← 辛普里丘

亚里士多德《范畴篇》注释

§376.6-378.9

拥有的疑难与偶性范畴对个别实体的归属

引自伊安布里柯关于宇宙规模的“拥有”的论述在此终结,辛普利丘提出非肉体的生命或构成部分是否能在严格意义上被“拥有”的难题,并借助阿契塔的用语尝试予以解答。随后引证阿契塔对十范畴的总结,指出除实体之外的九个偶性范畴适用于个别可感之物而非普遍之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.0#9

ἔτι δὲ εἰ αἱ τῆς ζωῆς τοῦ παντὸς μοῖραι ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα καὶ ταῦτα οὐ συμφυῆ πρὸς αὐτάς ἐστιν ἀλλ’ ὡς ἔξωθεν αὐταῖς ἐπίκτητα, κἂν οὕτως εἰς τὸ ἔχειν τάττοιτο πάντα ταῦτα. καὶ εἰ τὸ κοινὸν ζῷον ἔχει μικρότερα μέρη περὶ ἑαυτὸ καὶ μικρότερα ζῷα ἐν ἑαυτῷ περιειλημμένα, καὶ κατὰ τοῦτον ἂν τὸν τρόπον εἰς τὸ ἔχειν τάττοιτο πᾶσα ἡ τοιαύτη σύνταξις”. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος θεωρητικῶς ὄντως καὶ νοερῶς ἐπεσκέψατο. Τολμητέον δὲ ἐφιστάνειν τοῖς εἰρημένοις, ἐπειδὴ καὶ αὐτῷ φίλον μὴ ἀπερισκέπτως ἐκδέχεσθαι τὰ λεγόμενα. καὶ τὰ μὲν περὶ τῆς χρείας τοῦ ἔχειν εἰρημένα θαυμαστῶς ὅπως καὶ ἀξίως τῆς τοῦ ἀνδρὸς μεγαλονοίας εἰρῆσθαί μοι δοκεῖ, πῶς δὲ τὰς προβαλλομένας ὑπὸ τῆς ψυχῆς ζωὰς καὶ τὰς ἀπὸ τοῦ σώματος ἐνδιδομένας αὐτῇ δυνάμεις ἔχειν τὴν ψυχήν φησιν, εἴπερ καὶ αὐτὸς ὁμολογεῖ σώματα εἶναι τὰ ἐχόμενα καὶ περὶ σώματα τὰ ἔχοντα κατὰ τὴν τοῦ ἔχειν κατηγορίαν; πῶς δὲ τὰ γινόμενα ὑπὸ τῆς ὅλης φύσεως ἔχεσθαί φησιν ὑπ’ αὐτῆς; οὐ γὰρ ταὐτὸν ἦν τὸ κατ’ αἰτίαν καὶ τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος.1 ἔτι δὲ μᾶλλον ἀπορῶ, πῶς τὸν ὅλον κόσμον τὸν κατὰ τὰς ζωὰς πάσας νοούμενον καὶ τὰ στοιχεῖα καὶ τὰς φύσεις, εἴτε σύμφυτα εἴη ταῦτα, μετέχειν αὐτῶν φησιν, εἴτε ἐπίκτητα, περικρατεῖν αὐτῶν. καὶ γὰρ ταῦτα πρῶτον μὲν κατὰ τὰς ζωὰς οὐ δύναται ἔχειν, εἴπερ ἀσώματοι αἱ ζωαί, σώματα δὲ ἦν τὰ ἐχόμενα· ἔπειτα εἰ μὲν συμφυῆ ἢ μέρη ὁπωσοῦν τοῦ παντός, οὐκ ἂν εἴη ἐχόμενα, ὡς αὐτὸς διετάττετο, εἰ δὲ γεννήματα, ἄλλος ὁ τῆς συνοχῆς τρόπος. καὶ τὰ ἐν τῇ γῇ δὲ καὶ τὰ ἐν τοῖς ἄλλοις στοιχείοις ζῷα, εἴτε ὡς μέρη θεωροῖτο τῆς ὅλης γῆς εἴτε ὡς γεννήματα, οὐκ ἂν ἔχεσθαι λέγοιτο ὑπ’ αὐτῆς. πῶς δὲ καὶ ὁ οὐρανὸς τὰς ἐν ἑαυτῷ σφαίρας ἔχει, εἰ μὴ ὡς μέρη; συμφυεῖς γὰρ αὗται καὶ οὐκ ἐπίκτητοι. πῶς δὲ τὸ κοινὸν ζῷον μικρότερα [τὰ] ζῷα ἐν ἑαυτῷ περιείληφεν, εἰ μὴ ὡς μέρη ἢ ὡς γεννήματα; ταῦτα μὲν οὖν ἄν τις ἐπιστήσοι καὶ ἄλλα τοιαῦτα προχείρως. δυνατὸν δὲ οἶμαι λέγειν ὅτι ἐπίκτητον μὲν εἶναι δεῖ καὶ κεχωρισμένον τῆς οὐσίας τὸ ἐχόμενον, οὐ πάντως δὲ σῶμα, ἀλλὰ σωματοειδές· καὶ γὰρ καὶ Ἀρχύτας οὐ σῶμα εἶπεν, ἀλλὰ σωματῶδες, διότι τοῦτό ἐστιν τὸ ἐπίκτητον καὶ κεχωρισμένον· τὰ γὰρ ἀσώματα τελέως συμφύεται. καὶ ἡ ζωὴ οὖν ἡ σωματοειδής, κεχωρισμένη τῆς ψυχικῆς οὐσίας καὶ ἐπίκτητος αὐτῇ γενομένη οὕτως ὡς μὴ ἀλλοιοῦν αὐτὴν μηδὲ ἕν τι σὺν αὐτῇ ποιεῖν, ἔχεσθαι ἂν ὑπ’ αὐτῆς λέγοιτο· εἰ μέντοι ἀλλοιωτική τίς ἐστιν ἡ ζωὴ καὶ ἡ ποιητικὴ τῆς ὅλης οὐσίας οὐκ ἂν ἔχεσθαι λέγοιτο. τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννήματα οὐκ ἂν ἔχοιτο, ὡς δὲ ἐπίκτητα καὶ κεχωρισμένα καὶ προσηρτημένα τῷ ὅλῳ ἔχεσθαι ἂν λέγοιτο καὶ αὐτὰ δικαίως· οὔτε γὰρ τὰ μέρη ἐκείνων οὕτως ἀτόμως συμπέφυκεν ὡς ἐφ’ ἡμῶν οὔτε τὰ γεννήματα ἀπέσπασται οὕτως ὡς τὰ ἡμέτερα. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον. Συμπληρωθέντος δὲ τοῦ περὶ τῶν δέκα κατηγοριῶν λόγου ὁ Ἀρχύτας προστίθησιν ὅτι ἡ τῶν ἄλλων κατηγοριῶν ὑπόστασις πλὴν τῆς οὐσίας περὶ τὸ ἄτομον θεωρεῖται καὶ αἰσθητὸν καὶ οὐ περὶ τὸ καθόλου καὶ νοητόν· γράφει δὲ οὕτως· “ἐπεὶ δὲ τέλος ἔχοντι τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα,2 οἷς ποτε χρεόμενος ἄνθρωπος ἐκπληροῖ τὸ τέλεον τῶν λόγων σύσταμα, ποτιδιωρίσθω ποτί γε τοῖς εἰρημένοις, ὅτι τὰν ἐφαρμογὰν τούτων πάντων οὐκ αὐτὸς ὁ ἄνθρωπος ἀλλὰ ὁ τίς ἄνθρωπος ἐπιδέχεται.3 καὶ γὰρ ποιὸν ἀνάγκα καὶ πάλιν ποσὸν καὶ ποτί τί πως ἔχεν τὸν τινὰ ἄνθρωπον, ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν καὶ ἐν τόπῳ ἦμεν καὶ ποκά.

