- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:385.30-387.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘展开了对《范畴篇》11b33及以下关于相反者的探讨,论述了相反者与关系者的区别、无中介与有中介的相反者的划分、中介项的数量与命名与否,以及相反者是“在底层主体中”还是“依底层主体言说”,并探讨了奇偶数作为种还是属差的地位。
" Τὰ δὲ ὡς τὰ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται ἕως τοῦ οἷον τὸ οὔτε ἀγαθὸν οὔτε κακόν, οὔτε δίκαιον οὔτε ἄδικον." Μετὰ τὰ πρός τι περὶ τῶν ἐναντίων εἰπεῖν προτίθεται, διότι τῶν ἀντικειμένων τὰ ἐναντία εἴδη ἐστὶν ἑκάτερα, ἐπὶ δὲ τῆς ἕξεως καὶ τῆς στερήσεως τὸ ἕτερον, ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως ἐν λόγῳ τὸ ὅλον καὶ συνθέσει· εἰκότως οὖν τῶν ἄλλων τὰ ἐναντία προτετίμηται. ἀρχόμενος δὲ τοῦ περὶ τῶν ἐναντίων λόγου τὴν διαφορὰν αὐτῶν εὐθέως τὴν πρὸς τὰ πρός τι παραδέδωκεν· οὐ γὰρ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἐναντίων λέγεται· τὸ γὰρ λευκὸν οὐ λέγεται * * * τῷ μέλανι.1 τῶν δὲ λοιπῶν ἀντικειμένων, ὡς εἴρηται, διαφέρει τῷ εἴδη εἶναι ἄμφω τὰ ἐναντία. ἐφεξῆς δὲ τὴν διαφορὰν αὐτῶν τῶν ἐναντίων παραδιδοὺς τῶν ἐναντίων τὰ μὲν ἄμεσά φησιν εἶναι, ὧν ἐξ ἀνάγκης ἕτερον ὑπάρχει τῷ δεκτικῷ, οἷον ὑγεία καὶ νόσος καὶ περιττὸν καὶ ἄρτιον· καὶ γὰρ τὸ ἀρτιοπέριττον καὶ τὸ περισσάρτιον, κἂν μεταξύ πως ἀμφοῖν δοκῇ, τοῦ τε περιττοῦ καὶ ἀρτίου, ἀλλὰ καὶ αὐτὰ ἄρτιά ἐστιν τῷ εἴδει. ὑγείας δὲ καὶ νόσου ὁ μὲν Ἀριστοτέλης οὐδὲν εἶναι μέσον φησὶν καίτοι ἀρετῆς καὶ κακίας ὁρῶν μεσότητα ὡς φιλόσοφος, οἱ δὲ ἰατροὶ περὶ τὰ σώματα ἐσπουδακότες καὶ πολλὰς ἔθεντο μεσότητας ὑγείας καὶ νόσου ἐν τῷ πλάτει στρεφομένας τῆς οὐδετέρας παρ’ αὐτοῖς λεγομένης καταστάσεως. τινὰ δὲ τῶν ἐναντίων ἔμμεσα, ὧν οὐκ ἐξ ἀνάγκης θάτερον περὶ τὸ δεκτικόν ἐστιν, οἷον τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ ἀνάγκη πάντως ἢ λευκὸν ἢ μέλαν εἶναι, ἐπειδὴ ἔστιν καὶ φαιὰ καὶ ξανθὰ καὶ ἄλλα ἔχοντα χρώματα τὰ ἀνὰ μέσον. τῶν δὲ ἐμμέσων ἤτοι μεσωτῶν (λέγεται γὰρ καὶ οὕτως) τὰ μὲν πλείω ἔχει τὰ μέσα, τὰ πλέον ἴσως ἀλλήλων διεστηκότα τῇ φύσει, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος