← 辛普里丘

亚里士多德《范畴篇》注释

§383.10-384.21

关系者的换位方式与关系对立的特征

辛普里丘探讨了关系者中对应表述不依赖于格的情况(如可知者与知识),引用阿尔库塔斯的文本呈现了非对称换位与对称换位的分类。随后他讨论了阿尔库塔斯与亚里士多德在关系者是否存在中介上的分歧,并论述了依关系的对立与相反对立在述谓方式和共存性上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1#2

οὐ γὰρ πάντα οὕτως λέγεται ὡς τοῦτο ὅ ἐστιν πρὸς ἄλλο λέγεσθαι, ὥσπερ τὸ διπλάσιον καὶ τὸ ἥμισυ καὶ ἡ ἐπιστήμη· ἕκαστον γὰρ τούτων τοῦτο ὅ ἐστιν πρὸς ἄλλο λέγεται, καθ’ ἣν ἂν πτῶσιν ἡ ἀπόδοσις ἐκείνου γένοιτο, κἂν μὴ κατὰ πτῶσιν δὲ γένοιτο ἡ ἀπόδοσις, ὥσπερ τὸ μέγα καὶ μικρὸν ἀντικείμενα κατὰ τὸ πρός τι ἀλλήλοις οὐ κατὰ πτῶσιν ἀποδίδοται οὐδὲ ἔστιν τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ μόνον πρὸς τὸ ἕτερον λέγεται,1 οὐδὲ τὸ ἐπιστητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν ὁμοίως οὐδὲ ἄλλο τι τῶν τοιούτων ἐκείνων ἐστὶν τῶν πρὸς ἃ λέγεται· τὸ γὰρ ἐπιστητὸν οὐκ αὐτὸ ἄλλου ἐστίν, ἀλλ’ αὐτοῦ ἄλλο· πρὸς γὰρ τὴν ἐπιστήμην λέγεται οὐχ ὅτι ἐστὶν τῆς ἐπιστήμης, ἀλλ’ ὅτι αὐτοῦ ἐστιν ἡ ἐπιστήμη. τὴν δὲ αἰτίαν τούτου γέγραφεν Ἀρχύτας ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένων παραδίδωσιν, καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν· “τῶν δὲ πρός τι τὰ μὲν ἀντιστρέφει ἀλλάλοις ἐξ ἑκατέρων, ὡς τὸ μέζον καὶ τὸ μεῖον καὶ τὸ ἀδελφὸν καὶ τὸ ὅμοιον· τὰ δὲ ἔχει μὲν ἀντιστροφάν, οὐ μὰν ἐξ ἀμφοτέρων γε τῶν μερῶν· ἁ μὲν γὰρ ἐπιστάμα λέγεται τῶ ἐπιστατῶ καὶ ἁ αἴσθασις τῶ αἰσθατῶ, οὐ μὰν ἀνάπαλιν τὸ ἐπιστατὸν τᾶς ἐπιστάμας καὶ τὸ αἰσθατὸν τᾶς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευ τοῦ κρίνοντος δυνατὸν ἦμεν, οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος καὶ τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας, τὸ δὲ κρῖνον ἄνευ τῶ κρινομένω ἀδύνατον ἦμεν, οἷον τὰν αἴσθασιν ἄνευ τῶ αἰσθατῶ καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἐχόντων τῶν μερῶν τὰν ἀντιστροφὰν τὰ μὲν ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὅμοιον καὶ τὸ ἴσον καὶ τὸ ἀδελφόν· τοῦτο γὰρ τούτῳ ὅμοιον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἴσον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἀδελφὸν καὶ τοῦτο τούτῳ πάλιν· ἃ δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων τῶν μερῶν, οὐ μὰν ἀδιαφόρως· τοῦτο μὲν τούτω μέζον, τοῦτο δὲ τούτω μεῖον, καὶ οὗτος μὲν τούτω πατήρ, οὗτος δὲ τούτω υἱός”. Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης μεσότητα τῶν πρός τι οὐ παραδέδωκεν, ὁ δὲ Ἀρχύτας περὶ αὐτῶν τάδε γέγραφεν· “τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τοῦ δεσπόζοντος καὶ δούλω τὸ ἐλεύθερον, καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον, καὶ μεταξὺ τοῦ πλατέος καὶ στενοῦ τὸ ἐφαρμόζον”. εἰ δὲ καὶ Ἀριστοτέλης μὴ συνεχώρει ταύτῃ τῇ μεσότητι, διαφέρειν ἂν εἶπεν2 τὴν κατὰ τὸ πρός τι ἀντίθεσιν τῆς κατὰ τὸ ἐναντίον καὶ τῷ μὴ ἐπιδέχεσθαι μεσότητα. Διαφέρει δὲ τῶν ἐναντίων τὰ πρός τι τῷ τρόπῳ τῆς κατηγορίας. τὰ μὲν γὰρ πρός τι αὐτὰ ἅπερ ἐστὶ πρὸς ἄλληλα λέγεται ὁπωσοῦν, τὰ δὲ ἐναντία ἀντίκειται μέν, οὐ μέντοι ἀντιστρέφει πρὸς ἄλληλα· τὸ γὰρ ἀγαθὸν οὐ λέγεται τοῦ κακοῦ οὐδὲ τὸ κακὸν ἀγαθοῦ κακόν, ἀλλ’ ἐναντία μόνον ἀλλήλοις. φυλάττεσθαι δὲ δεῖ, μήποτε ἀπὸ τῶν πρός τι μεταπέσωμεν εἰς τὴν τῶν ἐναντίων ἢ εἰς ἄλλην ἀντίθεσιν. τὰ μὲν γὰρ πρός τι οὐκ ἦν μαχητικὰ οὐδὲ ἀναιρετικὰ ἀλλήλων,3 ἀλλὰ μᾶλλον καὶ θετικά, τῆς ἑτερότητος μόνης εἰσαγούσης συνυπάρχουσαν ἀντίθεσιν.