再者,若宇宙生命的诸划分将宇宙的诸部分作为穿戴在周围之物而拥有,且这些事物并非与它们共生,而是作为外来之物为它们所获得,那么以此方式,所有这些亦将被归入‘拥有’之中。又若共通的动物在自身周围拥有较小的部分,并在自身之内包纳较小的动物,那么依据这一方式,所有这类的结合亦将被归入‘拥有’之中。”伊安布里柯确实以极具沉思性与理知性的方式考察了这些事情。然而,人们必须勇于对上述言论提出质疑,因为即便对他本人而言,不加审察地接受所言之物亦非所愿。关于‘拥有’的用处所说的那番话,在我看来确实说得令人惊叹,配得上此人高迈的才智;但他怎能说灵魂“拥有”由它自身投射的生命以及由肉体赋予它的能力呢,既然他自己亦承认在‘拥有’的范畴之下被拥有之物是肉体,而拥有者是围绕肉体的?他又怎能说由整个本性生成的事物被它所“拥有”呢?因为依据原因者与依据‘拥有’之属而拥有者并非同一回事。更令我困惑的是,他怎能说依照其全部生命、元素与诸本性而被构想的整个宇宙,在这些事物是共生的情况下便“分有”它们,在它们是外得的情况下便“掌控”它们呢?因为首先,宇宙就生命而言无法拥有这些事物,既然生命是非肉体的,而被拥有之物原本是肉体;其次,若它们是宇宙的共生物或以某种方式作为其部分,正如他自己所规定的那样,它们便不会是被拥有之物;若它们是产物,凝聚结合的方式则是另一回事。再者,大地之中的动物与其他元素之中的动物,无论被视为整个大地的部分还是产物,都不能被说成是被大地所“拥有”。天又怎能在自身之内拥有诸天球,若不是作为部分呢?因为这些天球是共生的,而非外得的。共通的动物又怎能在自身之中包纳较小的动物,若不是作为部分或作为产物呢?因此,人们可以信手提出这些质疑以及其他类似的问题。但我认为可以说:被拥有之物固然必须是外得的且与实体分离的,但未必一定是肉体,而是具有肉体特征的即可;事实上阿契塔亦未说是“肉体”,而是说“如肉体的”,因为这才是外得且分离的;非肉体之物乃是完全共生的。因此,具有肉体特征的生命,若与灵魂实体相分离,并以此种既不改变灵魂、亦不与灵魂共同构成单一物的方式成为对灵魂而言外得的,便可被说成是被灵魂所“拥有”;然而,若这生命是促成变化的、且能造成整体实体,便不能被说成是被拥有。另一方面,整体的部分与产物本不能被拥有,但若作为外得的、分离的且依附于整体的事物,它们自身亦可正当地被说成是被“拥有”;因为对于那些存在者而言,部分既不像在我们身上那样不可分割地共生,产物亦不像我们的产物那样被彻底撕裂开来。然而这些事情尚须进一步探究。在关于十范畴的论述完结之际,阿契塔补充道:除实体之外,其余各范畴的立足基底(实存)是在个别与可感觉之物上被考察的,而非在普遍与可知之物上;他这样写道:“既然指示者与被指示者已经达到了终点(人无论何时都凭借它们充实完满的话语体系),那么在已说之事之外当进一步界定:接受所有这些范畴之适用的并非‘人’本身,而是‘某一个人’。因为某一个人必然具有性质,又具有数量,以某种方式处于关系之中,进而主动、受动、具有位置、具有拥有、处于场所中并且处于某个时间。”

