异是否能成为相反性,是所有的离异皆然、还是相差最甚者才如此,相距最远者与相差最甚者是否同一,那距离是什么,应当如何理解“相距最远”;在这些显出不合情理之处时,为了使定义成为“同一属中相距最远的事物”,是否应当给该属附加某种规定,由此会伴随哪些不合情理的结果,相反性是否属于相异性,最相异的事物是否即是相反者;此外他还提出了许多其他的反驳。然而,由于他仍在关于数量的论述中指出了该定义是古老的并予以采用,斯多亚派人继承并使用了它,一边指出其脆弱之处,一边仍试图化解看似不合情理之处。然而尼科斯特拉托指责说,不仅在同一属中* * *白与黑在颜色中,甘与苦在滋味中,而正义与不正义则来自相反的属;因为一者的属是德性,另一者的属是恶德;但德性与恶德自身在某种方式上来自同一属(因为两者的属都是状态和性质),在另一种方式上则来自相反的属(因为德性的属是善,卑劣的属是恶,而善与恶自身似乎就是属,除非它们也以性质为属而存在于性质中;然而亚里士多德在许多地方显然将善与恶不作为属而是作为同名异义词来确立)。但这只是亚里士多德在关于相反性的论述中所提出之疑难的一小部分。在所有这类探究中,理当如此进行辩护:古代人即使在某种描述有值得指责之处时,只要它对他们所运用的目的毫无损害,也习惯于使用它;正因如此,在关于数量的论述中,他希望表明下与上相反,便采用了这一定义,仿佛古代的前辈是从空间上的相反性给出这一定义的;然而在此处关于相反者的讲授中,他并没有采用它,因为上面已经说过了,而且它并非无可指责。因此,斯多亚派人使用了所有这些,并步步紧随亚里士多德关于相反者的其他界定,因为他在《论对立者》这一著作中赋予了他们出发点,而他们在自己的书籍中将其加以阐发。因为他们也像他一样,认为状态是相反的,例如明智与不明智;述谓亦然,如同行事明智与行事愚妄;副词亦然,例如明智地或愚妄地。然而具有某种性质者和处于某种状态者,他们不再认为是相反者,而是认为处于相反的状态,这也是这者相对于那者而言,但他们说,明智者是直接相对于不明智者而言说的。如果我们有时确实说这者与那者相反,正如他们所说,我们是针对直接之物*来赋予这一意指的。

语法注2 条
  1. 11.2ἢ οὐχὶ τοῦ ὡς γένους ἀριθμοῦ

    对上一段结尾疑问(种依属作为底层主体而言说是否荒谬)的自我解答。连词 ἢ 是注解家提出解决意见时的惯用表达(“或者说”),而否定词 οὐχὶ 与后文的 ἀλλὰ 呼应,否定第一个分句(“并不是……而是……”)。

  2. 11.2ὧν ἀτόπων φανέντων

    以关系代名词 ὧν 为逻辑主语的属格独立结构。它承接前面关于亚里士多德对相反者定义之探究所列举的一系列间接疑问中出现的种种不合理之处,并为随后表示应当性的动词形容词分句 προσληπτέον τι τῷ γένει(“应当给该属附加某种规定”)提供逻辑背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:387.14-388.30