- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:378.10-380.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束对伪阿契塔的引述后,辛普里丘考察了关于《范畴篇》末尾所附“后范畴”(对立、先后、同时、运动、拥有)之添加理由的诸种观点(安德罗尼柯、波菲利、伊安布里柯),并论证它们乃是作为贯穿诸范畴所用概念的审定(epikrisis)而依必然次序安排的。
αὐτὸς δὲ ὁ ἄνθρωπος, ὃς τὰν πράταν ἐπιδέχεται σημασίαν, λέγω δὲ τὸ τί ἐστιν κατὰ τὰν ἰδέαν, οὔτε ποιός τίς ἐστιν οὔτε παλίκος1 οὔτε ποτὲ γεροντικῶς ἔχων, οὐδὲ μὰν ποιέων τι ἢ πάσχων τι οὐδὲ κείμενος οὐδὲ ἔχων τι οὐδὲ ἐν τόπῳ καὶ ποκὰ ὑπάρχων· πάντα γὰρ ταῦτα φυσικᾶς οὐσίας καὶ σωματικᾶς συμβάματά ἐντι, ἀλλ’ οὐ νοατᾶς καὶ ἀκινήτω καὶ προσέτι γε ἀμερέος”.2 εἶτα ὀλίγα περὶ συνθέσεως εἰπὼν τῶν ἁπλῶν φωνῶν, ἅπερ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας βιβλίῳ κατέταξεν, ἐπὶ τέλει δὲ τὴν εἰς δέκα διαίρεσιν τῶν γενῶν ὡς οἰκείαν ταῖς ἀρχαῖς καὶ τῇ ἐπιστήμῃ ὡρισμέναις οὐσίαις καὶ διὰ τοῦτο ἐν ἀριθμῷ καὶ τῷ παντὶ ἀριθμῷ ἀποδείκνυσιν. Ὁ μέντοι Ἀριστοτέλης μετὰ τὰς κατηγορίας ἐξετάζει τὰ οἰκείως ἔχοντα πρὸς αὐτάς, ὡς αὐτίκα μάλα εἰσόμεθα· ἔστιν δὲ ταῦτα περὶ ἀντικειμένων εἰπεῖν καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ περὶ τοῦ ἅμα καὶ περὶ τῶν εἰδῶν τῆς κινήσεως καὶ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας. ἀλλὰ κοινῶς πρῶτον περὶ αὐτῶν ζητητέον, τί δήποτε ἐπὶ τῷ τέλει τῶν Κατηγοριῶν ταῦτα πρόσκειται καὶ τίνα χρείαν παρεχόμενα. τινὲς μὲν γάρ, ὧν καὶ Ἀνδρόνικός ἐστιν, παρὰ τὴν πρόθεσιν τοῦ βιβλίου προσκεῖσθαί φασιν ὑπό τινος ταῦτα τοῦ τὸ τῶν Κατηγοριῶν βιβλίον Πρὸ τῶν τόπων ἐπιγράψαντος, οὐκ ἐννοοῦντες οὗτοι, πόσην χρείαν οὐ τῇ τοπικῇ πραγματείᾳ μόνον ἀλλὰ καὶ τῷ περὶ τῶν κατηγοριῶν λόγῳ εἰσάγει τὰ εἰρημένα. ἄλλοις δὲ καὶ Πορφυρίῳ ἀρέσκει πρὸς σαφήνειαν συντελεῖν τὰ θεωρήματα ταῦτα, διότι τῶν ἐν ταῖς κατηγορίαις μνήμης τυχόντων ὀνομάτων, ὅσα μὲν οὐκ ἦν κατὰ τὰς κοινὰς ἐννοίας προειλημμένα, ταῦτα ἐν ἀρχῇ προὔλαβεν ὁ Ἀριστοτέλης καὶ διήρθρωσεν, ὥσπερ τὸν περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων λόγον, ὅσα δὲ ἦν μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις προειλημμένα, διαρθρώσεως δὲ πλείονος ἐδεῖτο, τούτων τὸ συγκεχυμένον τῆς προλήψεως μετὰ τὴν συμπλήρωσιν διήρθρωσεν3 πρὸς τὸ μὴ διακόπτειν τὸ τοῦ λόγου συνεχὲς μεταξὺ τὴν τούτων διάρθρωσιν παρεμβάλλοντα. οἱ δὲ ταῦτα λέγοντες λέγουσιν μέν τι, οὐ μέντοι γε τῆς ὅλης αἰτίας περικρατοῦσιν. πολὺ γὰρ πρὸ τούτων, ὡς φησιν Ἰάμβλιχος, τὴν ἐπίκρισιν περιέχει ταῦτα πάντων οἷς ἐχρήσατο,4 τουτέστιν τῶν ἀντικειμένων καὶ τῶν λοιπῶν. ἐπεὶ γὰρ χρήσιμα ταῦτα ἦν εἰς τὴν τῶν κατηγοριῶν εὕρεσίν τε καὶ βεβαίωσιν, ταῦτα δὲ οὐκ ἦν ὀρθῶς ἐπικρίνειν μὴ τοὺς ἀκριβεῖς περὶ αὐτῶν λόγους διαρθρώσαντα, προσέθηκεν ἐπὶ τέλει καὶ τούτους. καὶ οὐκ ἀδιατάκτως ἀλλὰ διατεταγμένως αὐτοὺς ἐξέθετο. ἐπεὶ γὰρ καὶ ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐζήτησεν, εἰ ἐπιδέχονται τὸ ἐναντίον, ἐν δὲ τοῖς περὶ τοῦ πρός τι, εἰ τὸ μέγα τῷ μικρῷ ἐναντίον ἢ ἀντίκειται μᾶλλον, μνημονεύσας δὲ τούτων τίνι διαφέρει τὰ ἐναντία τῶν ἀντικειμένων οὐ παρέστησεν, ἀκολούθως μετὰ τὴν συμπλήρωσιν τῶν κατηγοριῶν τὸν περὶ τῶν ἀντικειμένων λόγον ποιεῖται ἕνεκα τῆς ἐπικρίσεως τοῦ κοινῶς συνυπάρχοντος ἢ μὴ ὑπάρχοντος πάσαις ταῖς κατηγορίαις. πάλιν δὲ μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν τὴν τοῦ πρός τι φύσιν ὑποδεικνὺς ἀπέδειξεν ὅτι τὰ μέν ἐστιν αὐτῶν ἅμα τῇ φύσει, τὰ δὲ πρότερα, ὡς πρὸς ἄλλα ὕστερα ὄντα, ὥσπερ τὸ ἐπιστητὸν καὶ αἰσθητὸν ἐπιστήμης πρότερα καὶ αἰσθήσεως· ἀναγκαῖον οὖν μετὰ τὰ ἀντικείμενα τὴν τοῦ ἅμα καὶ τὴν τοῦ προτέρου καὶ ὑστέρου φύσιν ὑποδεῖξαι. ἐπειδὴ δὲ ἐφεξῆς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀνεδίδαξεν, περιέχουσι δὲ αἱ κατηγορίαι αὗται κινήσεις, ἀναγκαίως εἰς τὴν ἐπίκρισιν τούτων τὰ εἴδη τῆς κινήσεως παραδέδωκεν καὶ τὴν τάξιν τρίτην ἀπέδωκεν αὐτοῖς, ὥσπερ εἶχον καὶ αἱ κατηγορίαι τὴν τάξιν. τελευταῖον δὲ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας διεστείλατο, ὅτι καὶ τῆς τοῦ ἔχειν κατηγορίας τελευταίας ἐμνημόνευσεν· ἀναγκαῖον οὖν εἰς τὴν ἐπίκρισιν ταύτης τὸ πλῆθος τῶν πολλαχῶς λεγομένων χωρὶς ἀφορίσαι, ἵνα μηδὲν ὑπ’ αὐτῶν ἐπιταραττώμεθα. ὥστε ἀναγκαία γέγονεν αὐτῷ ἡ τούτων τῶν θεωρημάτων παράληψις, καὶ ἡ τάξις αὐτῶν ἑπομένως διετάχθη τῇ τάξει τῶν κατηγοριῶν. ἔστιν δὲ καὶ πρὸς πᾶσαν τὴν διαλεκτικὴν χρήσιμα ταῦτα, καὶ ἄξιον τοῦτο τῆς τῶν ἀρχαίων δυνάμεως, τὸ τοῖς αὐτοῖς ὠφελίμως ἐπὶ πολλὰ χρῆσθαι. ἀλλὰ ταῦτα μὲν κοινῶς εἰρήσθω.