εἴρηται· πολλὰ γάρ ἐστιν τὰ ἐν μέσῳ τούτων χρώματα· τὰ δὲ ἓν μόνον διὰ τὴν ἐγγύτητα τὴν πρὸς ἄλληλα, οἷον τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρὸν μόνον μέσον. τῶν δὲ ἐμμέσων τὰ μὲν ὠνομασμένα ἔχει τὰ μέσα ὡς ἐπὶ τῶν εἰρημένων, τὰ δὲ ἀκατονόμαστα, τῇ δὲ ἀποφάσει τῶν ἄκρων δηλούμενα· τὸ γὰρ μεταξὺ τοῦ ἀγαθοῦ καὶ κακοῦ οὐκ ὠνόμασται, λέγεται δὲ οὔτε ἀγαθὸν οὔτε κακόν (τὸ γὰρ τοῦ ἀδιαφόρου ὄνομα ὑπὸ τῶν νεωτέρων ἐτέθη), καὶ τοῦ δικαίου δὲ καὶ ἀδίκου τὸ μέσον ἀνώνυμόν ἐστιν, τῇ δὲ ἀποφάσει τῶν ἄκρων ὀνομάζεται. καὶ δῆλον ὅτι τὰ μὲν τῇ συνηθείᾳ γενόμενα γνώριμα, ταῦτα καὶ ὀνόματος ἔτυχεν συνήθους, τὰ δὲ ἄγνωστα τῇ συνηθείᾳ ἔμεινεν ἀκατονόμαστα. ἐπεὶ δὲ τῶν ἐναντίων τὰ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ὡς τὸ λευκὸν καὶ μέλαν (ἐν σώματι γὰρ ὑπάρχει παθητικῶς αὐτὰ δεχομένῳ), τὰ δὲ καθ’ ὑποκειμένου λέγεται, ὡς τὸ ἄρτιον καὶ περιττόν (κατὰ γὰρ τοῦ ἀριθμοῦ2 καθ’ ὑποκειμένου λέγεται ταῦτα, διότι διαφοραί εἰσιν, αἱ δὲ διαφοραί, ὡς αὐτὸς ἐν τῷ περὶ τῆς οὐσίας ἔδειξεν λόγῳ, καθ’ ὑποκειμένων λέγονται τῶν εἰδῶν), διὰ τοῦτο τὰ μὲν ἐν ὑποκειμένῳ ἐδήλωσεν διὰ τοῦ ἐν οἷς πέφυκεν γίνεσθαι, τὰ δὲ καθ’ ὑποκειμένου διὰ τοῦ ἢ ὧν κατηγορεῖται. κἂν γὰρ ἐν ὑποκειμένῳ πάντως ᾖ ὁ ἀριθμός, ἀλλ’ ὅταν τὸ ὑποκείμενον μὴ παραλαμβάνηται, τότε τὸ ἄρτιον καὶ τὸ περιττὸν ὡς καθ’ ὑποκειμένου τοῦ ἀριθμοῦ λέγεται. ὅτι γὰρ οὐχ ὁμοίως ὑγεία καὶ νόσος ὑπάρχει σώματι καὶ περιττὸν καὶ ἄρτιον ἀριθμῷ, δῆλον ἐκ τοῦ τὴν μὲν ὑγείαν καὶ τὴν νόσον τῷ αὐτῷ σώματι παρὰ μέρος ὑπάρχειν, τὸ δὲ ἄρτιον καὶ περιττὸν τῷ αὐτῷ ἀριθμῷ μηδαμῶς ὑπάρχειν. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ ἄρτιον καὶ περιττὸν διαφοραί εἰσιν ἀριθμοῦ ἢ εἴδη ἀριθμοῦ· εἰ γὰρ ὁριζόμενοι τὸ ἄρτιον λέγομεν ‘ἀριθμὸς δίχα διαιρούμενος’, τὸ δὲ ἐκ γένους τοῦ ἀριθμοῦ καὶ διαφορᾶς τινος εἶδος ἂν εἴη ἀριθμοῦ, πῶς καθ’ ὑποκειμένου λέγεται τοῦ ἀριθμοῦ; τὸ γὰρ εἶδος οὐκ ἂν καθ’ ὑποκειμένου λέγοιτο τοῦ γένους, εἴπερ τὸ καθ’ ὑποκειμένου λεγόμενον καθολικώτερόν ἐστι τοῦ καθ’ οὗ λέγεται.
“作为相反者存在的事物,就其自身所是之物而言绝非彼此相对而言说的……直到,例如既非善亦非恶、既非公正亦非不公正者。” 在讨论了关系者之后,他提议讨论相反者,因为在诸对立者中,相反者各自都是形式,而在状态与缺失中仅有一方是形式,在肯定与否定中全体则存在于言辞与结合之中;因此相反者理所当然地优先于其他对立者受到重视。在开始关于相反者的论述时,他随即给出了它们相对于关系者的差异;因为相反者并不相对于另一相反者被说成是其自身所是之物;因为白并不对黑被说成* * *。正如已说过的,它们与其他剩余的对立者的不同之处在于,双方相反者都是形式。随后,在给出相反者自身的差异时,他说相反者中有的是无中介的,其接受者必然具有二者之一,例如健康与疾病、奇数与偶数;因为偶奇数与奇偶数,即使看似在某种程度上居于奇数与偶数二者之间,但它们自身在形式上亦是偶数。亚里士多德一方面说健康与疾病之间没有任何中介,尽管作为哲学家他看到了德性与恶德的中道;另一方面,致力于身体的医者们则确立了健康与疾病之间的诸多中介,这些中介在被他们称为“非此非彼的状态”的幅度中变动。但某些相反者是有中介的,其接受者并不必然具有二者之一,例如白与黑;因为并非必然在任何情况下都是白或黑,因为在中间亦有灰色、黄色以及具有其他颜色的事物。在有中介的即具中位的事物中(因为它们亦如此被称呼),有些具有多个中介,这或许是那些在自然本性上彼此相距更远的事物,正如关于白与黑所说的那样;因为居于其间的颜色有很多;而另一些由于彼此间的临近而仅有一个中介,例如在热与冷中仅有温热是中介。在有中介的相反者中,有些具有已命名的中介,如已提及的例子;有些则〔具有〕未被命名的、通过对两极的否定来表明的〔中介〕;因为善与恶之间的中介并未被命名,而是被称为“既非善亦非恶”(因为“无分别之物”这一名称是由较晚近的人们确立的),公正与不公正之间的中介亦是无名的,是通过对两极的否定来命名的。显然,那些通过日常习惯变得熟知的事物亦获得了习惯的名称,而未被日常习惯熟知的事物则依然未被命名。但是,既然相反者中有些存在于底层主体之中,如白与黑(因为它们存在于被动接受它们的身体之中),而有些则是依底层主体言说的,如偶数与奇数(因为这些依数作为底层主体而言说,因为它们是属差,而属差正如他自己在关于实体的论述中所展示的,是依诸种作为底层主体而言说的),正因如此,他通过“它们自然本性上生成于其中的事物”表明了存在于底层主体之中的事物,并通过“或者它们被述谓的事物”表明了依底层主体言说的事物。因为即使数无论如何都存在于底层主体之中,但每当底层事物未被一并考虑时,那时偶数与奇数便是依数作为底层主体而言说的。因为健康与疾病属于身体,不同于奇数与偶数属于数,这一点从健康与疾病轮流属于同一个身体,而偶数与奇数绝不属于同一个数中显而易见。不过值得注意的是,偶数与奇数究竟是数的属差,抑或是数的种;因为如果我们定义偶数时说“分成两等份的数”,而由数这个属和某种属差构成者应当是数的种,那么它如何能依数作为底层主体而言说呢?因为如果依底层主体言说者必然比它所依之言说者更普遍,那么种就不可能依属作为底层主体而言说。
- 11.2τὸ γὰρ λευκὸν οὐ λέγεται * * * τῷ μέλανι
手抄本传承中存在文句脱漏(lacuna)。原本可能脱落了包含属格补足语的短语(如“黑的白”,λευκὸν μέλανος)或与与格 τῷ μέλανι 相应的述谓表达。译文保留原文的星号标记,未作测拟增补。
- 11.2τὸ δὲ ἐκ γένους τοῦ ἀριθμοῦ καὶ διαφορᾶς τινος εἶδος ἂν εἴη ἀριθμοῦ, πῶς καθ’ ὑποκειμένου λέγεται τοῦ ἀριθμοῦ;
由条件从句与反问句结合而成的句式。顺应前文的 εἰ γὰρ ὁριζόμενοι... λέγομεν,主语短语 τὸ ἐκ γένους... 带有表示潜在的 ἄν+希求语气 εἴη(“由属与某种属差构成者应当是种”),进而引出反诘疑问句 πῶς καθ’ ὑποκειμένου λέγεται...(“那么它又如何能依数作为底层主体而言说呢?”)。
