← 辛普里丘

亚里士多德《范畴篇》注释

§384.21-385.29

关系对立与相反对立的本质区别

辛普里丘探讨了关系对立与相反对立的本质区别(共存性与战斗性,以及相反本身与分有相反之具体事物的区别),阐明了主动与被动的对立,并解释了在肯定与否定之例中采用述词项的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1#3

ἡ γοῦν ἐπιστήμη πρὸς μὲν τὸ ἐπιστητὸν ἀντίθεσιν ἔχει συνυπαρκτικὴν τὴν κατὰ τὸ πρός τι, πρὸς δὲ τὴν ἄγνοιαν ἀντίθεσιν μαχητικὴν καὶ ἀσύνακτον· οὐ γὰρ λέγεται ἐπιστήμη ἀγνοίας, ἀλλ’ ἐπιστητοῦ μὲν ἐπιστήμη, ἀγνοίας δὲ ἐναντίον. δεῖ οὖν τὴν τῶν πρός τι ἀντίθεσιν συναγωγὸν τῶν ὑποκειμένων νοεῖν μετά τινος ἀντιθέσεως ἐξ ἀλλήλων καὶ μὴ ἐξ ἑαυτῶν τὴν διαφορὰν λαμβανούσης· διὰ τοῦτο γὰρ τὰ μὲν ἐναντία ἐξωθεῖ ἄλληλα, τὰ δὲ πρός τι ἐκ τῆς πρὸς ἄλληλα οἰκειότητος τὴν ἑτερότητα συνάγει. διὸ καὶ τὰ μὲν μᾶλλον ἐμφαίνει τὴν ἑτερότητα, ὡς τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ ἧττον, ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, τὰ δὲ οὐδὲ ὅλως σχεδόν, ὡς οἱ ἴσοι πρὸς ἀλλήλους. ὅσα οὖν ἀντίθεσιν ἔχοντα τοῦ ἀντικειμένου λέγεται αὐτὸ ὅπερ ἐστίν, ταῦτα τῶν πρός τί ἐστιν, ὥσπερ τὸ μεῖζον αὐτὸ τοῦτο ὃ λέγεται τοῦ ἀντικειμένου λέγεται, καὶ τὸ αὐτὸ πρὸς μὲν τὸ μεῖζον, πρὸς δὲ ἕτερον ἔλαττον· διὸ οὐδὲ μαχητικὴ ἡ τοιαύτη ἀντίθεσις. καὶ τὸ ὀρθὸν δὲ τὸ τύπτειν πρὸς τὸ ὕπτιον τὸ τύπτεσθαι1 ὡς πρός τι ἀντίκειται· διὸ καὶ Ἀριστοτέλης τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐπιδέχεσθαι τὰ ἐναντία εἰπὼν αὐτὰ μὲν οὐκ ἔφη ἐναντία εἶναι ἀλλήλοις, ἐν ἑκατέρῳ δὲ αὐτῶν ἐπέδειξεν ἐναντίωσιν, ὡς ἐν τῷ λευκαίνειν καὶ μελαίνειν καὶ λευκαίνεσθαι καὶ μελαίνεσθαι· Ἀνδρόνικος δὲ οὐκ ἀντίθετα μόνον ἀλλὰ καὶ ἐναντία τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπεφήνατο. καὶ τοῦτο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι τὰ μὲν πρός τι πρὸς ἄλληλα λέγεται, τὰ δὲ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν ἐναντία, τουτέστιν τὰ τῇ ἐναντιώσει περιεχόμενα,2 ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, πρὸς ἄλληλα οὐ λέγεται, τὸ δὲ ἐναντίον αὐτὸ καὶ οὐχὶ τὰ περιεχόμενα ὑπ’ αὐτοῦ κατὰ τὰ πρός τι λέγεται καὶ οὐχὶ κατὰ τὸ ἐναντίον· ἀντεισάγει γὰρ ἄλληλα καὶ συνυφέστηκεν. καὶ ἴσως τούτου αἴτιον ἡ κοινὴ τῆς ἐναντιότητος ἐν τοῖς ἐναντίοις συνύπαρξις. Νικόστρατος δὲ δεικνύναι νομίζει, ὅτι τὰ ἐναντία πρὸς ἄλληλα λέγεται, οὐκ ἀπὸ τῶν ὑπὸ τὸ ἐναντίον ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ ἐναντίου ποιούμενος τὴν ἐπιχείρησιν. ἐπὶ πάντων δὲ ἴσμεν ὅτι ἄλλο μέν ἐστιν αὐτὸ ἕκαστον, ἄλλο δὲ τὸ ὑπ’ αὐτὸ τεταγμένον καὶ μετέχον αὐτοῦ, ὥσπερ τὸ ἴσον αὐτὸ μέν ἐστι τῶν πρός τι, τὰ δὲ ὑπ’ αὐτὸ ποσά ἐστιν ἐν οἷς τὸ ἴσον· οὕτως οὖν καὶ τὰ μὲν ἐναντία αὐτὰ ὡς συνυπάρχοντα πρός τί ἐστιν, τὰ δὲ ὑπὸ τὰ ἐναντία ὡς μετέχοντα τῶν ἐναντίων ἐναντία ἐστίν. καὶ ἔστιν μὲν θαυμαστόν, πῶς τὰ ἐναντία καθὸ ἐναντία οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι. εἰ μὲν γὰρ πρὸς τῷ ἐναντία εἶναι ὑπῆρχεν αὐτοῖς καὶ τὸ πρός τι εἶναι, οὐδὲν θαυμαστόν· εἰ δὲ ἐναντία ὄντα οὐδὲ ὅλως ἐστὶν ἐναντία, καθὸ ἐναντία ἐστί, θαύματι ἔοικεν. ἢ οὐδὲν θαυμαστόν, εἰ κατὰ μὲν τὴν κοινὴν καὶ μίαν ἰδιότητα ἱστάμενα συνυπάρχει ἀλλήλοις τὰ ἐναντία, κατὰ δὲ τὴν χωριστικὴν καὶ μαχητικὴν μάχεσθαι ποιεῖ τὰ μετέχοντα· καὶ γὰρ καὶ ἡ διάκρισις αὐτὴ καὶ ἡ μάχη μία οὖσα ἥνωται πρὸς ἑαυτήν, τὰ δὲ μετέχοντα μάχης καὶ διακρίσεως κεχώρισται ἀπ’ ἀλλήλων. ἀλλὰ ταῦτα μὲν περὶ τούτων. τῆς δὲ καταφάσεως καὶ ἀποφάσεως παραδείγματα παρατιθεὶς οὐχ ὅλας τὰς προτάσεις ἀλλὰ τοὺς κατηγορουμένους ὅρους τέθεικεν, διότι κατ’ αὐτοὺς αἱ προτάσεις χαρακτηρίζονται τοῦ ἀρνητικοῦ μορίου τῷ κατηγορουμένῳ προστιθεμένου.3 ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