因为并非所有事物都以这种方式言说,即其自身所是者相对于他者而言说,犹如双倍、一半和知识;因为这些中的每一者,无论对其的对应表述以何种格产生,其自身所是者都是相对于他者而言说的;而即使对应表述不依据格产生——正如大与小依关系彼此对立,既非依据格被对应表述,亦非一者属于另一者,而仅仅是相对于另一者而言说——可知者、可感觉者、可理知者以及任何其他此类事物,亦同样不属于它们相对于其而言说的那些事物。因为可知者并非其自身属于他者,而是他者属于它自身;实际上,它相对于知识而言说,并非因为它是知识的,而是因为知识是它的。阿尔库塔斯在他阐明依关系对立的事物之差异的地方写明了其原因,将那整段文句抄录下来更为恰当:“在关系者中,有些从两方面彼此换位,如较大与较小、兄弟和相似;而另一些虽具有换位,但绝非从两方面具有。因为知识被说成是可知者的,感觉被说成是可感觉者的,但绝非反过来可知者〔被说成是〕知识的、可感觉者〔被说成是〕感觉的。其原因在于,被判断者能够没有判断者而存在,例如可感觉者没有感觉、可知者没有知识[亦能存在];而判断者没有被判断者则不可能存在,例如感觉没有可感觉者、知识没有可知者[则不可能存在]。在从两方面具有换位的事物中,有些彼此之间无差别地换位,如相似、相等和兄弟;因为这与这相似,而这反过来亦与这[相似];这与这相等,而这反过来亦与这[相等];这是这的兄弟,而这反过来亦是这的[兄弟]。而另一些虽从两方面彼此换位,但绝非无差别地:此者大于彼者,而彼者小于此者;此人是彼人的父亲,而彼人是此人的儿子”。  应当知晓,亚里士多德并未给出关系者的中介,而阿尔库塔斯关于它们则写道:“关系者容纳中介;因为在统治者与奴隶之间是自由人,在较大与较小之间是相等者,在宽与窄之间是适称者”。但即使亚里士多德不赞同这种中介,他亦会说依关系的对立与依相反的对立的区别还在于不容纳中介。  关系者与相反者在述谓方式上亦有差异。因为关系者无论以何种方式,其自身所是者都是彼此相对而言说的;而相反者虽然对立,却绝不彼此换位;因为善并不被说成是恶的[善],恶亦不被说成是善的恶,而仅仅是彼此相反。我们必须保持警惕,唯恐从关系者滑入相反者的〔对立〕或另一种对立之中。因为关系者彼此之间既不是战斗性的亦非毁灭性的,反而甚至是相互设定的,仅由相异性引入了共存的对立。

语法注3 条
  1. 11.1κἂν μὴ κατὰ πτῶσιν δὲ γένοιτο ἡ ἀπόδοσις, ὥσπερ τὸ μέγα καὶ μικρὸν ἀντικείμενα κατὰ τὸ πρός τι ἀλλήλοις οὐ κατὰ πτῶσιν ἀποδίδοται οὐδὲ ἔστιν τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ μόνον πρὸς τὸ ἕτερον λέγεται, οὐδὲ τὸ ἐπιστητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν ὁμοίως οὐδὲ ἄλλο τι τῶν τοιούτων ἐκείνων ἐστὶν τῶν πρὸς ἃ λέγεται

    该长句的句法骨架为:由 κἂν... δὲ(即使……)引导的让步从句插入,随后是由 ὥσπερ... 引导的比较插句(大与小的例子),最终连接至主句 οὐδὲ τὸ ἐπιστητὸν ... ἐκείνων ἐστὶν τῶν πρὸς ἃ λέγεται(“可知者等亦不属于那些它们相对于其而言说的事物”)。这具体阐明了句首的 οὐ γὰρ πάντα οὕτως λέγεται(并非所有事物都这样被说),指出了不依赖于属格对应关系的相关项。

  2. 11.1εἰ δὲ καὶ Ἀριστοτέλης μὴ συνεχώρει ταύτῃ τῇ μεσότητι, διαφέρειν ἂν εἶπεν

    由条件从句中的未完成过去时直陈式 μὴ συνεχώρει 与归结从句中的 ἄν 搭配不定过去时直陈式 εἶπεν 构成的非真实条件句。承接前文亚里士多德未明确提及中介的事实,表达假设性的推论:“即便亚里士多德不认可这种中介,他也会说……”。

  3. 11.1τὰ μὲν γὰρ πρός τι οὐκ ἦν μαχητικὰ οὐδὲ ἀναιρετικὰ ἀλλήλων

    这里的未完成过去时 οὐκ ἦν 并非表示过去动作的持续,而是回忆此前论证或定义中已确立事实的“哲学未完成过去时”(philosophical imperfect),意即“因为关系者[如前所见]原非彼此战斗或相互毁灭的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:383.10-384.21