← 辛普里丘

亚里士多德《范畴篇》注释

§37.1-38.18

派生词的定义与成立的三项要素

辛普里修阐释《范畴篇》1a12关于“派生词”的定义,探讨派生词构成的三要素(事物、名称、词尾屈折)及古人对“屈折”的广义用法,辨析父名派生词和比较级等例,并解释亚里士多德舍弃异名异义词和多名同义词的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Παρώνυμα δὲ λέγεται ἕως τοῦ καὶ ἀπὸ τῆς ἀνδρείας ἀνδρεῖος." Τὰ παρώνυμα μέσα πώς ἐστιν τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, καὶ ἀμφοτέρων μετέχοντα καὶ ἀμφοτέρων λειπόμενα. ἡ γὰρ γραμματικὴ καὶ ὁ γραμματικὸς καὶ τὰ ὀνόματα καὶ τὸν λόγον ἔχουσιν οὔτε πάντη τὰ αὐτὰ οὔτε πάντη ἕτερα· καὶ γὰρ γραμματικῆς μὲν λόγος ἐπιστήμη τοῦ γράφειν καὶ ἀναγινώσκειν, * * * τριῶν δὲ δεῖν τῷ ἀπό τινος παρονομαζομένῳ φασίν,1 τοῦ τε πράγματος τοῦ ἀφ’ οὗ παρωνόμασται καὶ τοῦ ὀνόματος καὶ ἔτι μέντοι τοῦ ἀνομοίου τῆς καταλήξεως, ὅπερ καλεῖ πτῶσιν ὁ Ἀριστοτέλης· πτώσεις γὰρ τῶν ὀνομάτων ἐκάλουν οἱ παλαιοὶ οὐ μόνον τὰς πέντε ταύτας τὰς νῦν λεγομένας, ἀλλὰ καὶ τὰς παρακειμένας ἐγκλίσεις, ὁποίους ἂν ἔχωσι σχηματισμούς· ὅθεν καὶ τὰς νῦν καλουμένας μεσότητας πτώσεις ἐκάλουν, οἷον ἀπὸ τοῦ ἀνδρείου πτῶσιν τὴν ἀνδρείως καὶ ἀπὸ τοῦ καλοῦ τὴν καλῶς. οὕτω δὲ καὶ ἀρρενική τις αὐτοῖς ἦν πτῶσις ἀπὸ ὀνόματος θηλυκοῦ, ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, καὶ θηλυκὴ ἀπὸ ἀρρενικοῦ, ὡς ἀπὸ τοῦ Ἀλεξάνδρου ἡ Ἀλεξάνδρεια. πτώσεις δὲ καὶ ταύτας ἔλεγον διὰ τὸ ταὐτὸν πεπονθέναι ταῖς κυρίως πτώσεσιν κατὰ τὸν μετασχηματισμὸν τῆς καταλήξεως. ὁποῖον δὲ ἂν τῶν τριῶν ἐλλείπῃ, οὐ γίνεται παρώνυμον. γυνὴ γὰρ τῆς μουσικῆς τέχνης μετέχουσα καὶ μουσικὴ λεγομένη, κἂν τοῦ ὀνόματος καὶ τοῦ πράγματος μετέχῃ, ἐπειδὴ τὴν κατάληξιν ἔχει τὴν αὐτήν, οὐ λέγεται παρώνυμος ἀπὸ τῆς μουσικῆς, ἀλλ’ ὁμώνυμος αὐτῇ· καὶ εἴ τις ἀρετῆς μετέχων σπουδαῖος ἀπ’ αὐτῆς καλοῖτο, τοῦ μὲν πράγματος μετέχει καὶ τῇ πτώσει διαφέρει, τοῦ δὲ ὀνόματος μὴ μετέχων οὐ λέγεται παρώνυμος ἀπὸ τῆς ἀρετῆς, ἀλλ’ οὐδὲ ἀπὸ τῆς σπουδῆς ὁ σπουδαῖος παρώνυμος· σπουδαῖος μὲν γὰρ ὁ τὴν ἀρετὴν ἔχων, σπουδάζομεν δὲ περί τινα καὶ οἱ τυχόντες. ὁ μέντοι γε Ἀριστοτέλης τὴν διαφορὰν τῆς πτώσεως καὶ τὴν κατὰ τοὔνομα προσηγορίαν, τὰ δύο ταῦτα μόνα δοκεῖ τοῖς παρωνύμοις ἀποδιδόναι, ἀλλ’ ἐκ τῶν παραδειγμάτων δήλην ἐποίησεν καὶ τὴν κατὰ τὸ πρᾶγμα μέθεξιν ἐν τοῖς παρωνύμοις· ὁ γὰρ γραμματικὸς οὐκ ὀνόματος μόνου μετέχει τῆς γραμματικῆς, ἀλλὰ καὶ αὐτῆς τῆς τέχνης, καὶ ὁ ἀνδρεῖος τῆς ἀρετῆς. δεῖ δὲ ἐπὶ τῶν παρωνύμων ζητεῖν τί τὸ πρῶτον καὶ τί τὸ ἀπ’ ἐκείνου παρωνομασμένον, ὅτι πρῶτον μὲν ὁ Ἀλέξανδρος, ἀπ’ ἐκείνου δὲ ἡ Ἀλεξάνδρεια καὶ ἀπ’ ἐκείνης ὁ Ἀλεξανδρεύς·2 οὐ γὰρ ἔμπαλιν. δῆλα δὲ ἔσται τὰ τῇ φύσει πρότερα, ὥσπερ ὁ κτίστης τῆς κτισθείσης πόλεως καὶ ἡ πόλις τοῦ πολίτου. “τῶν δὲ παρωνύμων ἂν εἴη, φησὶν ὁ Πορφύριος, καὶ τὰ πατρωνυμικὰ καὶ τὰ συγκριτικὰ καὶ τὰ ὑπερθετικὰ καὶ τὰ ὑποκοριστικά. τὸ δὲ πασσαλόφι καὶ τὸ ἦφι καὶ τὸ βίηφι, ἅπερ παραγωγά τινες ἐκάλεσαν, οὐκ ἂν εἴη παρώνυμα· δεῖ γὰρ μὴ τὸ αὐτὸ ἀπαραλλάκτως σημαίνειν τὰ παρώνυμα, ταῦτα δὲ οὐδὲν παρηλλαγμένον σημαίνει τοῦ ᾗ, τουτέστιν τῇ ἑαυτοῦ, καὶ τοῦ βίῃ καὶ τοῦ πασσάλου”.3 τοιαῦτα μὲν οὖν ἐστι τὰ παρώνυμα. χρήσιμος δὲ αὐτῶν ἐστιν ἡ διδασκαλία, ἵνα γνῶμεν ὅτι τὰ παρώνυμα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ τὴν αὐτὴν πίπτει κατηγορίαν τοῖς προηγουμένοις, οἷον τὸ ποιὸν ὑπὸ τὴν ποιότητα καὶ τό τε ἑστάναι καὶ κεκλίσθαι ὑπὸ τὴν στάσιν καὶ τὴν κλίσιν, ἅπερ ἐστὶν ὑπὸ τὸ κεῖσθαι. Εἰρηκὼς τοίνυν ὁ Ἀριστοτέλης περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων παρῆκεν τά τε ἑτερώνυμα καὶ τὰ πολυώνυμα, τὰ μὲν πολυώνυμα, διότι οὐ παρίστησιν διαφορὰν ἢ κοινωνίαν τινὰ κατὰ τὰ πράγματα, μόνως δὲ τὰς λέξεις πληθύει, τὰ δὲ ἑτερώνυμα, διότι οὐ τὰς κατ’ ἀριθμὸν ἀπείρους, ἀλλὰ τὰς κατὰ γένος σημαινούσας τι λέξεις διαιρεῖται τὰ νῦν. καὶ μέντοι ἄμφω ταῦτα παρῆκεν, ὡς εἴρηται, διότι ῥητορικῆς μᾶλλον καὶ ποιητικῆς ἐστι περιεργίας, ἀλλ’ οὐ φιλοσόφου θεωρίας, ὡς εἴρηται. πλὴν καλῶς ἔχει καὶ ἐκεῖνα τοῖς παραληφθεῖσιν εἰς μίαν διαίρεσιν συμπεριλαβεῖν.