语法注3 条
  1. 10.0οὐ γὰρ ταὐτὸν ἦν τὸ κατ’ αἰτίαν καὶ τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος

    主语为“依据原因者”(τὸ κατ’ αἰτίαν)与“依据‘拥有’之属而拥有者”(τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος)。未完成过去时 ἦν 属于哲学论述中唤起既定定义或公认原则的惯用法,用以区分动力因果上的生成与范畴意义上的占有。

  2. 10.0ἐπεὶ δὲ τέλος ἔχοντι τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα

    多利斯方言形式 ἔχοντι 相当于雅典方言的 ἔχουσι(第三人称复数现在时陈述语气主动态),在此与中性复数主语 τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα 一致(多利斯方言中中性复数搭配复数动词之例)。该从句作为原因从句,引出主句的被动命令式 ποτιδιωρίσθω(相当于雅典方言 προσδιωρίσθω)。

  3. 10.0τὰν ἐφαρμογὰν τούτων πάντων οὐκ αὐτὸς ὁ ἄνθρωπος ἀλλὰ ὁ τίς ἄνθρωπος ἐπιδέχεται

    在“οὐκ A ἀλλὰ B”的对比结构中,A(αὐτὸς ὁ ἄνθρωπος)指称普遍实体(“人本身”),而 B(ὁ τίς ἄνθρωπος)指称作为第一实体的个别人。宾格短语 τὰν ἐφαρμογὰν τούτων πάντων(多利斯方言,相当于 τὴν ἐφαρμογήν)是动词 ἐπιδέχεται(接受、容纳)的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:376.6-378.9