← 辛普里丘

亚里士多德《范畴篇》注释

§382.1-383.10

四种对立的划分与关系对立的次序

辛普里丘引入了《范畴篇》第10章开端(11b16)关于四种对立的划分,并指出该学说源自阿尔库塔斯。随后他比较了亚里士多德首先定义依关系的对立与阿尔库塔斯将其置于第三位的理由,并探讨了相互共存的关系者在何种意义上属于对立者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1#1

" Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι ἕως τοῦ ὥστε διαφέρουσιν αὗται αἱ ἀντιθέσεις ἀλλήλων." Ὥσπερ ἐπὶ τῶν ἄλλων τὴν διαίρεσιν πρώτην διὰ παραδειγμάτων παραδοὺς τότε τὸν ἑκάστου λόγον ἀποδέδωκεν, οὕτως καὶ ἐνταῦθα τὴν διαίρεσιν τῶν ἀντικειμένων τετραχῇ γενομένην παραδοὺς καὶ διὰ τῶν παραδειγμάτων τὰς διαφορὰς αὐτῶν ὑποδείξας γνωρίμως τοῖς ἀκούουσιν, οὕτως ἑκάστου τὸν λόγον ἐπιφέρει καὶ ὁρισμοῖς αὐτὰ περιλαμβάνει. φαίνεται δὲ καὶ τὰ περὶ ἀντικειμένων Ἀριστοτέλης ἐκ τοῦ Ἀρχυτείου βιβλίου μεταλαβὼν τοῦ Περὶ ἀντικειμένων ἐπιγεγραμμένου, ὅπερ ἐκεῖνος οὐ συνέταξεν τῷ περὶ γενῶν λόγῳ, ἀλλ’ ἰδίας πραγματείας ἠξίωσεν. καὶ γὰρ τὴν διαίρεσιν αὐτῶν Ἀρχύτας οὑτωσὶ παραδίδωσιν· “καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν 〈ὡς〉 ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὴ θανάτῳ καὶ ὅρασις τυφλότατι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις ἀποφάσει, οἷον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν”. Πρώτην δὲ Ἀριστοτέλης ὡρίσατο τῶν ἄλλων τὴν κατὰ τὸ πρός τι ἀντίθεσιν, διότι οἶμαι ἴδιον ἔχει τι αὕτη παρὰ τὰς ἄλλας, τὸ συνυπάρχειν ἀλλήλοις τὰ οὕτως ἀντικείμενα. Ἀρχύτας δὲ τρίτα τέθεικεν τὰ πρός τι ὡς κατὰ σχέσιν ὑφεστῶτα, καὶ περὶ τῆς κατὰ τὸ πρός τι ἀντιθέσεως τάδε γέγραφεν· “τὰ δὲ πρός τι ἅμα ἀνάγκα γίνεσθαι καὶ φθείρεσθαι. ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μὴ ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μή. καὶ αἴκα τι γίνεται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται”. ὁρίζεται δὲ αὐτὴν Ἀριστοτέλης τῷ κοινοτέρῳ τῶν πρός τι ὁρισμῷ τῷ λέγοντι “ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων, τῶν ἀντικειμένων, εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον”· δεῖ γὰρ καὶ ταύτης τῆς προσθήκης διὰ τὰς διαφόρους τῶν πρός τι ἀποδόσεις, ὡς ἐν ἐκείνοις εἴρηται. καὶ μάλα εἰκότως· πρὸς γὰρ τὴν ἀντίθεσιν ἐξαρκεῖ καὶ οὗτος ὁ ὁρισμός· συνεισάγει γὰρ καὶ ποιεῖ ἀντικατηγορεῖσθαι ἀλλήλων σαφῶς, καὶ οὐδεμιᾶς ἄλλης ἀκριβείας πρὸς τοῦτο δεῖται. ἅμα δὲ καὶ ὅτι τὰ πρός τι οὐκ ἀντίκειται ὁμοίως τοῖς ἄλλοις ἀντικειμένοις, τούτῳ χρώμενος τῷ λόγῳ δείξει· πᾶσιν γὰρ τοῖς πρός τι τὸ πρὸς ἄλληλα λέγεσθαι ὑπάρχει. ἀλλὰ πῶς ἀντικείμενα τὰ πρός τι, εἰ ἅμα ἐστὶν καὶ συνυπάρχει ἀλλήλοις καὶ ἀντιστρέφει πρὸς ἄλληλα; ἀναιρετικὰ γὰρ ἀλλήλων εἶναι δοκεῖ τὰ ἀντικείμενα. ἢ οὐ τὸ ἀναιρετικὸν ἴδιόν ἐστι τῶν ἀντικειμένων, ἀλλὰ τὸ μὴ εἶναι περὶ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό,1 ὃ καὶ ἐπὶ τῶν πρός τι ὑπάρχει· οὐδὲ γὰρ ταῦτα περὶ τὸ αὐτὸ συνυφέστηκεν. Τὸ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἀντικειμένων λέγεσθαι ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτὰ δύναται μὴ διὰ τὰς πτώσεις μόνον εἰρῆσθαι,2 πρὸς ἃς ἀποδίδοται ἕκαστον τῶν πρός τι, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ λαμβανόμενα, ὧν ἡ ἀπόδοσις γίνεται.

