← 辛普里丘

亚里士多德《范畴篇》注释

§380.17-381.33

对立概念的起源与对立者的同名异义性

文章引介了伊安布里柯关于对立概念起源的探讨,并对比了逍遥学派学者、伊安布里柯、波菲利以及辛普利丘本人关于“对立者”是同名异义词还是单一的共同之属的争论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.0

Περὶ δὲ τῶν ἀντικειμένων ἀρξάμενος ζητεῖ ὁ Ἰάμβλιχος, πόθεν αὐτὰ πρώτως ἐνοήσαμεν. ἆρα τὰ ἀναιρετικὰ ἀλλήλων κατανοήσαντες ζῷα καὶ φυτὰ οὕτως τὴν ἀντίθεσιν αὐτῶν διεστησάμεθα ἢ τὰ μὴ συνυπάρχοντα πράγματα, καθ’ ὅσον οὐ συνυπάρχει, μαχόμενα ὑπελάβομεν; ἀλλ’ οὔτε ἀναίρεσις οὔτε ἀνυπαρξία τινῶν εἰσάγει τὴν ἀντίθεσιν· καὶ γὰρ καὶ συνυπάρχουσιν ἔν τισιν, ὥσπερ ἐν τοῖς πρός τι θεωρεῖται τὰ ἀντικείμενα. οὐ μέντοι οὐδὲ γένος τι κοινόν ἐστι τὸ τῶν ἀντικειμένων, ὡς δοκεῖ τισιν τῶν Περιπατητικῶν, ἀλλὰ φωνὴν μίαν κοινὴν τὴν τῶν ἀντικειμένων λαβὼν ὁ Ἀριστοτέλης οὐ κατὰ μαχομένων καὶ ἀσυντροχάστων μόνον τὴν ὁμωνυμίαν ἔταξεν, ἀλλὰ καὶ κατά τινων συνυπαρχόντων μὲν ἀντιθέτως δὲ ἀλλήλοις συνυπαρχόντων, ὥσπερ τὰ πρός τι. ὅταν γὰρ ἥμισυ πρὸς διπλάσιον λέγωμεν, μαχητικὴ μὲν σχέσις οὐδεμία ἐστίν, ὑποτρέχει δέ τις κἂν μὴ ἐναντίωσις ἀλλ’ ἀντιθέσεως πάντως διαφορὰ κατά τινα ἰδιότροπον ἀντίθεσιν. διὸ οὐδὲ ὑφ’ ἓν γένος ὑπάγεται πρὸς τὰ ἄλλα τὰ τριχῶς ἀντικείμενα. ἀλλ’ οὐδὲ τὰ μὲν πρός τι ὁμώνυμα, τὰ δὲ ἄλλα τὰ τρία ὑφ’ ἓν γένος τὸ τῆς ἀνυπαρξίας καὶ μάχης τάττεται· οὐδὲν γὰρ ἔχει κοινὸν γένος πρὸς ἄλληλα, ἀλλ’ ὁμωνύμως ἀντίκειται τὰ κοινῶς ἀντικεῖσθαι λεγόμενα. διὸ καὶ Ἀριστοτέλης περὶ δὲ τῶν ἀντικειμένων, φησί, ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι· τὸ γὰρ ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι τοῦ ὁμωνύμου.1 τινὲς δὲ τῶν Περιπατητικῶν γένος ἔφασκον εἶναι τὸ ἀντικείμενον, “διότι κοινὸς ὅρος ἀποδίδοται τῶν ἀντικειμένων τοιοῦτος· ‘ἀντικείμενα λέγεται ὅσα περὶ τὸ αὐτὸ ἅμα καὶ κοινῶς σημαινόμενον τοῦ αὐτοῦ πράγματος καὶ πρὸς τὸ αὐτὸ ἔξωθεν ἐξεταζόμενα συνυπάρξαι οὐ δύναται’. τοῦτο δὲ τοῖς τέτρασιν εἴδεσι τῆς ἀντιθέσεως ὑπάρχει· ἐπί τε γὰρ τῶν ἐναντίων ἀδύνατον τὰ αὐτὰ ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ᾗ αὐτὸ λευκὸν εἶναι καὶ μέλαν, καὶ κατὰ τὰ πρός τι δὲ ἀνύπαρκτά ἐστιν τὰ ἀντικείμενα πρὸς τὸ αὐτὸ ἐξεταζόμενα· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ πρὸς τὸ αὐτὸ μεῖζον ἅμα εἶναι καὶ ἔλαττον οὐδὲ τὸν αὐτὸν τοῦ αὐτοῦ ἅμα δεσπότην εἶναι καὶ δοῦλον· ἀλλ’ οὐδὲ τὰ κατὰ ἕξιν καὶ στέρησιν περὶ τὸ αὐτὸ ἅμα συνυπάρχει· οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν ὀφθαλμὸν ὄψιν ἔχειν καὶ τυφλότητα· ἀλλὰ καὶ ἡ κατάφασις τῇ ἀποφάσει ἀσυνύπαρκτος· εἰ γὰρ ἀληθὲς τὸ ‘ἡμέρα ἐστίν’, ψεῦδος τὸ ‘ἡμέρα οὐκ ἔστιν’. εἰ οὖν πᾶσιν τοῖς εἴδεσιν ἐφαρμόζει ὁ τῶν ἀντικειμένων λόγος, οὐ φωνῆς εἰς σημαινόμενα ἀλλὰ γένους εἰς εἴδη ἐστὶν ἡ διαίρεσις, εἴπερ οὐχ ὁμωνύμως ἀλλὰ συνωνύμως κατηγορεῖται τὸ ἀντικείμενον”. πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχός φησιν ὡς “εἰ μὴ ὁμώνυμος ἦν ὁ ὅρος, ἦν ἂν τῷ ὄντι κοινὸς λόγος καὶ κοινὸν γένος πάντων τῶν ἀντικειμένων· ἐπεὶ δὲ τὸ μὴ δύνασθαι περὶ τὸ αὐτὸ συνυπάρχειν καὶ πρὸς τὸ αὐτὸ ἄλλως μέν, φησὶν ὁ Ἰάμβλιχος, θεωρεῖται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν καταφάσει καὶ ἀποφάσει καὶ ἄλλως ἐν τοῖς λοιποῖς τῶν ἀντικειμένων, ἀληθεύει ὁ ἐξ ἀρχῆς λόγος, τὸ ὁμώνυμα εἶναι τὰ ἀντικείμενα. διό, φησίν, καὶ ἥμαρτεν Νικόστρατος ὡς πρὸς ἓν γένος αὐτῶν τὴν ἀντιλογίαν ποιούμενος”. ὁ μέντοι Πορφύριος γένος μᾶλλον καὶ αὐτὸς τίθεται, καὶ ἐγὼ ταύτῃ μᾶλλον ῥέπω οὐδὲ λόγου ἀκούσας πιθανοῦ τινος τὴν ὁμωνυμίαν κυροῦντος οὔτε αὐτὸς ἐννοῶν, πλὴν τοῦ Ἀριστοτέλη εἰπεῖν·2 περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι. καίτοι τὸ ποσαχῶς καὶ εἰ γένος ἦν, δυνατὸν εἰπεῖν· εἴτε γὰρ τρία εἴτε τέτταρα εἶχεν εἴδη, τριχῶς ἢ τετραχῶς ἀληθὲς ἦν εἰπεῖν ἀντικεῖσθαι, ὅπερ ἐστὶν ποσαχῶς· οὐ γὰρ τὸ πολλαχῶς εὐθὺς τὴν ὁμώνυμον δηλοῖ φωνήν, ἀλλὰ τὸ πολλαχῶς μόνον λέγεσθαι, μὴ μέντοι εἶναι.3 ἀλλὰ ταῦτα μὲν κοινῶς περὶ τῶν ἀντικειμένων εἰρήσθω, λοιπὸν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους προληπτέον καὶ ποιητέον αὐτῆς τὴν ἐξήγησιν.