“而‘人’本身——它接受最初的意义,我指依据相的‘是什么’——既非具有某种性质,亦非具有某种大小,亦从非处于衰老状态,更非主动做某事或受动经受某事,亦非具有位置,亦非拥有某物,亦非存在于场所与某个时间之中;因为所有这些都是自然实体与肉体实体的偶性,而非可知、不动、且无部分[实体]的偶性。”随后,他简短地谈论了单纯语词的结合(亚里士多德在《解释篇》一书中对此作了安排),而在最后,他证明了将诸属划分为十是适合于诸本原以及由知识所限定的诸实体的,并因此处于数目乃至完满的数目之中。 然而,亚里士多德在诸范畴之后,探讨了与它们切身相关的事物,正如我们马上就会知晓的那样;这些事物就是谈论对立者、谈论在先与在后、谈论同时、谈论运动的诸形态、以及谈论“拥有”的多义性。然而首先必须共同探究:这些事物究竟为何被附在《范畴篇》的末尾,它们提供了何种用处?因为有些人(安德罗尼柯亦在其列)声称,这些是某个将《范畴篇》题名为《论题篇之前》的人违背本书的宗旨而附加的,这些人未曾领会,所言之事不仅对论题研究、而且对关于范畴的论述引入了何其巨大的用处。对其他人以及波菲利而言,他们则主张这些定理有助于清晰明了,因为在范畴篇中被提及的名称中,凡是未曾依据共同概念被预先把握的,亚里士多德在开端处便预先拾取并加以辨析(正如关于同名异义者与同名同义者的论述),而凡是已在共同概念中被预先把握、但需要进一步辨析的,他便在完结之后辨析其预先把握中的混淆之处,以免因在中间插入对这些事物的辨析而打断论述的连续性。但说这些话的人,虽说出了一定道理,却未掌握全部原因。因为正如伊安布里柯所言,远在这些之前,这些内容就包含着对他所使用的全部概念(即对立者及其余者)的裁决与审定。因为既然这些概念对于诸范畴的发现与确证是有用的,而在没有对关于它们的精确论述加以辨析的情况下就不可能正确审定它们,所以他在末尾亦附加了这些。而且他并非杂乱无章、而是井然有序地阐述了它们。因为他在关于实体的论述以及其他范畴中探究过它们是否容纳相反者,并在关于关系的论述中探究过大对于小是相反还是更属于对立,然而提及了这些之后,他并未阐明相反者与对立者有何不同,因此在诸范畴完结之后,他理所当然地为了审定何者共同共存于所有范畴、或不共存于所有范畴,而作了关于对立者的论述。再者,在实体与数量之后指示“关系”的本性时,他证明了它们之中有些在本性上是同时的,有些则是在先的(作为相对于其他在后者而在先者,正如可知者与可感觉者在先于知识与感觉);因此,在对立者之后指示同时的本性以及在先与在后的本性乃是必然的。又因为他紧接着讲授了关于主动与受动,而这些范畴包含着运动,所以为了审定它们,他必然传授了运动的诸形态,并赋予它们第三位的次序,正如诸范畴亦占有这一位置一样。最后,他辨析了“拥有”的多义性,因为他亦将“拥有”这一范畴放在最后提及;因此,为了审定这一范畴,必须分别界定多重含义之多,以免我们受到它们的任何扰乱。因此,采纳这些定理对他而言乃是必然的,且它们的次序亦是顺应诸范畴的次序而安排的。这些定理对于整个辩证术亦是有用的,而将同样的事物有益地运用于诸多目的,乃是配得上古人之能力的。然而,关于这些便作为通论而言罢。
- 10.0παλίκος
παλίκος 是雅典方言 πηλίκος(“多大”、“何等数量”)的多里斯方言形式,表示对数量的规定。
- 10.0ἀλλ’ οὐ νοατᾶς καὶ ἀκινήτω καὶ προσέτι γε ἀμερέος
νοατᾶς、ἀκινήτω 与 ἀμερέος 均为多里斯方言属格形式,与前文的 φυσικᾶς οὐσίας καὶ σωματικᾶς 相对比,修饰被省略的 οὐσίας(“实体”)。
- 10.0τούτων τὸ συγκεχυμένον τῆς προλήψεως μετὰ τὴν συμπλήρωσιν διήρθρωσεν
此为主句,呼应前面的关系从句 ὅσα δὲ ἦν μὲν...。置于句首的属格 τούτων(“关于这些事物”)修饰 τὸ συγκεχυμένον τῆς προλήψεως(“其预先把握中的混淆部分”),主语为亚里士多德。
- 10.0τὴν ἐπίκρισιν περιέχει ταῦτα πάντων οἷς ἐχρήσατο,
中性复数主格 ταῦτα(“这些事物”)为主语,宾语为 τὴν ἐπίκρισιν(“裁决/审定”)。πάντων(“所有事物之”)为依附于 ἐπίκρισιν 的宾格性属格,并统摄关系从句 οἷς ἐχρήσατο(“他所使用的”)。