“关于对立者,通常习惯以多少种方式对立”至“因此这些对立彼此相异”。  正如在其他情况下,他首先通过实例给出划分,然后提供各自的说明规定那样,在这里亦是如此,他给出了对立者以四种方式产生的划分,并通过实例向听众清晰地指明了它们的差异,从而引入了各自的说明规定,并将它们包揽于定义之中。而且看来亚里士多德关于对立者的内容亦是从阿尔库塔斯题为《论对立者》的著作中借鉴而来的,那位哲人并没有将该书与关于范畴的论述编排在一起,而是认为它值得作为独立的专题著作。因为阿尔库塔斯确实是这样给出它们的划分的:“无论依循习俗还是依循自然,彼此被称为对立者,有的作为相反者,如善与恶、健康与患病、真与假;有的作为具备与缺失,如生命与死亡、视力与失明、知识与遗忘;有的作为以某种方式具有关系的相对者,如双倍与一半、统治与被统治、为主与为奴;有的作为肯定与否定,如是人与不是[人]、是有德行与不是[有德行]”。  亚里士多德在其他对立之前首先定义了依关系的对立,我认为这是因为这一对立具有某种不同于其他对立的固有特性,即以此种方式对立的事物彼此共存。而阿尔库塔斯将关系者放在第三位,因为它们依关系而立足,关于依关系的对立,他写道:“关系者必然同时产生并同时毁灭。因为不可能是双倍却不是一半,或者是一半却不是双倍。如果某物变成了双倍,它同时亦变成了一半;如果某物作为双倍被毁灭,一半亦同时被毁灭”。  亚里士多德用关系者较为通用的定义来定义它,该定义称“凡其自身所是者即被说成属于他者——属于对立者——或者以任何其他方式相对于他者”;因为正如在那些章节中所说的那样,由于关系者各异的对应表述,这种补充亦是必要的。而且这极其合乎情理:因为对于对立而言,这个定义亦足够了;因为它共同引入并清楚地使它们彼此相对述谓,对于这一目的不需要任何其他精细性。同时,通过使用这一说明规定,他亦将表明关系者并不像其他对立者那样对立;因为属于所有关系者的特征乃是彼此相对而言。  然而,如果关系者是同时存在、彼此共存且彼此相互换位的,它们又如何是对立者呢?因为对立者似乎是相互毁灭的。抑或相互毁灭并非对立者的固有特征,而是在同一事物中且就同一方面不存在才是其固有特征,而这也属于关系者?因为这些亦不是在同一事物中共存确立的。  而“其自身所是者即被说成属于他者——属于对立者——或者以任何其他方式相对于它们”,不仅可以是因为每个关系者所对应的格而言说的,亦可以是针对被获取的、其对应表述由此产生的事物本身而言说的。

语法注2 条
  1. 11.1ἢ οὐ τὸ ἀναιρετικὸν ἴδιόν ἐστι τῶν ἀντικειμένων, ἀλλὰ τὸ μὴ εἶναι περὶ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό

    连词 ἢ 引入了对前一句疑问(ἀλλὰ πῶς ἀντικείμενα...)的修辞性解答(“抑或……难道不是……”)。其实质主语是带冠词的不定式短语 τὸ μὴ εἶναι...,与表语名词 ἴδιον 搭配,断定“在同一事物中且就同一方面不存在才是其固有特征”。

  2. 11.1Τὸ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἀντικειμένων λέγεσθαι ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτὰ δύναται μὴ διὰ τὰς πτώσεις μόνον εἰρῆσθαι

    句首带冠词的不定式短语 Τὸ δὲ ... λέγεσθαι ... πρὸς αὐτά 整体构成助动词性动词 δύναται 的主语,该动词支配完成时被动不定式 εἰρῆσθαι(“……这一说法可以不仅是因为……而被言说的”)。所引定义中的 τῶν ἀντικειμένων 是 ἑτέρων 的同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:382.1-383.10