在开始探讨对立者时,伊安布里柯探究我们最初是从何处构想出它们的。我们是通过观察相互毁灭的动植物从而如此区分它们的对立,还是将那些不能共存的事物在其不能共存的限度内设想为相互冲突的?然而,某些事物的毁灭与不能共存都不能引入对立;因为正如在关系者中所见到的那样,对立者在某些事物中实际上亦是共存的。再者,对立者的总括亦非某种共同的属,如某些逍遥学派学者所认为的那样;亚里士多德虽然采用了一个共同的表达即“对立者”,但他并未仅针对冲突且无法共存的事物设定其多义性,而是亦针对某些共存、却彼此对立地共存的事物设定了多义性,正如关系者那样。因为当我们谈论一半相对于双倍时,没有任何冲突性的关系,但其中却潜存着一种哪怕不是相反、也完全是依循某种特有方式的对立之差异。因此,相对于以三种方式对立的其他事物,关系者亦不能归入同一个属之下。然而,亦非关系者是同名异义的,而其他三者被归于不能共存与冲突这同一个属之下;因为它们彼此之间没有任何共同的属,被共同称为对立的事物乃是同名异义地对立的。因此亚里士多德亦说:“关于对立者,通常习惯以多少种方式对立”;因为“通常习惯以多少种方式对立”乃是属于同名异义者的特征。  然而,逍遥学派中的某些人声称对立者是一个属,“因为对立者给出了这样一个共同的定义:‘凡就同一事物、同时且就同一事物的共同指涉而言、并且从外部对照于同一事物进行考察时不能共存者,皆被称为对立者’。而这属于对立的四种形态。因为在相反者中,同一事物不可能在同一时间、就同一方面且作为其自身而言既是白又是黑;在关系者中,对照于同一事物考察的对立者亦是不可共存的,因为同一事物不可能对照于同一事物同时既较大又较小,同一个人亦不可能同时既是同一个人的主人又是他的奴隶;依具备与缺失而言的事物亦不能在同一事物中同时共存,因为不可能在同一只眼睛中既拥有视力又处于失明;肯定与否定亦是不可共存的,因为如果‘现在是白天’为真,‘现在不是白天’即为假。因此,如果关于对立者的说明规定适用于所有形态,那么这种划分就不是语词划分为含义,而是属划分为种,假若对立者并非同名异义地、而是同名同义地被述谓的话。”  对此,伊安布里柯声称:“若该定义不是同名异义的,它确实会是所有对立者的共同说明与共同的属;但既然不能在同一事物中且对照于同一事物共存,”伊安布里柯说,“在关系者中是以一种方式被看待,在肯定与否定中是以另一种方式,在对立者的其余者中又是以另一种方式,最初的论述——即对立者是同名异义的——便是真实的。因此,”他说,“尼科斯特拉托亦犯了错误,因为他是仿佛针对它们的一个属来提出反驳的。”  然而波菲利本人亦更倾向于将其定为一个属,而我自己亦更偏向于此,因为除了亚里士多德说过“关于对立者,通常习惯以多少种方式对立”之外,我既未听到任何确证其同名异义性的令人信服的论述,我自己亦未构想出这样的论述。尽管如此,哪怕它是一个属,说“以多少种方式”亦是可能的;因为无论它具有三种还是四种形态,说它们以三种或以四种方式对立都是真实的,而这正是“以多少种方式”的含义。因为立即指示一个同名异义的语词的并不是“以多种方式”,而是仅以多种方式被言说、却并非〔以多种方式〕存在。然而,关于对立者,这些便作为通论而言罢;接下来必须预先取出亚里士多德的字句并对其作出解释。

语法注3 条
  1. 11.0τοῦ ὁμωνύμου

    表特征或属性的表语性属格。它以前面的带冠词的名词化分句 τὸ ... εἴωθεν ἀντιτίθεσθαι 为主语,表示“属于同名异义者的特征”。

  2. 11.0πλὴν τοῦ Ἀριστοτέλη εἰπεῖν

    介词 πλήν(支配属格)与带冠词的“对格+不定式”结构(τοῦ Ἀριστοτέλη εἰπεῖν)结合构成的排除表达,意为“除了亚里士多德说过……之外”。

  3. 11.0μὴ μέντοι εἶναι

    与前面的 τὸ πολλαχῶς μόνον λέγεσθαι 相对照的否定不定式短语。它表明仅仅在被言说上是多种的(λέγεσθαι)与在实际上如此存在(εἶναι)之间的本体论对立,πολλαχῶς 共同修饰两个不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:380.17-381.33