“派生词被说成是……直至:以及由勇敢得来的勇敢者。” 派生词在某种程度上居于同名异义者与同名同义者之间,分有两者亦不及两者。因为语法学与语法学家,无论名称还是说明方式,既非全然相同亦非全然各异。因为语法学的说明方式是读写之知识,[……]。但人们说,对于从某物派生命名之物而言需要三者:即它由此派生命名的那件事物、名称,以及词尾的不相似性——亚里士多德称之为曲折。因为古人不仅把现在所说的这五种形态称为名称的屈折,而且把伴随的派生屈折形式(无论具有何种构形)亦称为屈折;由此,他们把现在被称为中位形式者亦称为屈折,例如由‘勇敢的’屈折出‘勇敢地’,由‘美丽的’屈折出‘美丽地’。同样,在他们看来,亦存在由阴性名词屈折出的某种阳性形式,如由‘语法学’得来‘语法学家’;以及由阳性名词屈折出的阴性形式,如由‘亚历山大’得来‘亚历山大里亚’。他们把这些形式亦称为屈折,是因为就词尾的重塑而言,它们遭受了与本真屈折相同的情况。三者之中无论缺少哪一种,都不会成为派生词。因为一个分有音乐技艺并被称为女音乐家的妇女,即便分有了名称与事物,但由于词尾相同,并不被称为由音乐学得来的派生词,而是与其同名异义的。再者,若有人分有美德而由此被称为优秀者,他虽然分有事物且在屈折上有所区别,但由于不分有名称,并不被称为由美德得来的派生词;而且,优秀者甚至也不是由热忱得来的派生词;因为拥有美德者是优秀者,而我们平常之人亦会对某事怀有热忱。然而亚里士多德似乎仅将这两点赋予派生词:即屈折的差异与依据名称的称呼;但他由范例清楚指明了派生词中依据事物的分有;因为语法学家不仅分有语法学的名称,亦分有该技艺本身,而勇敢者亦分有美德。在派生词的情形中,必须探求何者是第一者,何者是由它派生命名之物,因为亚历山大是第一者,由他得来亚历山大里亚,由亚历山大里亚得来亚历山大里亚人;因为反之则不然。而在自然上居先者将是明晰的,犹如建立者之于被建立的城邦,城邦之于公民。“在派生词中”,波菲利说,“亦包括父名派生词、比较级、最高级以及指小词。但某些人称为派生形式的passalophi、ephi与biephi,则不会是派生词;因为派生词必须不是毫无差别地表示同一事物,而这些词与‘以其’(即‘以其自身之’)、‘以力量’和‘木桩之’所表示的毫无差异”。因此,派生词即是此类事物。关于它们的教导是有益的,以使我们知晓,派生词大多与先行项落入同一范畴之下,例如性质之物落入性质之下,‘站立’与‘已躺倒’落入姿态与倚靠之下,而这些又落入处于状态之下。 亚里士多德在谈论了同名异义者、同名同义者与派生词之后,便舍弃了异名异义者与多名同义者:多名同义者是因为它们并未展现出依据事物的某种差异或共有,而仅仅增加了言词;异名异义者则是因为他如今所区分的并不是数量上无限的言词,而是依据属表示某种事物的言词。而且,他舍弃两者,正如已说过的,是因为这毋宁属于修辞学与诗学的探究,而非哲学家的思辨。不过,也将那些〔被舍弃者〕与被采纳者一同包容进单一的划分中,是恰当的。