无论如何,知识相对于可知者具有依关系的共存性对立,而相对于无知则具有战斗性且不相容的对立;因为知识并不被说成是无知的[知识],而是可知者的知识,无知的相反者。因此,必须将关系者的对立理解为对底层事物的汇聚,伴随着某种从彼此而非从自身获得差异的对立;因为正因如此,相反者相互排斥,而关系者则从彼此之间的亲密性中汇聚起相异性。由此,有些事物更强地显现相异性,如双倍相对于一半;有些事物则较弱,如知识相对于可知者;有些事物则几乎完全不显现,如彼此相等的诸物。因此,凡具有对立且相对于所对立者被说成是其自身所是之物的,都属于关系者,正如较大者相对于所对立者被说成是它被言说的正是此物,并且同一事物相对于一者较大,而相对于另一者较小;因此这类对立亦非战斗性的。此外,主动的“打”与被动的“被打”亦作为关系者而对立;由此亚里士多德在谈及作用与受动容纳相反者时,并未说它们自身彼此相反,而是在它们各自内部展示了相反关系,正如在使白与使黑、变白与变黑中那样;但安德罗尼柯则断言作用与受动不仅是对立的,而且是相反的。这一点亦值得注意:关系者是彼此相对而言说的,而那些作为相反者本身的事物,即被相反关系所包含的事物,如白与黑,并不是彼此相对而言说的,但相反者本身——而非其所包含的事物——则是依关系者而非依相反者而言说的;因为它们相互引入并共同存在。或许这的原因是相反性在诸相反者中的共同共存。然而尼科斯特拉托斯认为他证明了相反者是彼此相对而言说的,他的论证不是从相反者之下的事物出发,而是从相反者本身出发。但在一切情况下我们都知晓,每个事物本身是一回事,而归在其下并分有它的事物则是另一回事,正如相等本身属于关系者,而其下的事物则是相等存在于其中的数量;因此,相反者本身作为共存者属于关系者,而相反者之下的事物作为分有相反者之物则是相反者。诚然,相反者就其作为相反者而言并非相反者而是关系者,这令人惊异。因为如果除了作为相反者之外,属于它们的还有作为关系者,这并不奇怪;但如果在作为相反者的同时,就其作为相反者而言根本就不是相反者,这便宛如奇迹了。抑或并不值得惊异,倘若相反者依据其共同且单一的特有属性立足时彼此共存,而依据其分离性与战斗性的特有属性立足时则使其分有者发生争斗;因为分离本身与争斗本身是单一的,与自身合一,而分有争斗与分离的事物则彼此分离。不过关于这些就谈到这里。他在给出肯定与否定的例子时,并未列出完整的命题,而是列出了被述谓的项,因为当否定小词加在谓项上时,命题是由这些项来表征的。但我们必须进而讨论接下来的内容。

语法注3 条
  1. 11.1τὸ ὀρθὸν δὲ τὸ τύπτειν πρὸς τὸ ὕπτιον τὸ τύπτεσθαι

    语法术语 τὸ ὀρθόν(主动)与 τὸ ὕπτιον(被动)分别同带有定冠词的不定词 τὸ τύπτειν 和 τὸ τύπτεσθαι 构成同位语,意为“主动的‘打’”与“被动的‘被打’”。

  2. 11.1τὰ δὲ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν ἐναντία, τουτέστιν τὰ τῇ ἐναντιώσει περιεχόμενα

    αὐτὰ μὲν ἅπερ ἐστὶν ἐναντία(“那些作为相反者本身的事物”)由随后 τουτέστιν 引导的短语(“即被相反关系所包含的事物”,如白与黑等具体特质)作同位语解释,并与紧随其后的 τὸ δὲ ἐναντίον αὐτό(作为普遍概念的“相反者本身”)相对比。

  3. 11.1τοῦ ἀρνητικοῦ μορίου τῷ κατηγορουμένῳ προστιθεμένου

    属格独立结构,表伴随情况或原因(“否定小词加在被述谓项上”),进一步阐明前文由 διότι 引导的原因从句中的具体机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:384.21-385.29