语法注3 条
  1. 1.4τριῶν δὲ δεῖν τῷ ἀπό τινος παρονομαζομένῳ φασίν

    由 φασίν 支配的间接引语结构,属格 τριῶν 作非人称不定词 δεῖν 的补足语,与与格分词 τῷ ἀπό τινος παρονομαζομένῳ(“对于从某物派生命名之物而言”)搭配。尽管其紧前方有脱文标记( *),该子句在句法上本身是完整的。

  2. 1.4ὅτι πρῶτον μὲν ὁ Ἀλέξανδρος, ἀπ’ ἐκείνου δὲ ἡ Ἀλεξάνδρεια καὶ ἀπ’ ἐκείνης ὁ Ἀλεξανδρεύς

    此处 ὅτι 并非引导间接陈述,而是起说明性作用(“即”、“在于”),对前面的间接疑问句 τί τὸ πρῶτον... 给出具体例解。谓语动词因省略而未写出,只展示了顺序关联。

  3. 1.4οὐδὲν παρηλλαγμένον σημαίνει τοῦ ᾗ, τουτέστιν τῇ ἑαυτοῦ, καὶ τοῦ βίῃ καὶ τοῦ πασσάλου

    表示比较/差异的属格结构。παρηλλαγμένον(完成时被动分词中性单数)与否定词 οὐδέν 搭配表示“无任何相异之处”,其比较基准由比较属格短语 τοῦ ᾗ、τοῦ βίῃ 及 τοῦ πασσάλου 充任。中性冠词 τοῦ 将所引用的各种词形实体化为属格基准项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:37.1-38.18